22
Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέa
μου τῆς πρὸς ὑμᾶς νυνὶb
ἀπολογίας.c
2
Ἀκούσαντεςa
δὲ ὅτι τῇ Ἑβραΐδιb
διαλέκτῳc
προσεφώνειd
αὐτοῖς μᾶλλον παρέσχονe
ἡσυχίαν.f
καὶ φησίν·g
3
⸀Ἐγώ εἰμιa
ἀνὴρ Ἰουδαῖος, γεγεννημένοςb
ἐν Ταρσῷc
τῆς Κιλικίας,d
ἀνατεθραμμένοςe
δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ,f
πεπαιδευμένοςg
κατὰ ἀκρίβειανh
τοῦ πατρῴουi
νόμου, ζηλωτὴςj
ὑπάρχωνk
τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστεl
σήμερον,
4
ὃς ταύτην τὴν ὁδὸν ἐδίωξαa
ἄχρι θανάτου, δεσμεύωνb
καὶ παραδιδοὺςc
εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
5
ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖa
μοι καὶ πᾶν τὸ πρεσβυτέριον·b
παρ’ ὧν καὶ ἐπιστολὰςc
δεξάμενοςd
πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸνe
ἐπορευόμηνf
ἄξωνg
καὶ τοὺς ἐκεῖσεh
ὄνταςi
δεδεμένουςj
εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν.k
6
Ἐγένετοa
δέ μοι πορευομένῳb
καὶ ἐγγίζοντιc
τῇ Δαμασκῷd
περὶ μεσημβρίανe
ἐξαίφνηςf
ἐκ τοῦ οὐρανοῦ περιαστράψαιg
φῶς ἱκανὸν περὶ ἐμέ,
7
ἔπεσάa
τε εἰς τὸ ἔδαφοςb
καὶ ἤκουσαc
φωνῆς λεγούσηςd
μοι· Σαοὺλe
Σαούλ,f
τί με διώκεις;g
8
ἐγὼ δὲ ἀπεκρίθην·a
Τίς εἶ,b
κύριε; εἶπένc
τε πρὸς ⸀ἐμέ· Ἐγώ εἰμιd
Ἰησοῦς ὁ Ναζωραῖοςe
ὃν σὺ διώκεις.f
9
οἱ δὲ σὺν ἐμοὶ ὄντεςa
τὸ μὲν φῶς ⸀ἐθεάσαντοb
τὴν δὲ φωνὴν οὐκ ἤκουσανc
τοῦ λαλοῦντόςd
μοι.
10
εἶπονa
δέ· Τί ποιήσω,b
κύριε; ὁ δὲ κύριος εἶπενc
πρός με· Ἀναστὰςd
πορεύουe
εἰς Δαμασκόν,f
κἀκεῖg
σοι λαληθήσεταιh
περὶ πάντων ὧν τέτακταίi
σοι ποιῆσαι.j
11
ὡς δὲ οὐκ ἐνέβλεπονa
ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενοςb
ὑπὸ τῶν συνόντωνc
μοι ἦλθονd
εἰς Δαμασκόν.e
12
Ἁνανίαςa
δέ τις ἀνὴρ ⸀εὐλαβὴςb
κατὰ τὸν νόμον μαρτυρούμενοςc
ὑπὸ πάντων τῶν κατοικούντωνd
Ἰουδαίων,
13
ἐλθὼνa
πρὸς ⸀ἐμὲ καὶ ἐπιστὰςb
εἶπένc
μοι· Σαοὺλd
ἀδελφέ, ἀνάβλεψον·e
κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψαf
εἰς αὐτόν.
14
ὁ δὲ εἶπεν·a
Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατόb
σε γνῶναιc
τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖνd
τὸν δίκαιον καὶ ἀκοῦσαιe
φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
15
ὅτι ἔσῃa
μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακαςb
καὶ ἤκουσας.c
16
καὶ νῦν τί μέλλεις;a
ἀναστὰςb
βάπτισαιc
καὶ ἀπόλουσαιd
τὰς ἁμαρτίας σου ἐπικαλεσάμενοςe
τὸ ὄνομα ⸀αὐτοῦ.
17
Ἐγένετοa
δέ μοι ὑποστρέψαντιb
εἰς Ἰερουσαλὴμ καὶ προσευχομένουc
μου ἐν τῷ ἱερῷ γενέσθαιd
με ἐν ἐκστάσειe
18
καὶ ἰδεῖνa
αὐτὸν λέγοντάb
μοι· Σπεῦσονc
καὶ ἔξελθεd
ἐν τάχειe
ἐξ Ἰερουσαλήμ, διότιf
οὐ παραδέξονταίg
⸀σου μαρτυρίαν περὶ ἐμοῦ.
19
κἀγὼ εἶπον·a
Κύριε, αὐτοὶ ἐπίστανταιb
ὅτι ἐγὼ ἤμηνc
φυλακίζωνd
καὶ δέρωνe
κατὰ τὰς συναγωγὰς τοὺς πιστεύονταςf
ἐπὶ σέ·
20
καὶ ὅτε ⸀ἐξεχύννετοa
τὸ αἷμα Στεφάνουb
τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμηνc
ἐφεστὼςd
καὶ συνευδοκῶνe
⸀καὶ φυλάσσωνf
τὰ ἱμάτια τῶν ἀναιρούντωνg
αὐτόν.
21
καὶ εἶπενa
πρός με· Πορεύου,b
ὅτι ἐγὼ εἰς ἔθνη μακρὰνc
ἐξαποστελῶd
σε.
22
Ἤκουονa
δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆρανb
τὴν φωνὴν αὐτῶν λέγοντες·c
Αἶρεd
ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκενe
αὐτὸν ζῆν.f
23
⸀κραυγαζόντωνa
⸀τε αὐτῶν καὶ ῥιπτούντωνb
τὰ ἱμάτια καὶ κονιορτὸνc
βαλλόντωνd
εἰς τὸν ἀέρα,e
24
ἐκέλευσενa
⸂ὁ χιλίαρχοςb
εἰσάγεσθαιc
αὐτὸν⸃ εἰς τὴν παρεμβολήν,d
⸀εἴπαςe
μάστιξινf
ἀνετάζεσθαιg
αὐτὸν ἵνα ἐπιγνῷh
δι’ ἣν αἰτίανi
οὕτως ἐπεφώνουνj
αὐτῷ.
25
ὡς δὲ ⸀προέτεινανa
αὐτὸν τοῖς ἱμᾶσινb
εἶπενc
πρὸς τὸν ἑστῶταd
ἑκατόνταρχονe
ὁ Παῦλος· Εἰ ἄνθρωπον Ῥωμαῖονf
καὶ ἀκατάκριτονg
ἔξεστινh
ὑμῖν μαστίζειν;i
26
ἀκούσαςa
δὲ ὁ ἑκατοντάρχηςb
προσελθὼνc
⸂τῷ χιλιάρχῳd
ἀπήγγειλεν⸃e
λέγων·f
⸀Τί μέλλειςg
ποιεῖν;h
ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖόςi
ἐστιν.j
27
προσελθὼνa
δὲ ὁ χιλίαρχοςb
εἶπενc
αὐτῷ· Λέγεd
μοι, ⸀σὺ Ῥωμαῖοςe
εἶ;f
ὁ δὲ ἔφη·g
Ναί.
28
ἀπεκρίθηa
⸀δὲ ὁ χιλίαρχος·b
Ἐγὼ πολλοῦ κεφαλαίουc
τὴν πολιτείανd
ταύτην ἐκτησάμην.e
ὁ δὲ Παῦλος ἔφη·f
Ἐγὼ δὲ καὶ γεγέννημαι.g
29
εὐθέως οὖν ἀπέστησανa
ἀπ’ αὐτοῦ οἱ μέλλοντεςb
αὐτὸν ἀνετάζειν·c
καὶ ὁ χιλίαρχοςd
δὲ ἐφοβήθηe
ἐπιγνοὺςf
ὅτι Ῥωμαῖόςg
ἐστινh
καὶ ὅτι ⸂αὐτὸν ἦν⸃i
δεδεκώς.j
30
Τῇ δὲ ἐπαύριονa
βουλόμενοςb
γνῶναιc
τὸ ἀσφαλὲςd
τὸ τί κατηγορεῖταιe
⸀ὑπὸ τῶν Ἰουδαίων ἔλυσενf
⸀αὐτόν, καὶ ἐκέλευσενg
⸀συνελθεῖνh
τοὺς ἀρχιερεῖς καὶ ⸀πᾶν τὸ ⸀συνέδριον,i
καὶ καταγαγὼνj
τὸν Παῦλον ἔστησενk
εἰς αὐτούς.