1
Ὁ πρεσβύτερος Γαΐῳa
τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶb
ἐν ἀληθείᾳ.
2
Ἀγαπητέ, περὶ πάντων εὔχομαίa
σε εὐοδοῦσθαιb
καὶ ὑγιαίνειν,c
καθὼς εὐοδοῦταίd
σου ἡ ψυχή.
3
ἐχάρηνa
γὰρ λίανb
ἐρχομένωνc
ἀδελφῶν καὶ μαρτυρούντωνd
σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς.e
4
μειζοτέρανa
τούτων οὐκ ἔχωb
⸀χαράν, ἵνα ἀκούωc
τὰ ἐμὰ τέκνα ἐν ⸀τῇ ἀληθείᾳ περιπατοῦντα.d
5
Ἀγαπητέ, πιστὸν ποιεῖςa
ὃ ἐὰν ἐργάσῃb
εἰς τοὺς ἀδελφοὺς καὶ ⸀τοῦτο ξένους,c
6
οἳ ἐμαρτύρησάνa
σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσειςb
προπέμψαςc
ἀξίωςd
τοῦ θεοῦ·
7
ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθονa
μηδὲν λαμβάνοντεςb
ἀπὸ τῶν ⸀ἐθνικῶν.c
8
ἡμεῖς οὖν ὀφείλομενa
⸀ὑπολαμβάνεινb
τοὺς τοιούτους, ἵνα συνεργοὶc
γινώμεθαd
τῇ ἀληθείᾳ.
9
Ἔγραψάa
⸀τι τῇ ἐκκλησίᾳ· ἀλλ’ ὁ φιλοπρωτεύωνb
αὐτῶν Διοτρέφηςc
οὐκ ἐπιδέχεταιd
ἡμᾶς.
10
διὰ τοῦτο, ἐὰν ἔλθω,a
ὑπομνήσωb
αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ,c
λόγοις πονηροῖς φλυαρῶνd
ἡμᾶς, καὶ μὴ ἀρκούμενοςe
ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεταιf
τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένουςg
κωλύειh
καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.i
11
Ἀγαπητέ, μὴ μιμοῦa
τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶνb
ἐκ τοῦ θεοῦ ἐστιν·c
ὁ κακοποιῶνd
οὐχ ἑώρακενe
τὸν θεόν.
12
Δημητρίῳa
μεμαρτύρηταιb
ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν,c
καὶ ⸀οἶδαςd
ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθήςe
ἐστιν.f
13
Πολλὰ εἶχονa
⸂γράψαιb
σοι⸃, ἀλλ’ οὐ θέλωc
διὰ μέλανοςd
καὶ καλάμουe
σοι ⸀γράφειν·f
14
ἐλπίζωa
δὲ εὐθέως ⸂σε ἰδεῖν⸃,b
καὶ στόμα πρὸς στόμα λαλήσομεν.c
15
Εἰρήνη σοι. ἀσπάζονταίa
σε οἱ φίλοι.b
ἀσπάζουc
τοὺς φίλουςd
κατ’ ὄνομα.