Πράξεις Ἀποστόλων

14
Ἐγένετοa δὲ ἐν Ἰκονίῳb κατὰ τὸ αὐτὸ εἰσελθεῖνc αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαιd οὕτως ὥστε πιστεῦσαιe Ἰουδαίων τε καὶ Ἑλλήνωνf πολὺ πλῆθος.
2οἱ δὲ ⸀ἀπειθήσαντεςa Ἰουδαῖοι ἐπήγειρανb καὶ ἐκάκωσανc τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
3ἱκανὸν μὲν οὖν χρόνον διέτριψανa παρρησιαζόμενοιb ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντιc ⸀τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντιd σημεῖα καὶ τέραταe γίνεσθαιf διὰ τῶν χειρῶν αὐτῶν.
4ἐσχίσθηa δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσανb σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
5ὡς δὲ ἐγένετοa ὁρμὴb τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαιc καὶ λιθοβολῆσαιd αὐτούς,
6συνιδόντεςa κατέφυγονb εἰς τὰς πόλεις τῆς Λυκαονίαςc Λύστρανd καὶ Δέρβηνe καὶ τὴν περίχωρον,f
7κἀκεῖa ⸂εὐαγγελιζόμενοιb ἦσαν⸃.c
8Καί τις ἀνὴρ ⸂ἀδύνατοςa ἐν Λύστροις⸃b τοῖς ποσὶν ἐκάθητο,c χωλὸςd ἐκ κοιλίαςe μητρὸς ⸀αὐτοῦ, ὃς οὐδέποτεf ⸀περιεπάτησεν.g
9οὗτος ⸀ἤκουσενa τοῦ Παύλου λαλοῦντος·b ὃς ἀτενίσαςc αὐτῷ καὶ ἰδὼνd ὅτι ⸂ἔχειe πίστιν⸃ τοῦ σωθῆναιf
10εἶπενa ⸀μεγάλῃ φωνῇ· Ἀνάστηθιb ἐπὶ τοὺς πόδας σου ⸀ὀρθός·c καὶ ⸀ἥλατοd καὶ περιεπάτει.e
11οἵ ⸀τε ὄχλοι ἰδόντεςa ⸀ἐποίησενb Παῦλος ἐπῆρανc τὴν φωνὴν αὐτῶν Λυκαονιστὶd λέγοντες·e Οἱ θεοὶ ὁμοιωθέντεςf ἀνθρώποις κατέβησανg πρὸς ἡμᾶς
12ἐκάλουνa τε ⸀τὸν Βαρναβᾶνb Δία,c τὸν δὲ Παῦλον Ἑρμῆν,d ἐπειδὴe αὐτὸς ἦνf ἡγούμενοςg τοῦ λόγου.
13 ⸀τε ἱερεὺς τοῦ Διὸςa τοῦ ὄντοςb πρὸ τῆς ⸀πόλεως ταύρουςc καὶ στέμματαd ἐπὶ τοὺς πυλῶναςe ἐνέγκαςf σὺν τοῖς ὄχλοις ἤθελενg θύειν.h
14ἀκούσαντεςa δὲ οἱ ἀπόστολοι Βαρναβᾶςb καὶ Παῦλος, διαρρήξαντεςc τὰ ἱμάτια ⸀αὐτῶν ⸀ἐξεπήδησανd εἰς τὸν ὄχλον κράζοντεςe
15καὶ λέγοντες·a Ἄνδρες, τί ταῦτα ποιεῖτε;b καὶ ἡμεῖς ὁμοιοπαθεῖςc ἐσμενd ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοιe ὑμᾶς ἀπὸ τούτων τῶν ματαίωνf ἐπιστρέφεινg ἐπὶ ⸀θεὸν ζῶνταh ὃς ἐποίησενi τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
16ὃς ἐν ταῖς παρῳχημέναιςa γενεαῖς εἴασενb πάντα τὰ ἔθνη πορεύεσθαιc ταῖς ὁδοῖς αὐτῶν·
17⸀καίτοιa οὐκ ἀμάρτυρονb ⸀αὑτὸν ἀφῆκενc ⸀ἀγαθουργῶν,d οὐρανόθενe ὑμῖν ὑετοὺςf διδοὺςg καὶ καιροὺς καρποφόρους,h ἐμπιπλῶνi τροφῆςj καὶ εὐφροσύνηςk τὰς καρδίας ⸀ὑμῶν.
18καὶ ταῦτα λέγοντεςa μόλιςb κατέπαυσανc τοὺς ὄχλους τοῦ μὴ θύεινd αὐτοῖς.
19Ἐπῆλθανa δὲ ἀπὸ Ἀντιοχείαςb καὶ Ἰκονίουc Ἰουδαῖοι, καὶ πείσαντεςd τοὺς ὄχλους καὶ λιθάσαντεςe τὸν Παῦλον ἔσυρονf ἔξω τῆς πόλεως, ⸀νομίζοντεςg αὐτὸν τεθνηκέναι.h
20κυκλωσάντωνa δὲ ⸂τῶν μαθητῶν αὐτὸν⸃ ἀναστὰςb εἰσῆλθενc εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριονd ἐξῆλθενe σὺν τῷ Βαρναβᾷf εἰς Δέρβην.g
21Εὐαγγελισάμενοίa τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντεςb ἱκανοὺς ὑπέστρεψανc εἰς τὴν Λύστρανd καὶ ⸀εἰς Ἰκόνιονe καὶ ⸁εἰς Ἀντιόχειαν,f
22ἐπιστηρίζοντεςa τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντεςb ἐμμένεινc τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖd ἡμᾶς εἰσελθεῖνe εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
23χειροτονήσαντεςa δὲ αὐτοῖς ⸂κατ’ ἐκκλησίαν πρεσβυτέρους⸃ προσευξάμενοιb μετὰ νηστειῶνc παρέθεντοd αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.e
24καὶ διελθόντεςa τὴν Πισιδίανb ἦλθονc εἰς ⸀τὴν Παμφυλίαν,d
25καὶ λαλήσαντεςa ἐν Πέργῃb τὸν λόγον κατέβησανc εἰς Ἀττάλειαν,d
26κἀκεῖθενa ἀπέπλευσανb εἰς Ἀντιόχειαν,c ὅθενd ἦσανe παραδεδομένοιf τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ἐπλήρωσαν.g
27παραγενόμενοιa δὲ καὶ συναγαγόντεςb τὴν ἐκκλησίαν ⸀ἀνήγγελλονc ὅσα ἐποίησενd θεὸς μετ’ αὐτῶν καὶ ὅτι ἤνοιξενe τοῖς ἔθνεσιν θύραν πίστεως.
28διέτριβονa ⸀δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.