Πράξεις Ἀποστόλων

17
Διοδεύσαντεςa δὲ τὴν Ἀμφίπολινb καὶ ⸀τὴν Ἀπολλωνίανc ἦλθονd εἰς Θεσσαλονίκην,e ὅπου ⸀ἦνf συναγωγὴ τῶν Ἰουδαίων.
2κατὰ δὲ τὸ εἰωθὸςa τῷ Παύλῳ εἰσῆλθενb πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατοc αὐτοῖς ἀπὸ τῶν γραφῶν,
3διανοίγωνa καὶ παρατιθέμενοςb ὅτι τὸν χριστὸν ἔδειc παθεῖνd καὶ ἀναστῆναιe ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστινf ⸂ὁ χριστός, ὁ⸃ Ἰησοῦς ὃν ἐγὼ καταγγέλλωg ὑμῖν.
4καί τινες ἐξ αὐτῶν ἐπείσθησανa καὶ προσεκληρώθησανb τῷ Παύλῳ καὶ τῷ Σιλᾷ,c τῶν τε σεβομένωνd Ἑλλήνωνe ⸂πλῆθος πολὺ⸃ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5⸂ζηλώσαντεςa δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι⸃b τῶν ἀγοραίωνc ⸂ἄνδρας τινὰς⸃ πονηροὺς καὶ ὀχλοποιήσαντεςd ἐθορύβουνe τὴν πόλιν, ⸂καὶ ἐπιστάντες⸃f τῇ οἰκίᾳ Ἰάσονοςg ἐζήτουνh αὐτοὺς ⸀προαγαγεῖνi εἰς τὸν δῆμον·j
6μὴ εὑρόντεςa δὲ αὐτοὺς ⸀ἔσυρονb Ἰάσοναc καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας,d βοῶντεςe ὅτι Οἱ τὴν οἰκουμένηνf ἀναστατώσαντεςg οὗτοι καὶ ἐνθάδεh πάρεισιν,i
7οὓς ὑποδέδεκταιa Ἰάσων·b καὶ οὗτοι πάντες ἀπέναντιc τῶν δογμάτωνd Καίσαροςe πράσσουσι,f βασιλέα ⸂ἕτερον λέγοντες⸃g εἶναιh Ἰησοῦν.
8ἐτάραξανa δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχαςb ἀκούονταςc ταῦτα,
9καὶ λαβόντεςa τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονοςb καὶ τῶν λοιπῶν ἀπέλυσανc αὐτούς.
10Οἱ δὲ ἀδελφοὶ εὐθέως ⸀διὰ νυκτὸς ἐξέπεμψανa τόν τε Παῦλον καὶ τὸν Σιλᾶνb εἰς Βέροιαν,c οἵτινες παραγενόμενοιd εἰς τὴν συναγωγὴν ⸂τῶν Ἰουδαίων ἀπῄεσαν⸃·e
11οὗτοι δὲ ἦσανa εὐγενέστεροιb τῶν ἐν Θεσσαλονίκῃ,c οἵτινες ἐδέξαντοd τὸν λόγον μετὰ πάσης προθυμίας,e ⸀τὸ καθ’ ἡμέραν ἀνακρίνοντεςf τὰς γραφὰς εἰ ἔχοιg ταῦτα οὕτως.
12πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν,a καὶ τῶν Ἑλληνίδωνb γυναικῶν τῶν εὐσχημόνωνc καὶ ἀνδρῶν οὐκ ὀλίγοι.
13ὡς δὲ ἔγνωσανa οἱ ἀπὸ τῆς Θεσσαλονίκηςb Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳc κατηγγέληd ὑπὸ τοῦ Παύλου λόγος τοῦ θεοῦ, ἦλθονe κἀκεῖf σαλεύοντεςg ⸂καὶ ταράσσοντες⸃h τοὺς ὄχλους.
14εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλανa οἱ ἀδελφοὶ πορεύεσθαιb ⸀ἕως ἐπὶ τὴν θάλασσαν· ⸂ὑπέμεινάνc τε⸃ τε Σιλᾶςd καὶ Τιμόθεοςe ἐκεῖ.
15οἱ δὲ ⸀καθιστάνοντεςa τὸν Παῦλον ⸀ἤγαγονb ἕως Ἀθηνῶν,c καὶ λαβόντεςd ἐντολὴν πρὸς τὸν Σιλᾶνe καὶ ⸀τὸν Τιμόθεονf ἵνα ὡς τάχισταg ἔλθωσινh πρὸς αὐτὸν ἐξῄεσαν.i
16Ἐν δὲ ταῖς Ἀθήναιςa ἐκδεχομένουb αὐτοὺς τοῦ Παύλου, παρωξύνετοc τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ ⸀θεωροῦντοςd κατείδωλονe οὖσανf τὴν πόλιν.
17διελέγετοa μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοιςb καὶ ἐν τῇ ἀγορᾷc κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.d
18τινὲς δὲ καὶ τῶν Ἐπικουρείωνa ⸀καὶ Στοϊκῶνb φιλοσόφωνc συνέβαλλονd αὐτῷ, καί τινες ἔλεγον·e Τί ἂν θέλοιf σπερμολόγοςg οὗτος λέγειν;h οἱ δέ· Ξένωνi δαιμονίων δοκεῖj καταγγελεὺςk εἶναι·l ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.m
19ἐπιλαβόμενοίa ⸀τε αὐτοῦ ἐπὶ τὸν Ἄρειονb Πάγονc ἤγαγον,d λέγοντες·e Δυνάμεθαf γνῶναιg τίς καινὴ αὕτη ὑπὸ σοῦ λαλουμένηh διδαχή;
20ξενίζονταa γάρ τινα εἰσφέρειςb εἰς τὰς ἀκοὰςc ἡμῶν· βουλόμεθαd οὖν γνῶναιe ⸂τίνα θέλει⸃f ταῦτα εἶναι.g
21Ἀθηναῖοιa δὲ πάντες καὶ οἱ ἐπιδημοῦντεςb ξένοιc εἰς οὐδὲν ἕτερον ηὐκαίρουνd λέγεινe τι ⸀ἢ ἀκούεινf ⸀τι καινότερον.
22Σταθεὶςa ⸀δὲ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείουb Πάγουc ἔφη·d Ἄνδρες Ἀθηναῖοι,e κατὰ πάντα ὡς δεισιδαιμονεστέρουςf ὑμᾶς θεωρῶ·g
23διερχόμενοςa γὰρ καὶ ἀναθεωρῶνb τὰ σεβάσματαc ὑμῶν εὗρονd καὶ βωμὸνe ἐν ἐπεγέγραπτο·f Ἀγνώστῳg θεῷ. ⸀ὃ οὖν ἀγνοοῦντεςh εὐσεβεῖτε,i ⸀τοῦτο ἐγὼ καταγγέλλωj ὑμῖν.
24 θεὸς ποιήσαςa τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ⸂ὑπάρχωνb κύριος⸃ οὐκ ἐν χειροποιήτοιςc ναοῖς κατοικεῖd
25οὐδὲ ὑπὸ χειρῶν ⸀ἀνθρωπίνωνa θεραπεύεταιb προσδεόμενόςc τινος, αὐτὸς διδοὺςd πᾶσι ζωὴν καὶ πνοὴνe ⸂καὶ τὰ⸃ πάντα·
26ἐποίησένa τε ἐξ ⸀ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖνb ἐπὶ ⸂παντὸς προσώπου⸃ τῆς γῆς, ὁρίσαςc προστεταγμένουςd καιροὺς καὶ τὰς ὁροθεσίαςe τῆς κατοικίαςf αὐτῶν,
27ζητεῖνa τὸν ⸀θεὸν εἰ ἄρα γεb ψηλαφήσειανc αὐτὸν καὶ εὕροιεν,d καί γεe οὐ μακρὰνf ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.g
28ἐν αὐτῷ γὰρ ζῶμενa καὶ κινούμεθαb καὶ ἐσμέν,c ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶνd εἰρήκασιν·e Τοῦ γὰρ καὶ γένοςf ἐσμέν.g
29γένοςa οὖν ὑπάρχοντεςb τοῦ θεοῦ οὐκ ὀφείλομενc νομίζεινd χρυσῷe ἀργύρῳf λίθῳ, χαράγματιg τέχνηςh καὶ ἐνθυμήσεωςi ἀνθρώπου, τὸ θεῖονj εἶναιk ὅμοιον.
30τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίαςa ὑπεριδὼνb θεὸς τὰ νῦν ⸀παραγγέλλειc τοῖς ἀνθρώποις ⸀πάντας πανταχοῦd μετανοεῖν,e
31⸀καθότιa ἔστησενb ἡμέραν ἐν μέλλειc κρίνεινd τὴν οἰκουμένηνe ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ὥρισεν,f πίστιν παρασχὼνg πᾶσιν ἀναστήσαςh αὐτὸν ἐκ νεκρῶν.
32Ἀκούσαντεςa δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζονb οἱ δὲ εἶπανc Ἀκουσόμεθάd σου ⸂περὶ τούτου καὶ πάλιν⸃.
33⸀οὕτως Παῦλος ἐξῆλθενa ἐκ μέσου αὐτῶν·
34τινὲς δὲ ἄνδρες κολληθέντεςa αὐτῷ ἐπίστευσαν,b ἐν οἷς καὶ Διονύσιοςc Ἀρεοπαγίτηςd καὶ γυνὴ ὀνόματι Δάμαριςe καὶ ἕτεροι σὺν αὐτοῖς.