19
Ἐγένετοa
δὲ ἐν τῷ τὸν Ἀπολλῶb
εἶναιc
ἐν Κορίνθῳd
Παῦλον διελθόνταe
τὰ ἀνωτερικὰf
μέρη ⸀ἐλθεῖνg
εἰς Ἔφεσονh
καὶ ⸀εὑρεῖνi
τινας μαθητάς,
2
εἶπένa
⸀τε πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετεb
πιστεύσαντες;c
οἱ ⸀δὲ πρὸς αὐτόν· Ἀλλ’ οὐδ’ εἰ πνεῦμα ἅγιον ἔστινd
ἠκούσαμεν.e
3
εἶπένa
⸀τε· Εἰς τί οὖν ἐβαπτίσθητε;b
οἱ δὲ εἶπαν·c
Εἰς τὸ Ἰωάννου βάπτισμα.d
4
εἶπενa
δὲ Παῦλος· ⸀Ἰωάννης ἐβάπτισενb
βάπτισμαc
μετανοίας,d
τῷ λαῷ λέγωνe
εἰς τὸν ἐρχόμενονf
μετ’ αὐτὸν ἵνα πιστεύσωσιν,g
τοῦτ’ ἔστινh
εἰς ⸀τὸν Ἰησοῦν.
5
ἀκούσαντεςa
δὲ ἐβαπτίσθησανb
εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ·
6
καὶ ἐπιθέντοςa
αὐτοῖς τοῦ ⸀Παύλου χεῖρας ἦλθεb
τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς, ἐλάλουνc
τε γλώσσαις καὶ ἐπροφήτευον.d
7
ἦσανa
δὲ οἱ πάντες ἄνδρες ὡσεὶb
⸀δώδεκα.
8
Εἰσελθὼνa
δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετοb
ἐπὶ μῆναςc
τρεῖς διαλεγόμενοςd
καὶ ⸀πείθωνe
περὶ τῆς βασιλείας τοῦ θεοῦ.
9
ὡς δέ τινες ἐσκληρύνοντοa
καὶ ἠπείθουνb
κακολογοῦντεςc
τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰςd
ἀπ’ αὐτῶν ἀφώρισενe
τοὺς μαθητάς, καθ’ ἡμέραν διαλεγόμενοςf
ἐν τῇ σχολῇg
⸀Τυράννου.h
10
τοῦτο δὲ ἐγένετοa
ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦνταςb
τὴν Ἀσίανc
ἀκοῦσαιd
τὸν λόγον τοῦ ⸀κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.e
11
Δυνάμεις τε οὐ τὰς τυχούσαςa
⸂ὁ θεὸς ἐποίει⸃b
διὰ τῶν χειρῶν Παύλου,
12
ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦνταςa
⸀ἀποφέρεσθαιb
ἀπὸ τοῦ χρωτὸςc
αὐτοῦ σουδάριαd
ἢ σιμικίνθιαe
καὶ ἀπαλλάσσεσθαιf
ἀπ’ αὐτῶν τὰς νόσους,g
τά τε πνεύματα τὰ πονηρὰ ⸀ἐκπορεύεσθαι.h
13
ἐπεχείρησανa
δέ τινες ⸀καὶ τῶν περιερχομένωνb
Ἰουδαίων ἐξορκιστῶνc
ὀνομάζεινd
ἐπὶ τοὺς ἔχονταςe
τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες·f
⸀Ὁρκίζωg
ὑμᾶς τὸν Ἰησοῦν ⸀ὃν Παῦλος κηρύσσει.h
14
ἦσανa
δέ ⸀τινος Σκευᾶb
Ἰουδαίου ἀρχιερέως ἑπτὰ ⸀υἱοὶ τοῦτο ποιοῦντες.c
15
ἀποκριθὲνa
δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπενb
⸀αὐτοῖς· ⸀Τὸν Ἰησοῦν γινώσκωc
καὶ τὸν Παῦλον ἐπίσταμαι,d
ὑμεῖς δὲ τίνες ἐστέ;e
16
καὶ ⸀ἐφαλόμενοςa
⸂ὁ ἄνθρωπος ἐπ’ αὐτοὺς⸃ ἐν ᾧ ἦνb
τὸ πνεῦμα τὸ πονηρὸν ⸂κατακυριεύσαςc
ἀμφοτέρων⸃d
ἴσχυσενe
κατ’ αὐτῶν, ὥστε γυμνοὺςf
καὶ τετραυματισμένουςg
ἐκφυγεῖνh
ἐκ τοῦ οἴκου ἐκείνου.
17
τοῦτο δὲ ἐγένετοa
γνωστὸνb
πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησινc
τοῖς κατοικοῦσινd
τὴν Ἔφεσον,e
καὶ ⸀ἐπέπεσενf
φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετοg
τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.
18
πολλοί τε τῶν πεπιστευκότωνa
ἤρχοντοb
ἐξομολογούμενοιc
καὶ ἀναγγέλλοντεςd
τὰς πράξειςe
αὐτῶν.
19
ἱκανοὶ δὲ τῶν τὰ περίεργαa
πραξάντωνb
συνενέγκαντεςc
τὰς βίβλουςd
κατέκαιονe
ἐνώπιον πάντων· καὶ συνεψήφισανf
τὰς τιμὰς αὐτῶν καὶ εὗρονg
ἀργυρίουh
μυριάδαςi
πέντε.
20
οὕτως κατὰ κράτοςa
⸂τοῦ κυρίου ὁ λόγος⸃ ηὔξανενb
καὶ ἴσχυεν.c
21
Ὡς δὲ ἐπληρώθηa
ταῦτα, ἔθετοb
ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼνc
τὴν Μακεδονίανd
καὶ Ἀχαΐανe
πορεύεσθαιf
εἰς ⸀Ἱεροσόλυμα, εἰπὼνg
ὅτι Μετὰ τὸ γενέσθαιh
με ἐκεῖ δεῖi
με καὶ Ῥώμηνj
ἰδεῖν.k
22
ἀποστείλαςa
δὲ εἰς τὴν Μακεδονίανb
δύο τῶν διακονούντωνc
αὐτῷ, Τιμόθεονd
καὶ Ἔραστον,e
αὐτὸς ἐπέσχενf
χρόνον εἰς τὴν Ἀσίαν.g
23
Ἐγένετοa
δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχοςb
οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
24
Δημήτριοςa
γάρ τις ὀνόματι, ἀργυροκόπος,b
ποιῶνc
ναοὺς ἀργυροῦςd
Ἀρτέμιδοςe
παρείχετοf
τοῖς τεχνίταιςg
⸂οὐκ ὀλίγην ἐργασίαν⸃,h
25
οὓς συναθροίσαςa
καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάταςb
εἶπεν·c
Ἄνδρες, ἐπίστασθεd
ὅτι ἐκ ταύτης τῆς ἐργασίαςe
ἡ εὐπορίαf
⸀ἡμῖν ἐστιν,g
26
καὶ θεωρεῖτεa
καὶ ἀκούετεb
ὅτι οὐ μόνον Ἐφέσουc
ἀλλὰ σχεδὸνd
πάσης τῆς Ἀσίαςe
ὁ Παῦλος οὗτος πείσαςf
μετέστησενg
ἱκανὸν ὄχλον, λέγωνh
ὅτι οὐκ εἰσὶνi
θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.j
27
οὐ μόνον δὲ τοῦτο κινδυνεύειa
ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸνb
ἐλθεῖν,c
ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶςd
⸂Ἀρτέμιδοςe
ἱερὸν⸃ εἰς οὐθὲν λογισθῆναι,f
μέλλεινg
⸀τε καὶ καθαιρεῖσθαιh
⸂τῆς μεγαλειότητος⸃i
αὐτῆς, ἣν ὅλη ἡ Ἀσίαj
καὶ ἡ οἰκουμένηk
σέβεται.l
28
Ἀκούσαντεςa
δὲ καὶ γενόμενοιb
πλήρειςc
θυμοῦd
ἔκραζονe
λέγοντες·f
Μεγάλη ἡ Ἄρτεμιςg
Ἐφεσίων.h
29
καὶ ἐπλήσθηa
ἡ ⸀πόλις τῆς συγχύσεως,b
ὥρμησάνc
τε ὁμοθυμαδὸνd
εἰς τὸ θέατρονe
συναρπάσαντεςf
Γάϊονg
καὶ Ἀρίσταρχονh
Μακεδόνας,i
συνεκδήμουςj
Παύλου.
30
⸂Παύλου δὲ⸃ βουλομένουa
εἰσελθεῖνb
εἰς τὸν δῆμονc
οὐκ εἴωνd
αὐτὸν οἱ μαθηταί·
31
τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν,a
ὄντεςb
αὐτῷ φίλοι,c
πέμψαντεςd
πρὸς αὐτὸν παρεκάλουνe
μὴ δοῦναιf
ἑαυτὸν εἰς τὸ θέατρον.g
32
ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον,a
ἦνb
γὰρ ἡ ἐκκλησία συγκεχυμένη,c
καὶ οἱ πλείους οὐκ ᾔδεισανd
τίνος ἕνεκαe
συνεληλύθεισαν.f
33
ἐκ δὲ τοῦ ὄχλου ⸀συνεβίβασανa
Ἀλέξανδρονb
προβαλόντωνc
αὐτὸν τῶν Ἰουδαίων, ὁ δὲ Ἀλέξανδροςd
κατασείσαςe
τὴν χεῖρα ἤθελενf
ἀπολογεῖσθαιg
τῷ δήμῳ.h
34
ἐπιγνόντεςa
δὲ ὅτι Ἰουδαῖός ἐστινb
φωνὴ ἐγένετοc
μία ἐκ πάντων ⸀ὡς ἐπὶ ὥρας δύο κραζόντων·d
Μεγάλη ἡ Ἄρτεμιςe
Ἐφεσίων.f
35
καταστείλαςa
δὲ ⸂ὁ γραμματεὺς τὸν ὄχλον⸃ φησίν·b
Ἄνδρες Ἐφέσιοι,c
τίς γάρ ἐστινd
⸀ἀνθρώπων ὃς οὐ γινώσκειe
τὴν Ἐφεσίωνf
πόλιν νεωκόρονg
οὖσανh
τῆς ⸀μεγάλης Ἀρτέμιδοςi
καὶ τοῦ διοπετοῦς;j
36
ἀναντιρρήτωνa
οὖν ὄντωνb
τούτων δέονc
ἐστὶνd
ὑμᾶς κατεσταλμένουςe
ὑπάρχεινf
καὶ μηδὲν προπετὲςg
πράσσειν.h
37
ἠγάγετεa
γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλουςb
οὔτε βλασφημοῦνταςc
τὴν θεὸν ⸀ἡμῶν.
38
εἰ μὲν οὖν Δημήτριοςa
καὶ οἱ σὺν αὐτῷ τεχνῖταιb
ἔχουσινc
πρός τινα λόγον, ἀγοραῖοιd
ἄγονταιe
καὶ ἀνθύπατοίf
εἰσιν,g
ἐγκαλείτωσανh
ἀλλήλοις.
39
εἰ δέ τι ⸀περαιτέρωa
ἐπιζητεῖτε,b
ἐν τῇ ἐννόμῳc
ἐκκλησίᾳ ἐπιλυθήσεται.d
40
καὶ γὰρ κινδυνεύομενa
ἐγκαλεῖσθαιb
στάσεωςc
περὶ τῆς σήμερον μηδενὸς αἰτίουd
ὑπάρχοντοςe
περὶ οὗ οὐ δυνησόμεθαf
⸀ἀποδοῦναιg
λόγον ⸀περὶ τῆς συστροφῆςh
ταύτης. καὶ ταῦτα εἰπὼνi
ἀπέλυσενj
τὴν ἐκκλησίαν.