1
Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Τιμόθεοςa
ὁ ἀδελφὸς
2
τοῖς ἐν ⸀Κολοσσαῖςa
ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ⸀ἡμῶν.
3
Εὐχαριστοῦμενa
τῷ ⸀θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε ⸀περὶ ὑμῶν προσευχόμενοι,b
4
ἀκούσαντεςa
τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ⸂ἣν ἔχετε⸃b
εἰς πάντας τοὺς ἁγίους
5
διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένηνa
ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατεb
ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου
6
τοῦ παρόντοςa
εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ ⸀κόσμῳ ἐστὶνb
καρποφορούμενονc
καὶ αὐξανόμενονd
καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατεe
καὶ ἐπέγνωτεf
τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ·
7
⸀καθὼς ἐμάθετεa
ἀπὸ Ἐπαφρᾶb
τοῦ ἀγαπητοῦ συνδούλουc
ἡμῶν, ὅς ἐστινd
πιστὸς ὑπὲρ ⸀ἡμῶν διάκονοςe
τοῦ Χριστοῦ,
8
ὁ καὶ δηλώσαςa
ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.
9
Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν,a
οὐ παυόμεθαb
ὑπὲρ ὑμῶν προσευχόμενοιc
καὶ αἰτούμενοιd
ἵνα πληρωθῆτεe
τὴν ἐπίγνωσινf
τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσειg
πνευματικῇ,h
10
⸀περιπατῆσαιa
ἀξίωςb
τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείανc
ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντεςd
καὶ αὐξανόμενοιe
⸂τῇ ἐπιγνώσει⸃f
τοῦ θεοῦ,
11
ἐν πάσῃ δυνάμει δυναμούμενοιa
κατὰ τὸ κράτοςb
τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίανc
μετὰ χαρᾶς,
12
εὐχαριστοῦντεςa
τῷ πατρὶ τῷ ἱκανώσαντιb
⸀ὑμᾶς εἰς τὴν μερίδαc
τοῦ κλήρουd
τῶν ἁγίων ἐν τῷ φωτί,
13
ὃς ἐρρύσατοa
ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησενb
εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
14
ἐν ᾧ ἔχομενa
τὴν ἀπολύτρωσιν,b
τὴν ἄφεσινc
τῶν ἁμαρτιῶν·
15
ὅς ἐστινa
εἰκὼνb
τοῦ θεοῦ τοῦ ἀοράτου,c
πρωτότοκοςd
πάσης κτίσεως,e
16
ὅτι ἐν αὐτῷ ἐκτίσθηa
τὰ ⸀πάντα ἐν τοῖς οὐρανοῖς ⸀καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰb
καὶ τὰ ἀόρατα,c
εἴτε θρόνοι εἴτε κυριότητεςd
εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·e
17
καὶ αὐτός ἐστινa
πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν,b
18
καὶ αὐτός ἐστινa
ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ⸀ἐστινb
ἀρχή, πρωτότοκοςc
ἐκ τῶν νεκρῶν, ἵνα γένηταιd
ἐν πᾶσιν αὐτὸς πρωτεύων,e
19
ὅτι ἐν αὐτῷ εὐδόκησενa
πᾶν τὸ πλήρωμαb
κατοικῆσαιc
20
καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαιa
τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσαςb
διὰ τοῦ αἵματος τοῦ σταυροῦc
αὐτοῦ, ⸂[δι’ αὐτοῦ]⸃ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ⸀ἐν τοῖς οὐρανοῖς·
21
καὶ ὑμᾶς ποτε ὄνταςa
ἀπηλλοτριωμένουςb
καὶ ἐχθροὺς τῇ διανοίᾳc
ἐν τοῖς ἔργοις τοῖς πονηροῖς—
22
νυνὶa
δὲ ⸀ἀποκατηλλάγητεb
ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου— παραστῆσαιc
ὑμᾶς ἁγίους καὶ ἀμώμουςd
καὶ ἀνεγκλήτουςe
κατενώπιονf
αὐτοῦ,
23
εἴ γεa
ἐπιμένετεb
τῇ πίστει τεθεμελιωμένοιc
καὶ ἑδραῖοιd
καὶ μὴ μετακινούμενοιe
ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε,f
τοῦ κηρυχθέντοςg
ἐν ⸀πάσῃ κτίσειh
τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμηνi
ἐγὼ Παῦλος διάκονος.j
24
Νῦν χαίρωa
ἐν τοῖς παθήμασινb
ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶc
τὰ ὑστερήματαd
τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστινe
ἡ ἐκκλησία,
25
ἧς ἐγενόμηνa
ἐγὼ διάκονοςb
κατὰ τὴν οἰκονομίανc
τοῦ θεοῦ τὴν δοθεῖσάνd
μοι εἰς ὑμᾶς πληρῶσαιe
τὸν λόγον τοῦ θεοῦ,
26
τὸ μυστήριονa
τὸ ἀποκεκρυμμένονb
ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν,— ⸀νῦν δὲ ἐφανερώθηc
τοῖς ἁγίοις αὐτοῦ,
27
οἷς ἠθέλησενa
ὁ θεὸς γνωρίσαιb
τί τὸ πλοῦτοςc
τῆς δόξης τοῦ μυστηρίουd
τούτου ἐν τοῖς ἔθνεσιν, ⸀ὅ ἐστινe
Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
28
ὃν ἡμεῖς καταγγέλλομενa
νουθετοῦντεςb
πάντα ἄνθρωπον καὶ διδάσκοντεςc
πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμενd
πάντα ἄνθρωπον τέλειονe
ἐν ⸀Χριστῷ·
29
εἰς ὃ καὶ κοπιῶa
ἀγωνιζόμενοςb
κατὰ τὴν ἐνέργειανc
αὐτοῦ τὴν ἐνεργουμένηνd
ἐν ἐμοὶ ἐν δυνάμει.