4
Λαλούντωνa
δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησανb
αὐτοῖς οἱ ⸀ἱερεῖς καὶ ὁ στρατηγὸςc
τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,d
2
διαπονούμενοιa
διὰ τὸ διδάσκεινb
αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλεινc
ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν ⸂τὴν ἐκ⸃ νεκρῶν,
3
καὶ ἐπέβαλονa
αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντοb
εἰς τήρησινc
εἰς τὴν αὔριον,d
ἦνe
γὰρ ἑσπέραf
ἤδη.
4
πολλοὶ δὲ τῶν ἀκουσάντωνa
τὸν λόγον ἐπίστευσαν,b
καὶ ἐγενήθηc
⸀ὁ ἀριθμὸςd
τῶν ἀνδρῶν ⸀ὡς χιλιάδεςe
πέντε.
5
Ἐγένετοa
δὲ ἐπὶ τὴν αὔριονb
συναχθῆναιc
αὐτῶν τοὺς ἄρχοντας καὶ ⸀τοὺς πρεσβυτέρους καὶ ⸁τοὺς γραμματεῖς ⸀ἐν Ἰερουσαλήμ
6
(καὶ ⸂Ἅνναςa
ὁ ἀρχιερεὺς καὶ Καϊάφαςb
καὶ Ἰωάννης καὶ Ἀλέξανδρος⸃c
καὶ ὅσοι ἦσανd
ἐκ γένουςe
ἀρχιερατικοῦ),f
7
καὶ στήσαντεςa
αὐτοὺς ἐν ⸀τῷ μέσῳ ἐπυνθάνοντο·b
Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατεc
τοῦτο ὑμεῖς;
8
τότε Πέτρος πλησθεὶςa
πνεύματος ἁγίου εἶπενb
πρὸς αὐτούς· Ἄρχοντες τοῦ λαοῦ καὶ ⸀πρεσβύτεροι,
9
εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθαa
ἐπὶ εὐεργεσίᾳb
ἀνθρώπου ἀσθενοῦς,c
ἐν τίνι οὗτος ⸀σέσωσται,d
10
γνωστὸνa
ἔστωb
πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου,c
ὃν ὑμεῖς ἐσταυρώσατε,d
ὃν ὁ θεὸς ἤγειρενe
ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκενf
ἐνώπιον ὑμῶν ὑγιής.g
11
οὗτός ἐστινa
ὁ λίθος ὁ ἐξουθενηθεὶςb
ὑφ’ ὑμῶν τῶν ⸀οἰκοδόμων,c
ὁ γενόμενοςd
εἰς κεφαλὴν γωνίας.e
12
καὶ οὐκ ἔστινa
ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, ⸀οὐδὲ γὰρ ὄνομά ἐστινb
ἕτερον ⸂ὑπὸ τὸν οὐρανὸν⸃ τὸ δεδομένονc
ἐν ἀνθρώποις ἐν ᾧ δεῖd
σωθῆναιe
ἡμᾶς.
13
Θεωροῦντεςa
δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοιb
ὅτι ἄνθρωποι ἀγράμματοίc
εἰσινd
καὶ ἰδιῶται,e
ἐθαύμαζον,f
ἐπεγίνωσκόνg
τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,h
14
τόν ⸀τε ἄνθρωπον βλέποντεςa
σὺν αὐτοῖς ἑστῶταb
τὸν τεθεραπευμένονc
οὐδὲν εἶχονd
ἀντειπεῖν.e
15
κελεύσαντεςa
δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίουb
ἀπελθεῖνc
συνέβαλλονd
πρὸς ἀλλήλους
16
λέγοντες·a
Τί ⸀ποιήσωμενb
τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸνc
σημεῖον γέγονενd
δι’ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσινe
Ἰερουσαλὴμ φανερόν,f
καὶ οὐ δυνάμεθαg
⸀ἀρνεῖσθαι·h
17
ἀλλ’ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇa
εἰς τὸν λαόν, ⸀ἀπειλησώμεθαb
αὐτοῖς μηκέτιc
λαλεῖνd
ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
18
καὶ καλέσαντεςa
αὐτοὺς παρήγγειλανb
⸀τὸ καθόλουc
μὴ φθέγγεσθαιd
μηδὲ διδάσκεινe
ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
19
ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντεςa
⸂εἶπονb
πρὸς αὐτούς⸃· Εἰ δίκαιόν ἐστινc
ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούεινd
μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε,e
20
οὐ δυνάμεθαa
γὰρ ἡμεῖς ἃ εἴδαμενb
καὶ ἠκούσαμενc
μὴ λαλεῖν.d
21
οἱ δὲ προσαπειλησάμενοιa
ἀπέλυσανb
αὐτούς, μηδὲν εὑρίσκοντεςc
τὸ πῶς ⸀κολάσωνταιd
αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζονe
τὸν θεὸν ἐπὶ τῷ γεγονότι·f
22
ἐτῶν γὰρ ἦνa
πλειόνων τεσσεράκονταb
ὁ ἄνθρωπος ἐφ’ ὃν ⸀γεγόνειc
τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.d
23
Ἀπολυθέντεςa
δὲ ἦλθονb
πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλανc
ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.d
24
οἱ δὲ ἀκούσαντεςa
ὁμοθυμαδὸνb
ἦρανc
φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν·d
Δέσποτα,e
⸀σὺ ὁ ποιήσαςf
τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
25
ὁ ⸂τοῦ πατρὸς ἡμῶν⸃ διὰ ⸂πνεύματος ἁγίου⸃ στόματος Δαυὶδ παιδόςa
σου εἰπών·b
Ἱνατίc
ἐφρύαξανd
ἔθνη καὶ λαοὶ ἐμελέτησανe
κενά;f
26
παρέστησανa
οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησανb
ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
27
συνήχθησανa
γὰρ ἐπ’ ἀληθείας ⸂ἐν τῇ πόλει ταύτῃ⸃ ἐπὶ τὸν ἅγιον παῖδάb
σου Ἰησοῦν, ὃν ἔχρισας,c
Ἡρῴδης τε καὶ Πόντιοςd
Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
28
ποιῆσαιa
ὅσα ἡ χείρ σου καὶ ἡ ⸀βουλὴb
προώρισενc
γενέσθαι.d
29
καὶ τὰ νῦν, κύριε, ἔπιδεa
ἐπὶ τὰς ἀπειλὰςb
αὐτῶν καὶ δὸςc
τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖνd
τὸν λόγον σου,
30
ἐν τῷ τὴν χεῖρά ⸀σου ἐκτείνεινa
σε εἰς ἴασινb
καὶ σημεῖα καὶ τέραταc
γίνεσθαιd
διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδόςe
σου Ἰησοῦ.
31
καὶ δεηθέντωνa
αὐτῶν ἐσαλεύθηb
ὁ τόπος ἐν ᾧ ἦσανc
συνηγμένοι,d
καὶ ἐπλήσθησανe
ἅπαντες ⸂τοῦ ἁγίου πνεύματος⸃, καὶ ἐλάλουνf
τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
32
Τοῦ δὲ πλήθους τῶν πιστευσάντωνa
ἦνb
⸀καρδία καὶ ⸀ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντωνc
⸀αὐτῷ ἔλεγενd
ἴδιον εἶναι,e
ἀλλ’ ἦνf
αὐτοῖς ⸀πάντα κοινά.g
33
καὶ ⸂δυνάμει μεγάλῃ⸃ ἀπεδίδουνa
τὸ μαρτύριονb
οἱ ἀπόστολοι ⸂τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ⸃, χάρις τε μεγάλη ἦνc
ἐπὶ πάντας αὐτούς.
34
οὐδὲ γὰρ ἐνδεήςa
τις ⸀ἦνb
ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορεςc
χωρίωνd
ἢ οἰκιῶν ὑπῆρχον,e
πωλοῦντεςf
ἔφερονg
τὰς τιμὰς τῶν πιπρασκομένωνh
35
καὶ ἐτίθουνa
παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετοb
δὲ ἑκάστῳ καθότιc
ἄν τις χρείαν εἶχεν.d
36
⸀Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶςa
Βαρναβᾶςb
ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστινc
μεθερμηνευόμενονd
υἱὸς παρακλήσεως,e
Λευίτης,f
Κύπριοςg
τῷ γένει,h
37
ὑπάρχοντοςa
αὐτῷ ἀγροῦ πωλήσαςb
ἤνεγκενc
τὸ χρῆμαd
καὶ ἔθηκενe
⸀παρὰ τοὺς πόδας τῶν ἀποστόλων.