18
⸀Μετὰ ταῦτα ⸀χωρισθεὶςa
ἐκ τῶν Ἀθηνῶνb
ἦλθενc
εἰς Κόρινθον.d
2
καὶ εὑρώνa
τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν,b
Ποντικὸνc
τῷ γένει,d
προσφάτωςe
ἐληλυθόταf
ἀπὸ τῆς Ἰταλίαςg
καὶ Πρίσκιλλανh
γυναῖκα αὐτοῦ διὰ τὸ ⸀διατεταχέναιi
Κλαύδιονj
χωρίζεσθαιk
πάντας τοὺς Ἰουδαίους ⸀ἀπὸ τῆς Ῥώμης,l
προσῆλθενm
αὐτοῖς,
3
καὶ διὰ τὸ ὁμότεχνονa
εἶναιb
ἔμενενc
παρ’ αὐτοῖς καὶ ⸀ἠργάζετο,d
ἦσανe
γὰρ σκηνοποιοὶf
⸂τῇ τέχνῃ⸃.g
4
διελέγετοa
δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθένb
τε Ἰουδαίους καὶ Ἕλληνας.c
5
Ὡς δὲ κατῆλθονa
ἀπὸ τῆς Μακεδονίαςb
ὅ τε Σιλᾶςc
καὶ ὁ Τιμόθεος,d
συνείχετοe
τῷ ⸀λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενοςf
τοῖς Ἰουδαίοις ⸀εἶναιg
τὸν χριστὸν Ἰησοῦν.
6
ἀντιτασσομένωνa
δὲ αὐτῶν καὶ βλασφημούντωνb
ἐκτιναξάμενοςc
τὰ ἱμάτια εἶπενd
πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸςe
ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.f
7
καὶ μεταβὰςa
ἐκεῖθενb
⸀εἰσῆλθενc
εἰς οἰκίαν τινὸς ὀνόματι ⸀Τιτίουd
Ἰούστουe
σεβομένουf
τὸν θεόν, οὗ ἡ οἰκία ἦνg
συνομοροῦσαh
τῇ συναγωγῇ.
8
Κρίσποςa
δὲ ὁ ἀρχισυνάγωγοςb
ἐπίστευσενc
τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίωνd
ἀκούοντεςe
ἐπίστευονf
καὶ ἐβαπτίζοντο.g
9
εἶπενa
δὲ ὁ κύριος ⸂ἐν νυκτὶ δι’ ὁράματος⸃b
τῷ Παύλῳ· Μὴ φοβοῦ,c
ἀλλὰ λάλειd
καὶ μὴ σιωπήσῃς,e
10
διότιa
ἐγώ εἰμιb
μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταίc
σοι τοῦ κακῶσαίd
σε, διότιe
λαός ἐστίf
μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
11
ἐκάθισενa
⸀δὲ ἐνιαυτὸνb
καὶ μῆναςc
ἓξd
διδάσκωνe
ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
12
Γαλλίωνοςa
δὲ ⸂ἀνθυπάτουb
ὄντος⸃c
τῆς Ἀχαΐαςd
κατεπέστησανe
⸂ὁμοθυμαδὸνf
οἱ Ἰουδαῖοι⸃ τῷ Παύλῳ καὶ ἤγαγονg
αὐτὸν ἐπὶ τὸ βῆμα,h
13
λέγοντεςa
ὅτι Παρὰ τὸν νόμον ⸂ἀναπείθειb
οὗτος⸃ τοὺς ἀνθρώπους σέβεσθαιc
τὸν θεόν.
14
μέλλοντοςa
δὲ τοῦ Παύλου ἀνοίγεινb
τὸ στόμα εἶπενc
ὁ Γαλλίωνd
πρὸς τοὺς Ἰουδαίους· Εἰ ⸀μὲν ἦνe
ἀδίκημάf
τι ἢ ῥᾳδιούργημαg
πονηρόν, ὦh
Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμηνi
ὑμῶν·
15
εἰ δὲ ⸀ζητήματάa
ἐστινb
περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθεc
αὐτοί· ⸀κριτὴςd
ἐγὼ τούτων οὐ βούλομαιe
εἶναι.f
16
καὶ ἀπήλασενa
αὐτοὺς ἀπὸ τοῦ βήματος.b
17
ἐπιλαβόμενοιa
δὲ ⸀πάντες Σωσθένηνb
τὸν ἀρχισυνάγωγονc
ἔτυπτονd
ἔμπροσθεν τοῦ βήματος·e
καὶ οὐδὲν τούτων τῷ Γαλλίωνιf
⸀ἔμελεν.g
18
Ὁ δὲ Παῦλος ἔτι προσμείναςa
ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενοςb
ἐξέπλειc
εἰς τὴν Συρίαν,d
καὶ σὺν αὐτῷ Πρίσκιλλαe
καὶ Ἀκύλας,f
κειράμενοςg
⸂ἐν Κεγχρεαῖςh
τὴν κεφαλήν⸃, εἶχενi
γὰρ εὐχήν.j
19
⸀κατήντησανa
δὲ εἰς Ἔφεσον,b
κἀκείνουςc
κατέλιπενd
αὐτοῦ,e
αὐτὸς δὲ εἰσελθὼνf
εἰς τὴν συναγωγὴν ⸀διελέξατοg
τοῖς Ἰουδαίοις.
20
ἐρωτώντωνa
δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον ⸀μεῖναιb
οὐκ ἐπένευσεν,c
21
⸂ἀλλὰ ἀποταξάμενοςa
καὶ⸃ ⸀εἰπών·b
⸀Πάλιν ἀνακάμψωc
πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντοςd
ἀνήχθηe
ἀπὸ τῆς Ἐφέσου,f
22
καὶ κατελθὼνa
εἰς Καισάρειαν,b
ἀναβὰςc
καὶ ἀσπασάμενοςd
τὴν ἐκκλησίαν, κατέβηe
εἰς Ἀντιόχειαν,f
23
καὶ ποιήσαςa
χρόνον τινὰ ἐξῆλθεν,b
διερχόμενοςc
καθεξῆςd
τὴν Γαλατικὴνe
χώρανf
καὶ Φρυγίαν,g
⸀στηρίζωνh
πάντας τοὺς μαθητάς.
24
Ἰουδαῖος δέ τις Ἀπολλῶςa
ὀνόματι, Ἀλεξανδρεὺςb
τῷ γένει,c
ἀνὴρ λόγιος,d
κατήντησενe
εἰς Ἔφεσον,f
δυνατὸς ὢνg
ἐν ταῖς γραφαῖς.
25
οὗτος ἦνa
κατηχημένοςb
τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέωνc
τῷ πνεύματι ἐλάλειd
καὶ ἐδίδασκενe
ἀκριβῶςf
τὰ περὶ τοῦ ⸀Ἰησοῦ, ἐπιστάμενοςg
μόνον τὸ βάπτισμαh
Ἰωάννου.
26
οὗτός τε ἤρξατοa
παρρησιάζεσθαιb
ἐν τῇ συναγωγῇ· ἀκούσαντεςc
δὲ αὐτοῦ ⸂Πρίσκιλλαd
καὶ Ἀκύλας⸃e
προσελάβοντοf
αὐτὸν καὶ ἀκριβέστερονg
αὐτῷ ἐξέθεντοh
τὴν ⸂ὁδὸν τοῦ θεοῦ⸃.
27
βουλομένουa
δὲ αὐτοῦ διελθεῖνb
εἰς τὴν Ἀχαΐανc
προτρεψάμενοιd
οἱ ἀδελφοὶ ἔγραψανe
τοῖς μαθηταῖς ἀποδέξασθαιf
αὐτόν· ὃς παραγενόμενοςg
συνεβάλετοh
πολὺ τοῖς πεπιστευκόσινi
διὰ τῆς χάριτος·
28
εὐτόνωςa
γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετοb
δημοσίᾳc
ἐπιδεικνὺςd
διὰ τῶν γραφῶν εἶναιe
τὸν χριστὸν Ἰησοῦν.