13
Ἦσανa
⸀δὲ ἐν Ἀντιοχείᾳb
κατὰ τὴν οὖσανc
ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶςd
καὶ Συμεὼνe
ὁ καλούμενοςf
Νίγερ,g
καὶ Λούκιοςh
ὁ Κυρηναῖος,i
Μαναήνj
τε Ἡρῴδου τοῦ τετραάρχουk
σύντροφοςl
καὶ Σαῦλος.m
2
λειτουργούντωνa
δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντωνb
εἶπενc
τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατεd
δήe
μοι τὸν Βαρναβᾶνf
⸀καὶ Σαῦλονg
εἰς τὸ ἔργον ὃ προσκέκλημαιh
αὐτούς.
3
τότε νηστεύσαντεςa
καὶ προσευξάμενοιb
καὶ ἐπιθέντεςc
τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.d
4
⸀Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντεςa
ὑπὸ τοῦ ⸂ἁγίου πνεύματος⸃ κατῆλθονb
⸀εἰς Σελεύκειαν,c
ἐκεῖθένd
⸀τε ἀπέπλευσανe
⸁εἰς Κύπρον,f
5
καὶ γενόμενοιa
ἐν Σαλαμῖνιb
κατήγγελλονc
τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχονd
δὲ καὶ Ἰωάννην ὑπηρέτην.e
6
διελθόντεςa
δὲ ⸀ὅλην τὴν νῆσονb
ἄχρι Πάφουc
εὗρονd
⸀ἄνδρα τινὰ μάγονe
ψευδοπροφήτηνf
Ἰουδαῖον ᾧ ὄνομα ⸀Βαριησοῦ,g
7
ὃς ἦνa
σὺν τῷ ἀνθυπάτῳb
Σεργίῳc
Παύλῳ, ἀνδρὶ συνετῷ.d
οὗτος προσκαλεσάμενοςe
Βαρναβᾶνf
καὶ Σαῦλονg
ἐπεζήτησενh
ἀκοῦσαιi
τὸν λόγον τοῦ θεοῦ·
8
ἀνθίστατοa
δὲ αὐτοῖς Ἐλύμαςb
ὁ μάγος,c
οὕτως γὰρ μεθερμηνεύεταιd
τὸ ὄνομα αὐτοῦ, ζητῶνe
διαστρέψαιf
τὸν ἀνθύπατονg
ἀπὸ τῆς πίστεως.
9
Σαῦλοςa
δέ, ὁ καὶ Παῦλος, πλησθεὶςb
πνεύματος ⸀ἁγίου ἀτενίσαςc
εἰς αὐτὸν
10
εἶπεν·a
Ὦb
πλήρηςc
παντὸς δόλουd
καὶ πάσης ῥᾳδιουργίας,e
υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃf
διαστρέφωνg
τὰς ⸀ὁδοὺς κυρίου τὰς εὐθείας;
11
καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃa
τυφλὸς μὴ βλέπωνb
τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμαc
⸀δὲ ⸀ἔπεσενd
ἐπ’ αὐτὸν ἀχλὺςe
καὶ σκότος, καὶ περιάγωνf
ἐζήτειg
χειραγωγούς.h
12
τότε ἰδὼνa
ὁ ἀνθύπατοςb
τὸ γεγονὸςc
ἐπίστευσενd
ἐκπλησσόμενοςe
ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
13
Ἀναχθέντεςa
δὲ ἀπὸ τῆς Πάφουb
οἱ ⸀περὶ Παῦλον ἦλθονc
εἰς Πέργηνd
τῆς Παμφυλίας·e
Ἰωάννης δὲ ἀποχωρήσαςf
ἀπ’ αὐτῶν ὑπέστρεψενg
εἰς Ἱεροσόλυμα.
14
αὐτοὶ δὲ διελθόντεςa
ἀπὸ τῆς Πέργηςb
παρεγένοντοc
εἰς Ἀντιόχειανd
⸂τὴν Πισιδίαν⸃,e
καὶ ⸀εἰσελθόντεςf
εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.g
15
μετὰ δὲ τὴν ἀνάγνωσινa
τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλανb
οἱ ἀρχισυνάγωγοιc
πρὸς αὐτοὺς λέγοντες·d
Ἄνδρες ἀδελφοί, εἴ ⸀τίς ἐστινe
⸂ἐν ὑμῖν λόγος⸃ παρακλήσεωςf
πρὸς τὸν λαόν, λέγετε.g
16
ἀναστὰςa
δὲ Παῦλος καὶ κατασείσαςb
τῇ χειρὶ εἶπεν·c
Ἄνδρες Ἰσραηλῖταιd
καὶ οἱ φοβούμενοιe
τὸν θεόν, ἀκούσατε.f
17
ὁ θεὸς τοῦ λαοῦ τούτου ⸀Ἰσραὴλ ἐξελέξατοa
τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσενb
ἐν τῇ παροικίᾳc
ἐν γῇ ⸀Αἰγύπτου,d
καὶ μετὰ βραχίονοςe
ὑψηλοῦf
ἐξήγαγενg
αὐτοὺς ἐξ αὐτῆς,
18
καί, ὡς τεσσερακονταετῆa
χρόνον ἐτροποφόρησενb
αὐτοὺς ἐν τῇ ἐρήμῳ,
19
⸀καὶ καθελὼνa
ἔθνη ἑπτὰ ἐν γῇ Χανάανb
⸀κατεκληρονόμησενc
τὴν γῆν αὐτῶν
20
⸂ὡς ἔτεσι τετρακοσίοιςa
καὶ πεντήκοντα.b
καὶ μετὰ ταῦτα⸃ ἔδωκενc
κριτὰςd
ἕως Σαμουὴλe
⸀τοῦ προφήτου.
21
κἀκεῖθενa
ᾐτήσαντοb
βασιλέα, καὶ ἔδωκενc
αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλd
υἱὸν Κίς,e
ἄνδρα ἐκ φυλῆς Βενιαμίν,f
ἔτη τεσσεράκοντα·g
22
καὶ μεταστήσαςa
αὐτὸν ἤγειρενb
⸂τὸν Δαυὶδ αὐτοῖς⸃ εἰς βασιλέα, ᾧ καὶ εἶπενc
μαρτυρήσας·d
Εὗρονe
Δαυὶδ τὸν τοῦ Ἰεσσαί,f
ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσειg
πάντα τὰ θελήματά μου.
23
τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγενa
τῷ Ἰσραὴλ ⸂σωτῆραb
Ἰησοῦν⸃,
24
προκηρύξαντοςa
Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδουb
αὐτοῦ βάπτισμαc
μετανοίαςd
⸂παντὶ τῷ λαῷ⸃ Ἰσραήλ.
25
ὡς δὲ ἐπλήρουa
⸀Ἰωάννης τὸν δρόμον,b
ἔλεγεν·c
⸂Τί ἐμὲ⸃ ὑπονοεῖτεd
εἶναι;e
οὐκ εἰμὶf
ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεταιg
μετ’ ἐμὲ οὗ οὐκ εἰμὶh
ἄξιος τὸ ὑπόδημαi
τῶν ποδῶν λῦσαι.j
26
Ἄνδρες ἀδελφοί, υἱοὶ γένουςa
Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοιb
τὸν θεόν, ⸀ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ⸀ἐξαπεστάλη.c
27
οἱ γὰρ κατοικοῦντεςa
ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντεςb
καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομέναςc
κρίναντεςd
ἐπλήρωσαν,e
28
καὶ μηδεμίαν αἰτίανa
θανάτου εὑρόντεςb
ᾐτήσαντοc
Πιλᾶτον ἀναιρεθῆναιd
αὐτόν·
29
ὡς δὲ ἐτέλεσανa
πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα,b
καθελόντεςc
ἀπὸ τοῦ ξύλουd
ἔθηκανe
εἰς μνημεῖον.
30
ὁ δὲ θεὸς ἤγειρενa
αὐτὸν ἐκ νεκρῶν·
31
ὃς ὤφθηa
ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσινb
αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες ⸀νῦν εἰσὶc
μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
32
καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθαa
τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένηνb
33
ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκενa
τοῖς τέκνοις ⸀ἡμῶν ἀναστήσαςb
Ἰησοῦν, ὡς καὶ ἐν τῷ ⸂ψαλμῷc
γέγραπταιd
τῷ δευτέρῳ⸃· Υἱός μου εἶe
σύ, ἐγὼ σήμερον γεγέννηκάf
σε.
34
ὅτι δὲ ἀνέστησενa
αὐτὸν ἐκ νεκρῶν μηκέτιb
μέλλονταc
ὑποστρέφεινd
εἰς διαφθοράν,e
οὕτως εἴρηκενf
ὅτι Δώσωg
ὑμῖν τὰ ὅσιαh
Δαυὶδ τὰ πιστά.
35
⸀διότιa
καὶ ἐν ἑτέρῳ λέγει·b
Οὐ δώσειςc
τὸν ὅσιόνd
σου ἰδεῖνe
διαφθοράν·f
36
Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσαςa
τῇ τοῦ θεοῦ βουλῇb
ἐκοιμήθηc
καὶ προσετέθηd
πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδενe
διαφθοράν,f
37
ὃν δὲ ὁ θεὸς ἤγειρενa
οὐκ εἶδενb
διαφθοράν.c
38
γνωστὸνa
οὖν ἔστωb
ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσιςc
ἁμαρτιῶν καταγγέλλεται,d
καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητεe
⸀ἐν νόμῳ Μωϋσέως δικαιωθῆναιf
39
ἐν τούτῳ πᾶς ὁ πιστεύωνa
δικαιοῦται.b
40
βλέπετεa
οὖν μὴ ⸀ἐπέλθῃb
τὸ εἰρημένονc
ἐν τοῖς προφήταις·
41
Ἴδετε,a
οἱ καταφρονηταί,b
καὶ θαυμάσατεc
καὶ ἀφανίσθητε,d
ὅτι ἔργον ⸂ἐργάζομαιe
ἐγὼ⸃ ἐν ταῖς ἡμέραις ὑμῶν, ⸀ἔργον ὃ οὐ μὴ πιστεύσητεf
ἐάν τις ἐκδιηγῆταιg
ὑμῖν.
42
Ἐξιόντωνa
δὲ ⸀αὐτῶν ⸀παρεκάλουνb
εἰς τὸ μεταξὺc
σάββατον λαληθῆναιd
αὐτοῖς τὰ ῥήματα ⸀ταῦτα.
43
λυθείσηςa
δὲ τῆς συναγωγῆς ἠκολούθησανb
πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένωνc
προσηλύτωνd
τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ,e
οἵτινες προσλαλοῦντεςf
⸀αὐτοῖς ἔπειθον·g
αὐτοὺς ⸀προσμένεινh
τῇ χάριτι τοῦ θεοῦ.
44
Τῷ ⸀δὲ ἐρχομένῳa
σαββάτῳ σχεδὸνb
πᾶσα ἡ πόλις συνήχθηc
ἀκοῦσαιd
τὸν λόγον τοῦ ⸀κυρίου.
45
ἰδόντεςa
δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησανb
ζήλουc
καὶ ἀντέλεγονd
τοῖς ⸀ὑπὸ Παύλου ⸀λαλουμένοιςe
⸀βλασφημοῦντες.f
46
παρρησιασάμενοίa
⸀τε ὁ Παῦλος καὶ ὁ Βαρναβᾶςb
εἶπαν·c
Ὑμῖν ἦνd
ἀναγκαῖονe
πρῶτον λαληθῆναιf
τὸν λόγον τοῦ θεοῦ· ⸀ἐπειδὴg
ἀπωθεῖσθεh
αὐτὸν καὶ οὐκ ἀξίους κρίνετεi
ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθαj
εἰς τὰ ἔθνη·
47
οὕτως γὰρ ἐντέταλταιa
ἡμῖν ὁ κύριος· Τέθεικάb
σε εἰς φῶς ἐθνῶν τοῦ εἶναίc
σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
48
ἀκούονταa
δὲ τὰ ἔθνη ⸀ἔχαιρονb
καὶ ἐδόξαζονc
τὸν λόγον τοῦ ⸀κυρίου, καὶ ἐπίστευσανd
ὅσοι ἦσανe
τεταγμένοιf
εἰς ζωὴν αἰώνιον·
49
διεφέρετοa
δὲ ὁ λόγος τοῦ κυρίου δι’ ὅλης τῆς χώρας.b
50
οἱ δὲ Ἰουδαῖοι παρώτρυνανa
τὰς σεβομέναςb
⸀γυναῖκας τὰς εὐσχήμοναςc
καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειρανd
διωγμὸνe
ἐπὶ τὸν Παῦλον ⸀καὶ Βαρναβᾶν,f
καὶ ἐξέβαλονg
αὐτοὺς ἀπὸ τῶν ὁρίωνh
αὐτῶν.
51
οἱ δὲ ἐκτιναξάμενοιa
τὸν κονιορτὸνb
τῶν ⸀ποδῶν ἐπ’ αὐτοὺς ἦλθονc
εἰς Ἰκόνιον,d
52
οἵ ⸀τε μαθηταὶ ἐπληροῦντοa
χαρᾶς καὶ πνεύματος ἁγίου.