Πράξεις Ἀποστόλων

16
Κατήντησενa δὲ ⸀καὶ εἰς Δέρβηνb καὶ ⸀εἰς Λύστραν.c καὶ ἰδοὺ μαθητής τις ἦνd ἐκεῖ ὀνόματι Τιμόθεος,e υἱὸς ⸀γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος,f
2ὃς ἐμαρτυρεῖτοa ὑπὸ τῶν ἐν Λύστροιςb καὶ Ἰκονίῳc ἀδελφῶν·
3τοῦτον ἠθέλησενa Παῦλος σὺν αὐτῷ ἐξελθεῖν,b καὶ λαβὼνc περιέτεμενd αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄνταςe ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισανf γὰρ ἅπαντες ⸂ὅτι Ἕλληνg πατὴρ αὐτοῦ⸃ ὑπῆρχεν.h
4ὡς δὲ διεπορεύοντοa τὰς πόλεις, ⸀παρεδίδοσανb αὐτοῖς φυλάσσεινc τὰ δόγματαd τὰ κεκριμέναe ὑπὸ τῶν ἀποστόλων ⸀καὶ πρεσβυτέρων τῶν ἐν ⸀Ἱεροσολύμοις.
5αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντοa τῇ πίστει καὶ ἐπερίσσευονb τῷ ἀριθμῷc καθ’ ἡμέραν.
6⸀Διῆλθονa δὲ τὴν Φρυγίανb ⸀καὶ Γαλατικὴνc χώραν,d κωλυθέντεςe ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαιf τὸν λόγον ἐν τῇ Ἀσίᾳ,g
7ἐλθόντεςa ⸀δὲ κατὰ τὴν Μυσίανb ἐπείραζονc ⸀εἰς τὴν Βιθυνίανd ⸀πορευθῆναιe καὶ οὐκ εἴασενf αὐτοὺς τὸ πνεῦμα ⸀Ἰησοῦ·
8παρελθόντεςa δὲ τὴν Μυσίανb κατέβησανc εἰς Τρῳάδα.d
9καὶ ὅραμαa ⸀διὰ νυκτὸς ⸂τῷ Παύλῳ ὤφθη⸃,b ἀνὴρ ⸂Μακεδώνc τις ἦν⸃d ἑστὼςe ⸀καὶ παρακαλῶνf αὐτὸν καὶ λέγων·g Διαβὰςh εἰς Μακεδονίανi βοήθησονj ἡμῖν.
10ὡς δὲ τὸ ὅραμαa εἶδεν,b εὐθέως ἐζητήσαμενc ἐξελθεῖνd ⸀εἰς Μακεδονίαν,e συμβιβάζοντεςf ὅτι προσκέκληταιg ἡμᾶς ⸀θεὸς εὐαγγελίσασθαιh αὐτούς.
11Ἀναχθέντεςa ⸀οὖν ⸀ἀπὸ Τρῳάδοςb εὐθυδρομήσαμενc εἰς Σαμοθρᾴκην,d τῇ ⸀δὲ ἐπιούσῃe εἰς ⸂Νέανf Πόλιν⸃,
12⸀κἀκεῖθενa εἰς Φιλίππους,b ἥτις ἐστὶνc ⸂πρώτη τῆς μερίδος⸃d Μακεδονίαςe πόλις, κολωνία.f ἦμενg δὲ ἐν ⸀ταύτῃ τῇ πόλει διατρίβοντεςh ἡμέρας τινάς.
13τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομενa ἔξω τῆς ⸀πύληςb παρὰ ποταμὸνc οὗ ⸂ἐνομίζομενd προσευχὴν⸃ εἶναι,e καὶ καθίσαντεςf ἐλαλοῦμενg ταῖς συνελθούσαιςh γυναιξίν.
14καί τις γυνὴ ὀνόματι Λυδία,a πορφυρόπωλιςb πόλεως Θυατείρωνc σεβομένηd τὸν θεόν, ἤκουεν,e ἧς κύριος διήνοιξενf τὴν καρδίαν προσέχεινg τοῖς λαλουμένοιςh ὑπὸ ⸀τοῦ Παύλου.
15ὡς δὲ ἐβαπτίσθηa καὶ οἶκος αὐτῆς, παρεκάλεσενb λέγουσα·c Εἰ κεκρίκατέd με πιστὴν τῷ κυρίῳ εἶναι,e εἰσελθόντεςf εἰς τὸν οἶκόν μου ⸀μένετε·g καὶ παρεβιάσατοh ἡμᾶς.
16Ἐγένετοa δὲ πορευομένωνb ἡμῶν εἰς ⸀τὴν προσευχὴν παιδίσκηνc τινὰ ἔχουσανd πνεῦμα ⸀πύθωναe ⸀ὑπαντῆσαιf ἡμῖν, ἥτις ἐργασίανg πολλὴν παρεῖχενh τοῖς κυρίοις αὐτῆς μαντευομένη·i
17αὕτη ⸀κατακολουθοῦσαa τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζενb λέγουσα·c Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστουd εἰσίν,e οἵτινες καταγγέλλουσινf ⸀ὑμῖν ὁδὸν σωτηρίας.
18τοῦτο δὲ ἐποίειa ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶςb ⸀δὲ Παῦλος καὶ ἐπιστρέψαςc τῷ πνεύματι εἶπεν·d Παραγγέλλωe σοι ⸀ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖνf ἀπ’ αὐτῆς· καὶ ἐξῆλθενg αὐτῇ τῇ ὥρᾳ.
19Ἰδόντεςa δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθενb ἐλπὶς τῆς ἐργασίαςc αὐτῶν ἐπιλαβόμενοιd τὸν Παῦλον καὶ τὸν Σιλᾶνe εἵλκυσανf εἰς τὴν ἀγορὰνg ἐπὶ τοὺς ἄρχοντας,
20καὶ προσαγαγόντεςa αὐτοὺς τοῖς στρατηγοῖςb εἶπαν·c Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσινd ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες,e
21καὶ καταγγέλλουσινa ἔθηb οὐκ ἔξεστινc ἡμῖν παραδέχεσθαιd οὐδὲ ποιεῖνe Ῥωμαίοιςf οὖσιν.g
22καὶ συνεπέστηa ὄχλος κατ’ αὐτῶν, καὶ οἱ στρατηγοὶb περιρήξαντεςc αὐτῶν τὰ ἱμάτια ἐκέλευονd ῥαβδίζειν,e
23πολλάς ⸀τε ἐπιθέντεςa αὐτοῖς πληγὰςb ἔβαλονc εἰς φυλακήν, παραγγείλαντεςd τῷ δεσμοφύλακιe ἀσφαλῶςf τηρεῖνg αὐτούς·
24ὃς παραγγελίανa τοιαύτην ⸀λαβὼνb ἔβαλενc αὐτοὺς εἰς τὴν ἐσωτέρανd φυλακὴν καὶ τοὺς πόδας ⸂ἠσφαλίσατοe αὐτῶν⸃ εἰς τὸ ξύλον.f
25Κατὰ δὲ τὸ μεσονύκτιονa Παῦλος καὶ Σιλᾶςb προσευχόμενοιc ὕμνουνd τὸν θεόν, ἐπηκροῶντοe δὲ αὐτῶν οἱ δέσμιοι·f
26ἄφνωa δὲ σεισμὸςb ἐγένετοc μέγας ὥστε σαλευθῆναιd τὰ θεμέλιαe τοῦ δεσμωτηρίου,f ἠνεῴχθησανg ⸀δὲ παραχρῆμαh αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰi ἀνέθη.j
27ἔξυπνοςa δὲ γενόμενοςb δεσμοφύλαξc καὶ ἰδὼνd ἀνεῳγμέναςe τὰς θύρας τῆς φυλακῆς σπασάμενοςf ⸀τὴν μάχαιρανg ἤμελλενh ἑαυτὸν ἀναιρεῖν,i νομίζωνj ἐκπεφευγέναιk τοὺς δεσμίους.l
28ἐφώνησενa δὲ ⸂φωνῇ μεγάλῃ Παῦλος⸃ λέγων·b Μηδὲν πράξῃςc σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμενd ἐνθάδε.e
29αἰτήσαςa δὲ φῶτα εἰσεπήδησενb καὶ ἔντρομοςc γενόμενοςd προσέπεσενe τῷ Παύλῳ καὶ ⸀τῷ Σιλᾷ,f
30καὶ προαγαγὼνa αὐτοὺς ἔξω ἔφη·b Κύριοι, τί με δεῖc ποιεῖνd ἵνα σωθῶ;e
31οἱ δὲ εἶπαν·a Πίστευσονb ἐπὶ τὸν κύριον ⸀Ἰησοῦν, καὶ σωθήσῃc σὺ καὶ οἶκός σου.
32καὶ ἐλάλησανa αὐτῷ τὸν λόγον τοῦ ⸀κυρίου ⸀σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
33καὶ παραλαβὼνa αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσενb ἀπὸ τῶν πληγῶν,c καὶ ἐβαπτίσθηd αὐτὸς καὶ οἱ αὐτοῦ ⸀πάντες παραχρῆμα,e
34ἀναγαγώνa τε αὐτοὺς εἰς τὸν ⸀οἶκον παρέθηκενb τράπεζανc καὶ ⸀ἠγαλλιάσατοd πανοικεὶe πεπιστευκὼςf τῷ θεῷ.
35Ἡμέρας δὲ γενομένηςa ἀπέστειλανb οἱ στρατηγοὶc τοὺς ῥαβδούχουςd λέγοντες·e Ἀπόλυσονf τοὺς ἀνθρώπους ἐκείνους.
36ἀπήγγειλενa δὲ δεσμοφύλαξb τοὺς λόγους ⸀τούτους πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκανc οἱ στρατηγοὶd ἵνα ἀπολυθῆτε·e νῦν οὖν ἐξελθόντεςf πορεύεσθεg ἐν εἰρήνῃ.
37 δὲ Παῦλος ἔφηa πρὸς αὐτούς· Δείραντεςb ἡμᾶς δημοσίᾳc ἀκατακρίτους,d ἀνθρώπους Ῥωμαίουςe ὑπάρχοντας,f ἔβαλανg εἰς φυλακήν· καὶ νῦν λάθρᾳh ἡμᾶς ἐκβάλλουσιν;i οὐ γάρ, ἀλλὰ ἐλθόντεςj αὐτοὶ ⸀ἡμᾶς ἐξαγαγέτωσαν.k
38⸀ἀπήγγειλανa δὲ τοῖς στρατηγοῖςb οἱ ῥαβδοῦχοιc τὰ ῥήματα ταῦτα· ⸂ἐφοβήθησανd δὲ⸃ ἀκούσαντεςe ὅτι Ῥωμαῖοίf εἰσιν,g
39καὶ ἐλθόντεςa παρεκάλεσανb αὐτούς, καὶ ἐξαγαγόντεςc ἠρώτωνd ⸂ἀπελθεῖνe ἀπὸ⸃ τῆς πόλεως.
40ἐξελθόντεςa δὲ ⸀ἀπὸ τῆς φυλακῆς εἰσῆλθονb πρὸς τὴν Λυδίαν,c καὶ ἰδόντεςd ⸂παρεκάλεσανe τοὺς ἀδελφοὺς⸃ καὶ ἐξῆλθαν.f