Πράξεις Ἀποστόλων

10
Ἀνὴρ δέ ⸀τις ἐν Καισαρείᾳa ὀνόματι Κορνήλιος,b ἑκατοντάρχηςc ἐκ σπείρηςd τῆς καλουμένηςe Ἰταλικῆς,f
2εὐσεβὴςa καὶ φοβούμενοςb τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ⸀ποιῶνc ἐλεημοσύναςd πολλὰς τῷ λαῷ καὶ δεόμενοςe τοῦ θεοῦ διὰ παντός,
3εἶδενa ἐν ὁράματιb φανερῶςc ὡσεὶd ⸀περὶ ὥραν ἐνάτηνe τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόνταf πρὸς αὐτὸν καὶ εἰπόνταg αὐτῷ· Κορνήλιε.h
4 δὲ ἀτενίσαςa αὐτῷ καὶ ἔμφοβοςb γενόμενοςc εἶπεν·d Τί ἐστιν,e κύριε; εἶπενf δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναιg σου ἀνέβησανh εἰς μνημόσυνονi ⸀ἔμπροσθεν τοῦ θεοῦ·
5καὶ νῦν πέμψονa ⸂ἄνδρας εἰς Ἰόππην⸃b καὶ μετάπεμψαιc Σίμωνά ⸂τινα ὃς ἐπικαλεῖταιd Πέτρος⸃·
6οὗτος ξενίζεταιa παρά τινι Σίμωνι βυρσεῖ,b ἐστινc οἰκία παρὰ θάλασσαν.
7ὡς δὲ ἀπῆλθενa ἄγγελος λαλῶνb ⸀αὐτῷ, φωνήσαςc δύο τῶν ⸀οἰκετῶνd καὶ στρατιώτηνe εὐσεβῆf τῶν προσκαρτερούντωνg αὐτῷ
8καὶ ἐξηγησάμενοςa ⸂ἅπαντα αὐτοῖς⸃ ἀπέστειλενb αὐτοὺς εἰς τὴν Ἰόππην.c
9Τῇ δὲ ἐπαύριονa ὁδοιπορούντωνb ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντωνc ἀνέβηd Πέτρος ἐπὶ τὸ δῶμαe προσεύξασθαιf περὶ ὥραν ἕκτην.g
10ἐγένετοa δὲ πρόσπεινοςb καὶ ἤθελενc γεύσασθαι·d παρασκευαζόντωνe δὲ ⸀αὐτῶν ⸀ἐγένετοf ἐπ’ αὐτὸν ἔκστασις,g
11καὶ θεωρεῖa τὸν οὐρανὸν ἀνεῳγμένονb καὶ ⸀καταβαῖνονc σκεῦόςd τι ὡς ὀθόνηνe μεγάλην τέσσαρσιν ⸀ἀρχαῖς καθιέμενονf ἐπὶ τῆς γῆς,
12ἐν ὑπῆρχενa πάντα τὰ τετράποδαb ⸂καὶ ἑρπετὰc τῆς γῆς καὶ⸃ πετεινὰd τοῦ οὐρανοῦ.
13καὶ ἐγένετοa φωνὴ πρὸς αὐτόν· Ἀναστάς,b Πέτρε, θῦσονc καὶ φάγε.d
14 δὲ Πέτρος εἶπεν·a Μηδαμῶς,b κύριε, ὅτι οὐδέποτεc ἔφαγονd πᾶν κοινὸνe ⸀καὶ ἀκάθαρτον.
15καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· θεὸς ἐκαθάρισενa σὺ μὴ κοίνου.b
16τοῦτο δὲ ἐγένετοa ἐπὶ τρίς,b καὶ ⸀εὐθὺς ἀνελήμφθηc τὸ σκεῦοςd εἰς τὸν οὐρανόν.
17Ὡς δὲ ἐν ἑαυτῷ διηπόρειa Πέτρος τί ἂν εἴηb τὸ ὅραμαc εἶδεν,d ⸀ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοιe ⸀ὑπὸ τοῦ Κορνηλίουf διερωτήσαντεςg τὴν οἰκίαν ⸀τοῦ Σίμωνος ἐπέστησανh ἐπὶ τὸν πυλῶνα,i
18καὶ φωνήσαντεςa ⸀ἐπυνθάνοντοb εἰ Σίμων ἐπικαλούμενοςc Πέτρος ἐνθάδεd ξενίζεται.e
19τοῦ δὲ Πέτρου διενθυμουμένουa περὶ τοῦ ὁράματοςb εἶπενc ⸂αὐτῷ τὸ πνεῦμα⸃· Ἰδοὺ ⸀ἄνδρες ⸀ζητοῦντέςd σε·
20ἀλλὰ ἀναστὰςa κατάβηθιb καὶ πορεύουc σὺν αὐτοῖς μηδὲν διακρινόμενος,d ⸀ὅτι ἐγὼ ἀπέσταλκαe αὐτούς.
21καταβὰςa δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν·b Ἰδοὺ ἐγώ εἰμιc ὃν ζητεῖτε·d τίς αἰτίαe δι’ ἣν πάρεστε;f
22οἱ δὲ εἶπαν·a Κορνήλιοςb ἑκατοντάρχης,c ἀνὴρ δίκαιος καὶ φοβούμενοςd τὸν θεὸν μαρτυρούμενόςe τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθηf ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαίg σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαιh ῥήματα παρὰ σοῦ.
23εἰσκαλεσάμενοςa οὖν αὐτοὺς ἐξένισεν.b Τῇ δὲ ἐπαύριονc ⸀ἀναστὰςd ἐξῆλθενe σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππηςf συνῆλθονg αὐτῷ.
24⸂τῇ δὲ⸃ ἐπαύριονa ⸀εἰσῆλθενb εἰς τὴν Καισάρειαν.c δὲ Κορνήλιοςd ἦνe προσδοκῶνf αὐτοὺς συγκαλεσάμενοςg τοὺς συγγενεῖςh αὐτοῦ καὶ τοὺς ἀναγκαίουςi φίλους.j
25ὡς δὲ ἐγένετοa τοῦ εἰσελθεῖνb τὸν Πέτρον, συναντήσαςc αὐτῷ Κορνήλιοςd πεσὼνe ἐπὶ τοὺς πόδας προσεκύνησεν.f
26 δὲ Πέτρος ⸂ἤγειρενa αὐτὸν⸃ λέγων·b Ἀνάστηθι·c καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.d
27καὶ συνομιλῶνa αὐτῷ εἰσῆλθεν,b καὶ εὑρίσκειc συνεληλυθόταςd πολλούς,
28ἔφηa τε πρὸς αὐτούς· Ὑμεῖς ἐπίστασθεb ὡς ἀθέμιτόνc ἐστινd ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαιe προσέρχεσθαιf ἀλλοφύλῳ·g κἀμοὶ θεὸς ἔδειξενh μηδένα κοινὸνi ἀκάθαρτον λέγεινj ἄνθρωπον·
29διὸ καὶ ἀναντιρρήτωςa ἦλθονb μεταπεμφθείςc πυνθάνομαιd οὖν τίνι λόγῳ μετεπέμψασθέe με.
30Καὶ Κορνήλιοςa ἔφη·b Ἀπὸ τετάρτηςc ἡμέρας μέχριd ταύτης τῆς ὥρας ⸀ἤμηνe τὴν ⸀ἐνάτηνf προσευχόμενοςg ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστηh ἐνώπιόν μου ἐν ἐσθῆτιi λαμπρᾷj
31καὶ φησί·a Κορνήλιε,b εἰσηκούσθηc σου προσευχὴ καὶ αἱ ἐλεημοσύναιd σου ἐμνήσθησανe ἐνώπιον τοῦ θεοῦ.
32πέμψονa οὖν εἰς Ἰόππηνb καὶ μετακάλεσαιc Σίμωνα ὃς ἐπικαλεῖταιd Πέτρος· οὗτος ξενίζεταιe ἐν οἰκίᾳ Σίμωνος βυρσέωςf παρὰ ⸀θάλασσαν.
33ἐξαυτῆςa οὖν ἔπεμψαb πρὸς σέ, σύ τε καλῶς ἐποίησαςc παραγενόμενος.d νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμενe ἀκοῦσαιf πάντα τὰ προστεταγμέναg σοι ὑπὸ τοῦ ⸀κυρίου.
34Ἀνοίξαςa δὲ Πέτρος τὸ στόμα εἶπεν·b Ἐπ’ ἀληθείας καταλαμβάνομαιc ὅτι οὐκ ἔστινd προσωπολήμπτηςe θεός,
35ἀλλ’ ἐν παντὶ ἔθνει φοβούμενοςa αὐτὸν καὶ ἐργαζόμενοςb δικαιοσύνην δεκτὸςc αὐτῷ ἐστιν.d
36τὸν λόγον ⸀ὃν ἀπέστειλενa τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενοςb εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστινc πάντων κύριος.
37ὑμεῖς οἴδατεa τὸ γενόμενονb ῥῆμα καθ’ ὅλης τῆς Ἰουδαίας, ⸀ἀρξάμενοςc ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμαd ἐκήρυξενe Ἰωάννης,
38Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ,a ὡς ἔχρισενb αὐτὸν θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθενc εὐεργετῶνd καὶ ἰώμενοςe πάντας τοὺς καταδυναστευομένουςf ὑπὸ τοῦ διαβόλου, ὅτι θεὸς ἦνg μετ’ αὐτοῦ·
39καὶ ⸀ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησενa ἔν τε τῇ χώρᾳb τῶν Ἰουδαίων ⸀καὶ Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλανc κρεμάσαντεςd ἐπὶ ξύλου.e
40τοῦτον θεὸς ἤγειρενa ⸀τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκενb αὐτὸν ἐμφανῆc γενέσθαι,d
41οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοιςa ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομενb καὶ συνεπίομενc αὐτῷ μετὰ τὸ ἀναστῆναιd αὐτὸν ἐκ νεκρῶν·
42καὶ παρήγγειλενa ἡμῖν κηρύξαιb τῷ λαῷ καὶ διαμαρτύρασθαιc ὅτι ⸀οὗτός ἐστινd ὡρισμένοςe ὑπὸ τοῦ θεοῦ κριτὴςf ζώντωνg καὶ νεκρῶν.
43τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν,a ἄφεσινb ἁμαρτιῶν λαβεῖνc διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύονταd εἰς αὐτόν.
44Ἔτι λαλοῦντοςa τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεb τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούονταςc τὸν λόγον.
45καὶ ἐξέστησανa οἱ ἐκ περιτομῆς πιστοὶ ⸀ὅσοι συνῆλθανb τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη δωρεὰc τοῦ ⸂ἁγίου πνεύματος⸃ ἐκκέχυται·d
46ἤκουονa γὰρ αὐτῶν λαλούντωνb γλώσσαις καὶ μεγαλυνόντωνc τὸν θεόν. τότε ⸀ἀπεκρίθηd Πέτρος·
47Μήτιa τὸ ὕδωρ ⸂δύναταιb κωλῦσαί⸃c τις τοῦ μὴ βαπτισθῆναιd τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβονe ⸀ὡς καὶ ἡμεῖς;
48προσέταξενa ⸀δὲ αὐτοὺς ⸂ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι⸃.b τότε ἠρώτησανc αὐτὸν ἐπιμεῖναιd ἡμέρας τινάς.