Πρὸς Τιμόθεον βʹ

3
Τοῦτο δὲ γίνωσκεa ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονταιb καιροὶ χαλεποί·c
2ἔσονταιa γὰρ οἱ ἄνθρωποι φίλαυτοι,b φιλάργυροι,c ἀλαζόνες,d ὑπερήφανοι,e βλάσφημοι,f γονεῦσινg ἀπειθεῖς,h ἀχάριστοι,i ἀνόσιοι,j
3ἄστοργοι,a ἄσπονδοι,b διάβολοι, ἀκρατεῖς,c ἀνήμεροι,d ἀφιλάγαθοι,e
4προδόται,a προπετεῖς,b τετυφωμένοι,c φιλήδονοιd μᾶλλον φιλόθεοι,e
5ἔχοντεςa μόρφωσινb εὐσεβείαςc τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι·d καὶ τούτους ἀποτρέπου.e
6ἐκ τούτων γάρ εἰσινa οἱ ἐνδύνοντεςb εἰς τὰς οἰκίας καὶ ⸀αἰχμαλωτίζοντεςc γυναικάριαd σεσωρευμέναe ἁμαρτίαις, ἀγόμεναf ἐπιθυμίαις ποικίλαις,g
7πάντοτε μανθάνονταa καὶ μηδέποτεb εἰς ἐπίγνωσινc ἀληθείας ἐλθεῖνd δυνάμενα.e
8ὃν τρόπονa δὲ Ἰάννηςb καὶ Ἰαμβρῆςc ἀντέστησανd Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανταιe τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοιf τὸν νοῦν,g ἀδόκιμοιh περὶ τὴν πίστιν.
9ἀλλ’ οὐ προκόψουσινa ἐπὶ πλεῖον, γὰρ ἄνοιαb αὐτῶν ἔκδηλοςc ἔσταιd πᾶσιν, ὡς καὶ ἐκείνων ἐγένετο.e
10Σὺ δὲ ⸀παρηκολούθησάςa μου τῇ διδασκαλίᾳ,b τῇ ἀγωγῇ,c τῇ προθέσει,d τῇ πίστει, τῇ μακροθυμίᾳ,e τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
11τοῖς διωγμοῖς,a τοῖς παθήμασιν,b οἷάc μοι ἐγένετοd ἐν Ἀντιοχείᾳ,e ἐν Ἰκονίῳ,f ἐν Λύστροις,g οἵουςh διωγμοὺςi ὑπήνεγκα·j καὶ ἐκ πάντων με ἐρρύσατοk κύριος.
12καὶ πάντες δὲ οἱ θέλοντεςa ⸂ζῆνb εὐσεβῶς⸃c ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται·d
13πονηροὶ δὲ ἄνθρωποι καὶ γόητεςa προκόψουσινb ἐπὶ τὸ χεῖρον,c πλανῶντεςd καὶ πλανώμενοι.e
14σὺ δὲ μένεa ἐν οἷς ἔμαθεςb καὶ ἐπιστώθης,c εἰδὼςd παρὰ ⸀τίνων ἔμαθες,e
15καὶ ὅτι ἀπὸ βρέφουςa ⸀ἱερὰ γράμματαb οἶδας,c τὰ δυνάμενάd σε σοφίσαιe εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ·
16πᾶσα γραφὴ θεόπνευστοςa καὶ ὠφέλιμοςb πρὸς διδασκαλίαν,c πρὸς ⸀ἐλεγμόν,d πρὸς ἐπανόρθωσιν,e πρὸς παιδείανf τὴν ἐν δικαιοσύνῃ,
17ἵνα ἄρτιοςa b τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.c