Πράξεις Ἀποστόλων

12
Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλενa Ἡρῴδης βασιλεὺς τὰς χεῖρας κακῶσαίb τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
2ἀνεῖλενa δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρῃ.b
3⸂ἰδὼνa δὲ⸃ ὅτι ἀρεστόνb ἐστινc τοῖς Ἰουδαίοις προσέθετοd συλλαβεῖνe καὶ Πέτρον (ἦσανf ⸀δὲ ἡμέραι τῶν ἀζύμων),g
4ὃν καὶ πιάσαςa ἔθετοb εἰς φυλακήν, παραδοὺςc τέσσαρσιν τετραδίοιςd στρατιωτῶνe φυλάσσεινf αὐτόν, βουλόμενοςg μετὰ τὸ πάσχαh ἀναγαγεῖνi αὐτὸν τῷ λαῷ.
5 μὲν οὖν Πέτρος ἐτηρεῖτοa ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦνb ⸀ἐκτενῶςc γινομένηd ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν ⸀περὶ αὐτοῦ.
6Ὅτε δὲ ἤμελλενa ⸂προαγαγεῖνb αὐτὸν⸃ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦνc Πέτρος κοιμώμενοςd μεταξὺe δύο στρατιωτῶνf δεδεμένοςg ἁλύσεσινh δυσίν, φύλακέςi τε πρὸ τῆς θύρας ἐτήρουνj τὴν φυλακήν.
7καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη,a καὶ φῶς ἔλαμψενb ἐν τῷ οἰκήματι·c πατάξαςd δὲ τὴν πλευρὰνe τοῦ Πέτρου ἤγειρενf αὐτὸν λέγων·g Ἀνάσταh ἐν τάχει·i καὶ ἐξέπεσανj αὐτοῦ αἱ ἁλύσειςk ἐκ τῶν χειρῶν.
8εἶπενa ⸀δὲ ἄγγελος πρὸς αὐτόν· ⸀Ζῶσαιb καὶ ὑπόδησαιc τὰ σανδάλιάd σου· ἐποίησενe δὲ οὕτως. καὶ λέγειf αὐτῷ· Περιβαλοῦg τὸ ἱμάτιόν σου καὶ ἀκολούθειh μοι.
9καὶ ἐξελθὼνa ⸀ἠκολούθει,b καὶ οὐκ ᾔδειc ὅτι ἀληθέςd ἐστινe τὸ γινόμενονf διὰ τοῦ ἀγγέλου, ἐδόκειg δὲ ὅραμαh βλέπειν.i
10διελθόντεςa δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθανb ἐπὶ τὴν πύληνc τὴν σιδηρᾶνd τὴν φέρουσανe εἰς τὴν πόλιν, ἥτις αὐτομάτηf ἠνοίγηg αὐτοῖς, καὶ ἐξελθόντεςh προῆλθονi ῥύμηνj μίαν, καὶ εὐθέως ἀπέστηk ἄγγελος ἀπ’ αὐτοῦ.
11καὶ Πέτρος ⸂ἐν ἑαυτῷ γενόμενος⸃a εἶπεν·b Νῦν οἶδαc ἀληθῶςd ὅτι ἐξαπέστειλενe ⸀ὁ κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατόf με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίαςg τοῦ λαοῦ τῶν Ἰουδαίων.
12Συνιδώνa τε ἦλθενb ἐπὶ τὴν οἰκίαν ⸀τῆς Μαρίαςc τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένουd Μάρκου,e οὗ ἦσανf ἱκανοὶ συνηθροισμένοιg καὶ προσευχόμενοι.h
13κρούσαντοςa δὲ ⸀αὐτοῦ τὴν θύραν τοῦ πυλῶνοςb προσῆλθεc παιδίσκηd ὑπακοῦσαιe ὀνόματι Ῥόδη,f
14καὶ ἐπιγνοῦσαa τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξενb τὸν πυλῶνα,c εἰσδραμοῦσαd δὲ ἀπήγγειλενe ἑστάναιf τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.g
15οἱ δὲ πρὸς αὐτὴν εἶπαν·a Μαίνῃ.b δὲ διϊσχυρίζετοc οὕτως ἔχειν.d οἱ δὲ ἔλεγον·e ἄγγελός ⸂ἐστινf αὐτοῦ⸃.
16 δὲ Πέτρος ἐπέμενενa κρούων·b ἀνοίξαντεςc δὲ εἶδανd αὐτὸν καὶ ἐξέστησαν.e
17κατασείσαςa δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶνb διηγήσατοc αὐτοῖς πῶς κύριος αὐτὸν ἐξήγαγενd ἐκ τῆς φυλακῆς, εἶπένe ⸀τε· Ἀπαγγείλατεf Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼνg ἐπορεύθηh εἰς ἕτερον τόπον.
18Γενομένηςa δὲ ἡμέρας ἦνb τάραχοςc οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις,d τί ἄρα Πέτρος ἐγένετο.e
19Ἡρῴδης δὲ ἐπιζητήσαςa αὐτὸν καὶ μὴ εὑρὼνb ἀνακρίναςc τοὺς φύλακαςd ἐκέλευσενe ἀπαχθῆναι,f καὶ κατελθὼνg ἀπὸ τῆς Ἰουδαίας ⸀εἰς Καισάρειανh διέτριβεν.i
20Ἦνa ⸀δὲ θυμομαχῶνb Τυρίοιςc καὶ Σιδωνίοις·d ὁμοθυμαδὸνe δὲ παρῆσανf πρὸς αὐτόν, καὶ πείσαντεςg Βλάστονh τὸν ἐπὶ τοῦ κοιτῶνοςi τοῦ βασιλέως ᾐτοῦντοj εἰρήνην διὰ τὸ τρέφεσθαιk αὐτῶν τὴν χώρανl ἀπὸ τῆς βασιλικῆς.m
21τακτῇa δὲ ἡμέρᾳ Ἡρῴδης ἐνδυσάμενοςb ἐσθῆταc βασιλικὴνd ⸀καὶ καθίσαςe ἐπὶ τοῦ βήματοςf ἐδημηγόρειg πρὸς αὐτούς·
22 δὲ δῆμοςa ἐπεφώνει·b ⸂Θεοῦ φωνὴ⸃ καὶ οὐκ ἀνθρώπου.
23παραχρῆμαa δὲ ἐπάταξενb αὐτὸν ἄγγελος κυρίου ἀνθ’c ὧν οὐκ ἔδωκενd ⸀τὴν δόξαν τῷ θεῷ, καὶ γενόμενοςe σκωληκόβρωτοςf ἐξέψυξεν.g
24 δὲ λόγος τοῦ ⸀θεοῦ ηὔξανενa καὶ ἐπληθύνετο.b
25Βαρναβᾶςa δὲ καὶ Σαῦλοςb ὑπέστρεψαν,c ⸀εἰς Ἰερουσαλὴμ πληρώσαντεςd τὴν διακονίαν, ⸀συμπαραλαβόντεςe Ἰωάννην τὸν ἐπικληθένταf Μᾶρκον.g