Πρὸς Θεσσαλονικεῖς βʹ

1
Παῦλος καὶ Σιλουανὸςa καὶ Τιμόθεοςb τῇ ἐκκλησίᾳ Θεσσαλονικέωνc ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ·
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ ⸀πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3Εὐχαριστεῖνa ὀφείλομενb τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν,c ὅτι ὑπεραυξάνειd πίστις ὑμῶν καὶ πλεονάζειe ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους,
4ὥστε ⸂αὐτοὺς ἡμᾶς⸃ ἐν ὑμῖν ⸀ἐγκαυχᾶσθαιa ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖςb ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,c
5ἔνδειγμαa τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναιb ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,c
6εἴπερa δίκαιον παρὰ θεῷ ἀνταποδοῦναιb τοῖς θλίβουσινc ὑμᾶς θλῖψιν
7καὶ ὑμῖν τοῖς θλιβομένοιςa ἄνεσινb μεθ’ ἡμῶν ἐν τῇ ἀποκαλύψειc τοῦ κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ
8ἐν ⸂φλογὶa πυρός⸃, διδόντοςb ἐκδίκησινc τοῖς μὴ εἰδόσιd θεὸν καὶ τοῖς μὴ ὑπακούουσινe τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ,
9οἵτινες δίκηνa τίσουσινb ὄλεθρονc αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύοςd αὐτοῦ,
10ὅταν ἔλθῃa ἐνδοξασθῆναιb ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναιc ἐν πᾶσιν τοῖς πιστεύσασιν,d ὅτι ἐπιστεύθηe τὸ μαρτύριονf ἡμῶν ἐφ’ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
11εἰς καὶ προσευχόμεθαa πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃb τῆς κλήσεωςc θεὸς ἡμῶν καὶ πληρώσῃd πᾶσαν εὐδοκίανe ἀγαθωσύνηςf καὶ ἔργον πίστεως ἐν δυνάμει,
12ὅπως ἐνδοξασθῇa τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.