Πράξεις Ἀποστόλων

24
Μετὰ δὲ πέντε ἡμέρας κατέβηa ἀρχιερεὺς Ἁνανίαςb μετὰ ⸂πρεσβυτέρων τινῶν⸃ καὶ ῥήτοροςc Τερτύλλουd τινός, οἵτινες ἐνεφάνισανe τῷ ἡγεμόνιf κατὰ τοῦ Παύλου.
2κληθέντοςa δὲ αὐτοῦ ἤρξατοb κατηγορεῖνc Τέρτυλλοςd λέγων·e Πολλῆς εἰρήνης τυγχάνοντεςf διὰ σοῦ καὶ ⸀διορθωμάτωνg γινομένωνh τῷ ἔθνει τούτῳ διὰ τῆς σῆςi προνοίαςj
3πάντῃa τε καὶ πανταχοῦb ἀποδεχόμεθα,c κράτιστεd Φῆλιξ,e μετὰ πάσης εὐχαριστίας.f
4ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω,a παρακαλῶb ἀκοῦσαίc σε ἡμῶν συντόμωςd τῇ σῇe ἐπιεικείᾳ.f
5εὑρόντεςa γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸνb καὶ κινοῦνταc ⸀στάσειςd πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένηνe πρωτοστάτηνf τε τῆς τῶν Ναζωραίωνg αἱρέσεως,h
6ὃς καὶ τὸ ἱερὸν ἐπείρασενa βεβηλῶσαι,b ὃν καὶ ⸀ἐκρατήσαμεν,c
8παρ’ οὗ δυνήσῃa αὐτὸς ἀνακρίναςb περὶ πάντων τούτων ἐπιγνῶναιc ὧν ἡμεῖς κατηγοροῦμενd αὐτοῦ.
9συνεπέθεντοa δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντεςb ταῦτα οὕτως ἔχειν.c
10Ἀπεκρίθηa ⸀τε Παῦλος νεύσαντοςb αὐτῷ τοῦ ἡγεμόνοςc λέγειν·d Ἐκ πολλῶν ἐτῶν ὄνταe σε κριτὴνf τῷ ἔθνει τούτῳ ἐπιστάμενοςg ⸀εὐθύμωςh τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,i
11δυναμένουa σου ⸀ἐπιγνῶναι,b ὅτι οὐ πλείους εἰσίνc μοι ἡμέραι ⸀δώδεκα ἀφ’ ἧς ἀνέβηνd προσκυνήσωνe ⸀εἰς Ἰερουσαλήμ,
12καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόνa με πρός τινα διαλεγόμενονb ⸀ἐπίστασινc ποιοῦνταd ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν,
13⸀οὐδὲ ⸀παραστῆσαιa δύνανταίb ⸀σοι περὶ ὧν ⸀νυνὶc κατηγοροῦσίνd μου.
14ὁμολογῶa δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσινb αἵρεσινc οὕτως λατρεύωd τῷ πατρῴῳe θεῷ, πιστεύωνf πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ ⸂τοῖς ἐν⸃ τοῖς προφήταις γεγραμμένοις,g
15ἐλπίδα ἔχωνa εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται,b ἀνάστασιν μέλλεινc ⸀ἔσεσθαιd δικαίων τε καὶ ἀδίκων·e
16ἐν τούτῳ ⸀καὶ αὐτὸς ἀσκῶa ἀπρόσκοπονb συνείδησιν ⸀ἔχεινc πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17δι’ ἐτῶν δὲ πλειόνων ⸂ἐλεημοσύναςa ποιήσωνb εἰς τὸ ἔθνος μου παρεγενόμην⸃c καὶ προσφοράς,d
18ἐν ⸀αἷς εὗρόνa με ἡγνισμένονb ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου,c
19τινὲς δὲ ἀπὸ τῆς Ἀσίαςa Ἰουδαῖοι, οὓς ⸀ἔδειb ἐπὶ σοῦ παρεῖναιc καὶ κατηγορεῖνd εἴ τι ἔχοιενe πρὸς ⸀ἐμέ,
20 αὐτοὶ οὗτοι εἰπάτωσανa τί ⸀εὗρονb ἀδίκημαc στάντοςd μου ἐπὶ τοῦ συνεδρίουe
21 περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξαa ⸂ἐν αὐτοῖς ἑστὼς⸃b ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαιc σήμερον ⸀ἐφ’ ὑμῶν.
22⸂Ἀνεβάλετοa δὲ αὐτοὺς Φῆλιξ⸃,b ἀκριβέστερονc εἰδὼςd τὰ περὶ τῆς ὁδοῦ, ⸀εἴπας·e Ὅταν Λυσίαςf χιλίαρχοςg καταβῇh διαγνώσομαιi τὰ καθ’ ὑμᾶς·
23⸀διαταξάμενοςa τῷ ἑκατοντάρχῃb τηρεῖσθαιc ⸀αὐτὸν ἔχεινd τε ἄνεσινe καὶ μηδένα κωλύεινf τῶν ἰδίων αὐτοῦ ⸀ὑπηρετεῖνg αὐτῷ.
24Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενοςa Φῆλιξb σὺν Δρουσίλλῃc τῇ ⸀ἰδίᾳ γυναικὶ οὔσῃd Ἰουδαίᾳ μετεπέμψατοe τὸν Παῦλον καὶ ἤκουσενf αὐτοῦ περὶ τῆς εἰς Χριστὸν ⸀Ἰησοῦν πίστεως.
25διαλεγομένουa δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείαςb καὶ τοῦ κρίματοςc τοῦ ⸀μέλλοντοςd ἔμφοβοςe γενόμενοςf Φῆλιξg ἀπεκρίθη·h Τὸ νῦν ἔχονi πορεύου,j καιρὸν δὲ μεταλαβὼνk μετακαλέσομαίl σε·
26ἅμαa καὶ ἐλπίζωνb ὅτι χρήματαc δοθήσεταιd αὐτῷ ὑπὸ τοῦ ⸀Παύλου· διὸ καὶ πυκνότερονe αὐτὸν μεταπεμπόμενοςf ὡμίλειg αὐτῷ.
27Διετίαςa δὲ πληρωθείσηςb ἔλαβενc διάδοχονd Φῆλιξe Πόρκιονf Φῆστον·g θέλωνh τε ⸀χάριτα καταθέσθαιi τοῖς Ἰουδαίοις Φῆλιξj κατέλιπεk τὸν Παῦλον δεδεμένον.l