3
⸂Πέτρος δὲ⸃ καὶ Ἰωάννης ἀνέβαινονa
εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην,b
2
καί τις ἀνὴρ χωλὸςa
ἐκ κοιλίαςb
μητρὸς αὐτοῦ ὑπάρχωνc
ἐβαστάζετο,d
ὃν ἐτίθουνe
καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένηνf
Ὡραίανg
τοῦ αἰτεῖνh
ἐλεημοσύνηνi
παρὰ τῶν εἰσπορευομένωνj
εἰς τὸ ἱερόν,
3
ὃς ἰδὼνa
Πέτρον καὶ Ἰωάννην μέλλονταςb
εἰσιέναιc
εἰς τὸ ἱερὸν ἠρώταd
ἐλεημοσύνηνe
⸀λαβεῖν.f
4
ἀτενίσαςa
δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν·b
Βλέψονc
εἰς ἡμᾶς.
5
ὁ δὲ ἐπεῖχενa
αὐτοῖς προσδοκῶνb
τι παρ’ αὐτῶν λαβεῖν.c
6
εἶπενa
δὲ Πέτρος· Ἀργύριονb
καὶ χρυσίονc
οὐχ ὑπάρχειd
μοι, ὃ δὲ ἔχωe
τοῦτό σοι δίδωμι·f
ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίουg
⸀περιπάτει.h
7
καὶ πιάσαςa
αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρενb
⸀αὐτόν· παραχρῆμαc
δὲ ἐστερεώθησανd
⸂αἱ βάσειςe
αὐτοῦ⸃ καὶ τὰ ⸀σφυδρά,f
8
καὶ ἐξαλλόμενοςa
ἔστηb
καὶ περιεπάτει,c
καὶ εἰσῆλθενd
σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶνe
καὶ ἁλλόμενοςf
καὶ αἰνῶνg
τὸν θεόν.
9
καὶ εἶδενa
⸂πᾶς ὁ λαὸς αὐτὸν⸃ περιπατοῦνταb
καὶ αἰνοῦνταc
τὸν θεόν,
10
ἐπεγίνωσκονa
⸀δὲ αὐτὸν ὅτι ⸀οὗτος ἦνb
ὁ πρὸς τὴν ἐλεημοσύνηνc
καθήμενοςd
ἐπὶ τῇ Ὡραίᾳe
Πύλῃf
τοῦ ἱεροῦ, καὶ ἐπλήσθησανg
θάμβουςh
καὶ ἐκστάσεωςi
ἐπὶ τῷ συμβεβηκότιj
αὐτῷ.
11
Κρατοῦντοςa
δὲ ⸀αὐτοῦ τὸν Πέτρον καὶ ⸀τὸν Ἰωάννην συνέδραμενb
⸂πᾶς ὁ λαὸς πρὸς αὐτοὺς⸃ ἐπὶ τῇ στοᾷc
τῇ καλουμένῃd
Σολομῶντοςe
ἔκθαμβοι.f
12
ἰδὼνa
δὲ ⸀ὁ Πέτρος ἀπεκρίνατοb
πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται,c
τί θαυμάζετεd
ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετεe
ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳf
πεποιηκόσινg
τοῦ περιπατεῖνh
αὐτόν;
13
ὁ θεὸς Ἀβραὰμ καὶ ⸂Ἰσαὰκa
καὶ⸃ Ἰακώβ,b
ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασενc
τὸν παῖδαd
αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς ⸀μὲν παρεδώκατεe
καὶ ⸀ἠρνήσασθεf
κατὰ πρόσωπον Πιλάτου, κρίναντοςg
ἐκείνου ἀπολύειν·h
14
ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθεa
καὶ ᾐτήσασθεb
ἄνδρα φονέαc
χαρισθῆναιd
ὑμῖν,
15
τὸν δὲ ἀρχηγὸνa
τῆς ζωῆς ἀπεκτείνατε,b
ὃν ὁ θεὸς ἤγειρενc
ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.d
16
καὶ ⸀ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτεa
καὶ οἴδατεb
ἐστερέωσενc
τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκενd
αὐτῷ τὴν ὁλοκληρίανe
ταύτην ἀπέναντιf
πάντων ὑμῶν.
17
Καὶ νῦν, ἀδελφοί, οἶδαa
ὅτι κατὰ ἄγνοιανb
ἐπράξατε,c
ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·
18
ὁ δὲ θεὸς ἃ προκατήγγειλενa
διὰ στόματος πάντων τῶν ⸀προφητῶν παθεῖνb
τὸν χριστὸν ⸀αὐτοῦ ἐπλήρωσενc
οὕτως.
19
μετανοήσατεa
οὖν καὶ ἐπιστρέψατεb
⸀πρὸς τὸ ἐξαλειφθῆναιc
ὑμῶν τὰς ἁμαρτίας,
20
ὅπως ἂν ἔλθωσινa
καιροὶ ἀναψύξεωςb
ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃc
τὸν προκεχειρισμένονd
ὑμῖν χριστὸν Ἰησοῦν,
21
ὃν δεῖa
οὐρανὸν μὲν δέξασθαιb
ἄχρι χρόνων ἀποκαταστάσεωςc
πάντων ὧν ἐλάλησενd
ὁ θεὸς διὰ ⸀στόματος τῶν ἁγίων ⸂ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν⸃.
22
Μωϋσῆς ⸀μὲν εἶπενa
ὅτι Προφήτην ὑμῖν ἀναστήσειb
κύριος ὁ ⸀θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθεc
κατὰ πάντα ὅσα ἂν λαλήσῃd
πρὸς ὑμᾶς.
23
ἔσταιa
δὲ πᾶσα ψυχὴ ἥτις ⸀ἂν μὴ ἀκούσῃb
τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεταιc
ἐκ τοῦ λαοῦ.
24
καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλa
καὶ τῶν καθεξῆςb
ὅσοι ἐλάλησανc
καὶ κατήγγειλανd
τὰς ἡμέρας ταύτας.
25
ὑμεῖς ἐστεa
⸀οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς ⸂διέθετοb
ὁ θεὸς⸃ πρὸς τοὺς πατέρας ⸀ὑμῶν, λέγωνc
πρὸς Ἀβραάμ Καὶ ἐν τῷ σπέρματί σου ⸀ἐνευλογηθήσονταιd
πᾶσαι αἱ πατριαὶe
τῆς γῆς.
26
ὑμῖν πρῶτον ⸂ἀναστήσαςa
ὁ θεὸς⸃ τὸν παῖδαb
⸀αὐτοῦ ἀπέστειλενc
αὐτὸν εὐλογοῦνταd
ὑμᾶς ἐν τῷ ἀποστρέφεινe
ἕκαστον ἀπὸ τῶν πονηριῶνf
ὑμῶν.