Πράξεις Ἀποστόλων

23
ἀτενίσαςa δὲ ⸂ὁ Παῦλος τῷ συνεδρίῳ⸃b εἶπεν·c Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαιd τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
2 δὲ ἀρχιερεὺς Ἁνανίαςa ἐπέταξενb τοῖς παρεστῶσινc αὐτῷ τύπτεινd αὐτοῦ τὸ στόμα.
3τότε Παῦλος πρὸς αὐτὸν εἶπεν·a Τύπτεινb σε μέλλειc θεός, τοῖχεd κεκονιαμένε·e καὶ σὺ κάθῃf κρίνωνg με κατὰ τὸν νόμον, καὶ παρανομῶνh κελεύειςi με τύπτεσθαι;j
4οἱ δὲ παρεστῶτεςa εἶπαν·b Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;c
5ἔφηa τε Παῦλος· Οὐκ ᾔδειν,b ἀδελφοί, ὅτι ἐστὶνc ἀρχιερεύς· γέγραπταιd γὰρ ⸀ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖςe κακῶς.f
6Γνοὺςa δὲ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶνb Σαδδουκαίωνc τὸ δὲ ἕτερον Φαρισαίων ⸀ἔκραζενd ἐν τῷ συνεδρίῳ·e Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι,f υἱὸς ⸀Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸀ἐγὼ κρίνομαι.g
7τοῦτο δὲ αὐτοῦ ⸀λαλοῦντοςa ἐγένετοb στάσιςc τῶν Φαρισαίων ⸂καὶ Σαδδουκαίων⸃,d καὶ ἐσχίσθηe τὸ πλῆθος.
8Σαδδουκαῖοιa ⸀μὲν γὰρ λέγουσινb μὴ εἶναιc ἀνάστασιν ⸀μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσινd τὰ ἀμφότερα.e
9ἐγένετοa δὲ κραυγὴb μεγάλη, καὶ ἀναστάντεςc ⸂τινὲς τῶν γραμματέων⸃ τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντοd λέγοντες·e Οὐδὲν κακὸν εὑρίσκομενf ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησενg αὐτῷ ⸀ἄγγελος—
10πολλῆς δὲ ⸀γινομένηςa στάσεωςb ⸀φοβηθεὶςc χιλίαρχοςd μὴ διασπασθῇe Παῦλος ὑπ’ αὐτῶν ἐκέλευσενf τὸ στράτευμαg ⸀καταβὰνh ἁρπάσαιi αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγεινj ⸀τε εἰς τὴν παρεμβολήν.k
11Τῇ δὲ ἐπιούσῃa νυκτὶ ἐπιστὰςb αὐτῷ κύριος εἶπεν·c ⸀Θάρσει,d ὡς γὰρ διεμαρτύρωe τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖf καὶ εἰς Ῥώμηνg μαρτυρῆσαι.h
12Γενομένηςa δὲ ἡμέρας ποιήσαντεςb ⸂συστροφὴνc οἱ Ἰουδαῖοι⸃ ἀνεθεμάτισανd ἑαυτοὺς λέγοντεςe μήτε φαγεῖνf μήτε πιεῖνg ἕως οὗ ἀποκτείνωσινh τὸν Παῦλον.
13ἦσανa δὲ πλείους τεσσεράκονταb οἱ ταύτην τὴν συνωμοσίανc ⸀ποιησάμενοι·d
14οἵτινες προσελθόντεςa τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν·b Ἀναθέματιc ἀνεθεματίσαμενd ἑαυτοὺς μηδενὸς γεύσασθαιe ἕως οὗ ἀποκτείνωμενf τὸν Παῦλον.
15νῦν οὖν ὑμεῖς ἐμφανίσατεa τῷ χιλιάρχῳb σὺν τῷ συνεδρίῳc ⸀ὅπως ⸂καταγάγῃd αὐτὸν εἰς⸃ ὑμᾶς ὡς μέλλονταςe διαγινώσκεινf ἀκριβέστερονg τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαιh αὐτὸν ἕτοιμοίi ἐσμενj τοῦ ἀνελεῖνk αὐτόν.
16Ἀκούσαςa δὲ υἱὸς τῆς ἀδελφῆςb Παύλου ⸂τὴν ἐνέδραν⸃c παραγενόμενοςd καὶ εἰσελθὼνe εἰς τὴν παρεμβολὴνf ἀπήγγειλενg τῷ Παύλῳ.
17προσκαλεσάμενοςa δὲ Παῦλος ἕνα τῶν ἑκατονταρχῶνb ἔφη·c Τὸν νεανίανd τοῦτον ⸀ἄπαγεe πρὸς τὸν χιλίαρχον,f ἔχειg γὰρ ⸂ἀπαγγεῖλαίh τι⸃ αὐτῷ.
18 μὲν οὖν παραλαβὼνa αὐτὸν ἤγαγενb πρὸς τὸν χιλίαρχονc καὶ φησίν·d δέσμιοςe Παῦλος προσκαλεσάμενόςf με ἠρώτησενg τοῦτον τὸν ⸀νεανίανh ἀγαγεῖνi πρὸς σέ, ἔχοντάj τι λαλῆσαίk σοι.
19ἐπιλαβόμενοςa δὲ τῆς χειρὸς αὐτοῦ χιλίαρχοςb καὶ ἀναχωρήσαςc κατ’ ἰδίαν ἐπυνθάνετο·d Τί ἐστινe ἔχειςf ἀπαγγεῖλαίg μοι;
20εἶπενa δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντοb τοῦ ἐρωτῆσαίc σε ὅπως αὔριονd ⸂τὸν Παῦλον καταγάγῃςe εἰς τὸ συνέδριον⸃f ὡς ⸀μέλλονg τι ἀκριβέστερονh πυνθάνεσθαιi περὶ αὐτοῦ·
21σὺ οὖν μὴ πεισθῇςa αὐτοῖς, ἐνεδρεύουσινb γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα,c οἵτινες ἀνεθεμάτισανd ἑαυτοὺς μήτε φαγεῖνe μήτε πιεῖνf ἕως οὗ ἀνέλωσινg αὐτόν, καὶ νῦν ⸂εἰσινh ἕτοιμοι⸃i προσδεχόμενοιj τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
22 μὲν οὖν χιλίαρχοςa ἀπέλυσεb τὸν ⸀νεανίσκονc παραγγείλαςd μηδενὶ ἐκλαλῆσαιe ὅτι ταῦτα ἐνεφάνισαςf πρὸς ⸀ἐμέ.
23Καὶ προσκαλεσάμενόςa ⸂τινας δύο⸃ τῶν ἑκατονταρχῶνb εἶπεν·c Ἑτοιμάσατεd στρατιώταςe διακοσίουςf ὅπως πορευθῶσινg ἕως Καισαρείας,h καὶ ἱππεῖςi ἑβδομήκονταj καὶ δεξιολάβουςk διακοσίους,l ἀπὸ τρίτης ὥρας τῆς νυκτός,
24κτήνηa τε παραστῆσαιb ἵνα ἐπιβιβάσαντεςc τὸν Παῦλον διασώσωσιd πρὸς Φήλικαe τὸν ἡγεμόνα,f
25γράψαςa ἐπιστολὴνb ⸀ἔχουσανc τὸν τύπονd τοῦτον·
26Κλαύδιοςa Λυσίαςb τῷ κρατίστῳc ἡγεμόνιd Φήλικιe χαίρειν.f
27τὸν ἄνδρα τοῦτον συλλημφθένταa ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλονταb ἀναιρεῖσθαιc ὑπ’ αὐτῶν ἐπιστὰςd σὺν τῷ στρατεύματιe ⸀ἐξειλάμην,f μαθὼνg ὅτι Ῥωμαῖόςh ἐστιν,i
28βουλόμενόςa ⸀τε ⸀ἐπιγνῶναιb τὴν αἰτίανc δι’ ἣν ἐνεκάλουνd αὐτῷ, ⸀κατήγαγονe εἰς τὸ συνέδριονf αὐτῶν.
29ὃν εὗρονa ἐγκαλούμενονb περὶ ζητημάτωνc τοῦ νόμου αὐτῶν, μηδὲν ⸀δὲ ἄξιον θανάτου δεσμῶνd ⸂ἔχονταe ἔγκλημα⸃.f
30μηνυθείσηςa δέ μοι ἐπιβουλῆςb εἰς τὸν ⸀ἄνδρα ἔσεσθαιc ⸀ἐξαυτῆςd ἔπεμψαe πρὸς σέ, παραγγείλαςf καὶ τοῖς κατηγόροιςg ⸀λέγεινh πρὸς αὐτὸν ἐπὶ ⸀σοῦ.
31Οἱ μὲν οὖν στρατιῶταιa κατὰ τὸ διατεταγμένονb αὐτοῖς ἀναλαβόντεςc τὸν Παῦλον ἤγαγονd ⸀διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα·e
32τῇ δὲ ἐπαύριονa ἐάσαντεςb τοὺς ἱππεῖςc ⸀ἀπέρχεσθαιd σὺν αὐτῷ ὑπέστρεψανe εἰς τὴν παρεμβολήν·f
33οἵτινες εἰσελθόντεςa εἰς τὴν Καισάρειανb καὶ ἀναδόντεςc τὴν ἐπιστολὴνd τῷ ἡγεμόνιe παρέστησανf καὶ τὸν Παῦλον αὐτῷ.
34ἀναγνοὺςa ⸀δὲ καὶ ἐπερωτήσαςb ἐκ ποίας ⸀ἐπαρχείαςc ἐστὶνd καὶ πυθόμενοςe ὅτι ἀπὸ Κιλικίας,f
35Διακούσομαίa σου, ἔφη,b ὅταν καὶ οἱ κατήγοροίc σου παραγένωνται·d ⸀κελεύσαςe ἐν τῷ πραιτωρίῳf ⸀τοῦ Ἡρῴδου φυλάσσεσθαιg ⸀αὐτόν.