3
Τὸ λοιπὸν προσεύχεσθε,a
ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃb
καὶ δοξάζηταιc
καθὼς καὶ πρὸς ὑμᾶς,
2
καὶ ἵνα ῥυσθῶμενa
ἀπὸ τῶν ἀτόπωνb
καὶ πονηρῶν ἀνθρώπων, οὐ γὰρ πάντων ἡ πίστις.
3
πιστὸς δέ ἐστινa
ὁ κύριος, ὃς στηρίξειb
ὑμᾶς καὶ φυλάξειc
ἀπὸ τοῦ πονηροῦ.
4
πεποίθαμενa
δὲ ἐν κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ ⸀παραγγέλλομενb
καὶ ποιεῖτεc
καὶ ποιήσετε.d
5
ὁ δὲ κύριος κατευθύναιa
ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.
6
Παραγγέλλομενa
δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου ⸀ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαιb
ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτωςc
περιπατοῦντοςd
καὶ μὴ κατὰ τὴν παράδοσινe
ἣν ⸀παρελάβοσανf
παρ’ ἡμῶν.
7
αὐτοὶ γὰρ οἴδατεa
πῶς δεῖb
μιμεῖσθαιc
ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμενd
ἐν ὑμῖν
8
οὐδὲ δωρεὰνa
ἄρτον ἐφάγομενb
παρά τινος, ἀλλ’ ἐν κόπῳc
καὶ μόχθῳd
⸂νυκτὸς καὶ ἡμέρας⸃ ἐργαζόμενοιe
πρὸς τὸ μὴ ἐπιβαρῆσαίf
τινα ὑμῶν·
9
οὐχ ὅτι οὐκ ἔχομενa
ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπονb
δῶμενc
ὑμῖν εἰς τὸ μιμεῖσθαιd
ἡμᾶς.
10
καὶ γὰρ ὅτε ἦμενa
πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομενb
ὑμῖν, ὅτι εἴ τις οὐ θέλειc
ἐργάζεσθαιd
μηδὲ ἐσθιέτω.e
11
ἀκούομενa
γάρ τινας περιπατοῦνταςb
ἐν ὑμῖν ἀτάκτως,c
μηδὲν ἐργαζομένουςd
ἀλλὰ περιεργαζομένους·e
12
τοῖς δὲ τοιούτοις παραγγέλλομενa
καὶ παρακαλοῦμενb
⸂ἐν κυρίῳ Ἰησοῦ Χριστῷ⸃ ἵνα μετὰ ἡσυχίαςc
ἐργαζόμενοιd
τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.e
13
ὑμεῖς δέ, ἀδελφοί, μὴ ⸀ἐγκακήσητεa
καλοποιοῦντες.b
14
Εἰ δέ τις οὐχ ὑπακούειa
τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς,b
τοῦτον σημειοῦσθε,c
⸀μὴ ⸀συναναμίγνυσθαιd
αὐτῷ, ἵνα ἐντραπῇ·e
15
καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε,a
ἀλλὰ νουθετεῖτεb
ὡς ἀδελφόν.
16
Αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴηa
ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ.b
ὁ κύριος μετὰ πάντων ὑμῶν.
17
Ὁ ἀσπασμὸςa
τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστινb
σημεῖον ἐν πάσῃ ἐπιστολῇ·c
οὕτως γράφω.d
18
ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ⸀ὑμῶν.