1
Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ
2
Τιμοθέῳa
ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος,b
εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
3
Χάριν ἔχωa
τῷ θεῷ, ᾧ λατρεύωb
ἀπὸ προγόνωνc
ἐν καθαρᾷd
συνειδήσει, ὡς ἀδιάλειπτονe
ἔχωf
τὴν περὶ σοῦ μνείανg
ἐν ταῖς δεήσεσίνh
μου, νυκτὸς καὶ ἡμέρας
4
ἐπιποθῶνa
σε ἰδεῖν,b
μεμνημένοςc
σου τῶν δακρύων,d
ἵνα χαρᾶς πληρωθῶe
5
ὑπόμνησινa
⸀λαβὼνb
τῆς ἐν σοὶ ἀνυποκρίτουc
πίστεως, ἥτις ἐνῴκησενd
πρῶτον ἐν τῇ μάμμῃe
σου Λωΐδιf
καὶ τῇ μητρί σου Εὐνίκῃ,g
πέπεισμαιh
δὲ ὅτι καὶ ἐν σοί.
6
δι’ ἣν αἰτίανa
ἀναμιμνῄσκωb
σε ἀναζωπυρεῖνc
τὸ χάρισμαd
τοῦ θεοῦ, ὅ ἐστινe
ἐν σοὶ διὰ τῆς ἐπιθέσεωςf
τῶν χειρῶν μου·
7
οὐ γὰρ ἔδωκενa
ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας,b
ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.c
8
Μὴ οὖν ἐπαισχυνθῇςa
τὸ μαρτύριονb
τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιονc
αὐτοῦ, ἀλλὰ συγκακοπάθησονd
τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ,
9
τοῦ σώσαντοςa
ἡμᾶς καὶ καλέσαντοςb
κλήσειc
ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσινd
καὶ χάριν, τὴν δοθεῖσανe
ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων,
10
φανερωθεῖσανa
δὲ νῦν διὰ τῆς ἐπιφανείαςb
τοῦ σωτῆροςc
ἡμῶν ⸂Ἰησοῦ Χριστοῦ⸃, καταργήσαντοςd
μὲν τὸν θάνατον φωτίσαντοςe
δὲ ζωὴν καὶ ἀφθαρσίανf
διὰ τοῦ εὐαγγελίου,
11
εἰς ὃ ἐτέθηνa
ἐγὼ κῆρυξb
καὶ ἀπόστολος καὶ ⸀διδάσκαλος.
12
δι’ ἣν αἰτίανa
καὶ ταῦτα πάσχω,b
ἀλλ’ οὐκ ἐπαισχύνομαι,c
οἶδαd
γὰρ ᾧ πεπίστευκα,e
καὶ πέπεισμαιf
ὅτι δυνατός ἐστινg
τὴν παραθήκηνh
μου φυλάξαιi
εἰς ἐκείνην τὴν ἡμέραν.
13
ὑποτύπωσινa
ἔχεb
ὑγιαινόντωνc
λόγων ὧν παρ’ ἐμοῦ ἤκουσαςd
ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ·
14
τὴν καλὴν παραθήκηνa
φύλαξονb
διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντοςc
ἐν ἡμῖν.
15
Οἶδαςa
τοῦτο ὅτι ἀπεστράφησάνb
με πάντες οἱ ἐν τῇ Ἀσίᾳ,c
ὧν ἐστινd
Φύγελοςe
καὶ Ἑρμογένης.f
16
δῴηa
ἔλεοςb
ὁ κύριος τῷ Ὀνησιφόρουc
οἴκῳ, ὅτι πολλάκιςd
με ἀνέψυξεν,e
καὶ τὴν ἅλυσίνf
μου οὐκ ἐπαισχύνθη·g
17
ἀλλὰ γενόμενοςa
ἐν Ῥώμῃb
⸀σπουδαίωςc
ἐζήτησένd
με καὶ εὗρεν—e
18
δῴηa
αὐτῷ ὁ κύριος εὑρεῖνb
ἔλεοςc
παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ— καὶ ὅσα ἐν Ἐφέσῳd
διηκόνησεν,e
βέλτιονf
σὺ γινώσκεις.g
2
Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦa
ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ,
2
καὶ ἃ ἤκουσαςa
παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθουb
πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονταιc
καὶ ἑτέρους διδάξαι.d
3
⸀συγκακοπάθησονa
ὡς καλὸς στρατιώτηςb
⸂Χριστοῦ Ἰησοῦ⸃.
4
οὐδεὶς στρατευόμενοςa
ἐμπλέκεταιb
ταῖς τοῦ βίουc
πραγματείαις,d
ἵνα τῷ στρατολογήσαντιe
ἀρέσῃ·f
5
ἐὰν δὲ καὶ ἀθλῇa
τις, οὐ στεφανοῦταιb
ἐὰν μὴ νομίμωςc
ἀθλήσῃ·d
6
τὸν κοπιῶνταa
γεωργὸνb
δεῖc
πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.d
7
νόειa
⸀ὃ λέγω·b
⸀δώσειc
γάρ σοι ὁ κύριος σύνεσινd
ἐν πᾶσιν.
8
Μνημόνευεa
Ἰησοῦν Χριστὸν ἐγηγερμένονb
ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου·
9
ἐν ᾧ κακοπαθῶa
μέχριb
δεσμῶνc
ὡς κακοῦργος.d
ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται·e
10
διὰ τοῦτο πάντα ὑπομένωa
διὰ τοὺς ἐκλεκτούς,b
ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσινc
τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.
11
πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν,a
καὶ συζήσομεν·b
12
εἰ ὑπομένομεν,a
καὶ συμβασιλεύσομεν·b
εἰ ⸀ἀρνησόμεθα,c
κἀκεῖνοςd
ἀρνήσεταιe
ἡμᾶς·
13
εἰ ἀπιστοῦμεν,a
ἐκεῖνος πιστὸς μένει·b
⸀ἀρνήσασθαιc
ἑαυτὸν οὐ δύναται.d
14
Ταῦτα ὑπομίμνῃσκε,a
διαμαρτυρόμενοςb
ἐνώπιον τοῦ ⸀κυρίου, μὴ λογομαχεῖν,c
⸀ἐπ’ οὐδὲν χρήσιμον,d
ἐπὶ καταστροφῇe
τῶν ἀκουόντων.f
15
σπούδασονa
σεαυτὸν δόκιμονb
παραστῆσαιc
τῷ θεῷ, ἐργάτηνd
ἀνεπαίσχυντον,e
ὀρθοτομοῦνταf
τὸν λόγον τῆς ἀληθείας.
16
τὰς δὲ βεβήλουςa
κενοφωνίαςb
περιΐστασο·c
ἐπὶ πλεῖον γὰρ προκόψουσινd
ἀσεβείας,e
17
καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραιναa
νομὴνb
ἕξει·c
ὧν ἐστινd
Ὑμέναιοςe
καὶ Φίλητος,f
18
οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν,a
⸀λέγοντεςb
ἀνάστασιν ἤδη γεγονέναι,c
καὶ ἀνατρέπουσινd
τήν τινων πίστιν.
19
ὁ μέντοιa
στερεὸςb
θεμέλιοςc
τοῦ θεοῦ ἕστηκεν,d
ἔχωνe
τὴν σφραγῖδαf
ταύτην· Ἔγνωg
κύριος τοὺς ὄνταςh
αὐτοῦ, καί· Ἀποστήτωi
ἀπὸ ἀδικίαςj
πᾶς ὁ ὀνομάζωνk
τὸ ὄνομα κυρίου.
20
Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστινa
μόνον σκεύηb
χρυσᾶc
καὶ ἀργυρᾶd
ἀλλὰ καὶ ξύλιναe
καὶ ὀστράκινα,f
καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν·g
21
ἐὰν οὖν τις ἐκκαθάρῃa
ἑαυτὸν ἀπὸ τούτων, ἔσταιb
σκεῦοςc
εἰς τιμήν, ἡγιασμένον,d
⸀εὔχρηστονe
τῷ δεσπότῃ,f
εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.g
22
τὰς δὲ νεωτερικὰςa
ἐπιθυμίας φεῦγε,b
δίωκεc
δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένωνd
τὸν κύριον ἐκ καθαρᾶςe
καρδίας.
23
τὰς δὲ μωρὰςa
καὶ ἀπαιδεύτουςb
ζητήσειςc
παραιτοῦ,d
εἰδὼςe
ὅτι γεννῶσιf
μάχας·g
24
δοῦλον δὲ κυρίου οὐ δεῖa
μάχεσθαι,b
ἀλλὰ ἤπιονc
εἶναιd
πρὸς πάντας, διδακτικόν,e
ἀνεξίκακον,f
25
ἐν πραΰτητιa
παιδεύονταb
τοὺς ἀντιδιατιθεμένους,c
μήποτεd
⸀δώῃe
αὐτοῖς ὁ θεὸς μετάνοιανf
εἰς ἐπίγνωσινg
ἀληθείας,
26
καὶ ἀνανήψωσινa
ἐκ τῆς τοῦ διαβόλου παγίδος,b
ἐζωγρημένοιc
ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
3
Τοῦτο δὲ γίνωσκεa
ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονταιb
καιροὶ χαλεποί·c
2
ἔσονταιa
γὰρ οἱ ἄνθρωποι φίλαυτοι,b
φιλάργυροι,c
ἀλαζόνες,d
ὑπερήφανοι,e
βλάσφημοι,f
γονεῦσινg
ἀπειθεῖς,h
ἀχάριστοι,i
ἀνόσιοι,j
3
ἄστοργοι,a
ἄσπονδοι,b
διάβολοι, ἀκρατεῖς,c
ἀνήμεροι,d
ἀφιλάγαθοι,e
4
προδόται,a
προπετεῖς,b
τετυφωμένοι,c
φιλήδονοιd
μᾶλλον ἢ φιλόθεοι,e
5
ἔχοντεςa
μόρφωσινb
εὐσεβείαςc
τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι·d
καὶ τούτους ἀποτρέπου.e
6
ἐκ τούτων γάρ εἰσινa
οἱ ἐνδύνοντεςb
εἰς τὰς οἰκίας καὶ ⸀αἰχμαλωτίζοντεςc
γυναικάριαd
σεσωρευμέναe
ἁμαρτίαις, ἀγόμεναf
ἐπιθυμίαις ποικίλαις,g
7
πάντοτε μανθάνονταa
καὶ μηδέποτεb
εἰς ἐπίγνωσινc
ἀληθείας ἐλθεῖνd
δυνάμενα.e
8
ὃν τρόπονa
δὲ Ἰάννηςb
καὶ Ἰαμβρῆςc
ἀντέστησανd
Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανταιe
τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοιf
τὸν νοῦν,g
ἀδόκιμοιh
περὶ τὴν πίστιν.
9
ἀλλ’ οὐ προκόψουσινa
ἐπὶ πλεῖον, ἡ γὰρ ἄνοιαb
αὐτῶν ἔκδηλοςc
ἔσταιd
πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.e
10
Σὺ δὲ ⸀παρηκολούθησάςa
μου τῇ διδασκαλίᾳ,b
τῇ ἀγωγῇ,c
τῇ προθέσει,d
τῇ πίστει, τῇ μακροθυμίᾳ,e
τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
11
τοῖς διωγμοῖς,a
τοῖς παθήμασιν,b
οἷάc
μοι ἐγένετοd
ἐν Ἀντιοχείᾳ,e
ἐν Ἰκονίῳ,f
ἐν Λύστροις,g
οἵουςh
διωγμοὺςi
ὑπήνεγκα·j
καὶ ἐκ πάντων με ἐρρύσατοk
ὁ κύριος.
12
καὶ πάντες δὲ οἱ θέλοντεςa
⸂ζῆνb
εὐσεβῶς⸃c
ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται·d
13
πονηροὶ δὲ ἄνθρωποι καὶ γόητεςa
προκόψουσινb
ἐπὶ τὸ χεῖρον,c
πλανῶντεςd
καὶ πλανώμενοι.e
14
σὺ δὲ μένεa
ἐν οἷς ἔμαθεςb
καὶ ἐπιστώθης,c
εἰδὼςd
παρὰ ⸀τίνων ἔμαθες,e
15
καὶ ὅτι ἀπὸ βρέφουςa
⸀ἱερὰ γράμματαb
οἶδας,c
τὰ δυνάμενάd
σε σοφίσαιe
εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ·
16
πᾶσα γραφὴ θεόπνευστοςa
καὶ ὠφέλιμοςb
πρὸς διδασκαλίαν,c
πρὸς ⸀ἐλεγμόν,d
πρὸς ἐπανόρθωσιν,e
πρὸς παιδείανf
τὴν ἐν δικαιοσύνῃ,
17
ἵνα ἄρτιοςa
ᾖb
ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.c
4
⸀Διαμαρτύρομαιa
ἐνώπιον τοῦ θεοῦ καὶ ⸂Χριστοῦ Ἰησοῦ⸃, τοῦ μέλλοντοςb
κρίνεινc
ζῶνταςd
καὶ νεκρούς, ⸀καὶ τὴν ἐπιφάνειανe
αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·
2
κήρυξονa
τὸν λόγον, ἐπίστηθιb
εὐκαίρωςc
ἀκαίρως,d
ἔλεγξον,e
ἐπιτίμησον,f
παρακάλεσον,g
ἐν πάσῃ μακροθυμίᾳh
καὶ διδαχῇ.
3
ἔσταιa
γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσηςb
διδασκαλίαςc
οὐκ ἀνέξονται,d
ἀλλὰ κατὰ τὰς ⸂ἰδίας ἐπιθυμίας⸃ ἑαυτοῖς ἐπισωρεύσουσινe
διδασκάλους κνηθόμενοιf
τὴν ἀκοήν,g
4
καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴνa
ἀποστρέψουσιν,b
ἐπὶ δὲ τοὺς μύθουςc
ἐκτραπήσονται.d
5
σὺ δὲ νῆφεa
ἐν πᾶσιν, κακοπάθησον,b
ἔργον ποίησονc
εὐαγγελιστοῦ,d
τὴν διακονίαν σου πληροφόρησον.e
6
Ἐγὼ γὰρ ἤδη σπένδομαι,a
καὶ ὁ καιρὸς τῆς ⸂ἀναλύσεώςb
μου⸃ ἐφέστηκεν.c
7
τὸν ⸂καλὸν ἀγῶνα⸃a
ἠγώνισμαι,b
τὸν δρόμονc
τετέλεκα,d
τὴν πίστιν τετήρηκα·e
8
λοιπὸν ἀπόκειταίa
μοι ὁ τῆς δικαιοσύνης στέφανος,b
ὃν ἀποδώσειc
μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής,d
οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιe
τὴν ἐπιφάνειανf
αὐτοῦ.
9
Σπούδασονa
ἐλθεῖνb
πρός με ταχέως·c
10
Δημᾶςa
γάρ με ⸀ἐγκατέλιπενb
ἀγαπήσαςc
τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθηd
εἰς Θεσσαλονίκην,e
Κρήσκηςf
εἰς Γαλατίαν,g
Τίτοςh
εἰς Δαλματίαν·i
11
Λουκᾶςa
ἐστινb
μόνος μετ’ ἐμοῦ. Μᾶρκονc
ἀναλαβὼνd
ἄγεe
μετὰ σεαυτοῦ, ἔστινf
γάρ μοι εὔχρηστοςg
εἰς διακονίαν,
12
Τυχικὸνa
δὲ ἀπέστειλαb
εἰς Ἔφεσον.c
13
τὸν φαιλόνην,a
ὃν ⸀ἀπέλιπονb
ἐν Τρῳάδιc
παρὰ Κάρπῳ, ἐρχόμενοςd
φέρε,e
καὶ τὰ βιβλία, μάλισταf
τὰς μεμβράνας.g
14
Ἀλέξανδροςa
ὁ χαλκεὺςb
πολλά μοι κακὰ ἐνεδείξατο—c
⸀ἀποδώσειd
αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ—
15
ὃν καὶ σὺ φυλάσσου,a
λίανb
γὰρ ⸀ἀντέστηc
τοῖς ἡμετέροιςd
λόγοις.
16
Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳa
οὐδείς μοι ⸀παρεγένετο,b
ἀλλὰ πάντες με ⸀ἐγκατέλιπον—c
μὴ αὐτοῖς λογισθείη—d
17
ὁ δὲ κύριός μοι παρέστηa
καὶ ἐνεδυνάμωσένb
με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμαc
πληροφορηθῇd
καὶ ⸀ἀκούσωσινe
πάντα τὰ ἔθνη, καὶ ἐρρύσθηνf
ἐκ στόματος λέοντος.g
18
⸀ῥύσεταίa
με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσειb
εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον·c
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
19
Ἄσπασαιa
Πρίσκανb
καὶ Ἀκύλανc
καὶ τὸν Ὀνησιφόρουd
οἶκον.
20
Ἔραστοςa
ἔμεινενb
ἐν Κορίνθῳ,c
Τρόφιμονd
δὲ ⸀ἀπέλιπονe
ἐν Μιλήτῳf
ἀσθενοῦντα.g
21
Σπούδασονa
πρὸ χειμῶνοςb
ἐλθεῖν.c
Ἀσπάζεταίd
σε Εὔβουλοςe
καὶ Πούδηςf
καὶ Λίνοςg
καὶ Κλαυδίαh
καὶ οἱ ἀδελφοὶ πάντες.
22
Ὁ ⸀κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ’ ⸀ὑμῶν.