Πἐτρου βʹ

1
⸀Συμεὼνa Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμονb ἡμῖν λαχοῦσινc πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆροςd Ἰησοῦ Χριστοῦ·
2χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείηa ἐν ἐπιγνώσειb τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
3Ὡς πάντα ἡμῖν τῆς θείαςa δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειανb δεδωρημένηςc διὰ τῆς ἐπιγνώσεωςd τοῦ καλέσαντοςe ἡμᾶς ⸂ἰδίᾳ δόξῃ καὶ ἀρετῇ⸃,f
4δι’ ὧν τὰ ⸂τίμιαa καὶ μέγισταb ἡμῖν⸃ ἐπαγγέλματαc δεδώρηται,d ἵνα διὰ τούτων γένησθεe θείαςf κοινωνοὶg φύσεως,h ἀποφυγόντεςi τῆς ἐν ⸀τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.j
5καὶ αὐτὸ τοῦτο δὲ σπουδὴνa πᾶσαν παρεισενέγκαντεςb ἐπιχορηγήσατεc ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν,d ἐν δὲ τῇ ἀρετῇe τὴν γνῶσιν,f
6ἐν δὲ τῇ γνώσειa τὴν ἐγκράτειαν,b ἐν δὲ τῇ ἐγκρατείᾳc τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,d
7ἐν δὲ τῇ εὐσεβείᾳa τὴν φιλαδελφίαν,b ἐν δὲ τῇ φιλαδελφίᾳc τὴν ἀγάπην·
8ταῦτα γὰρ ὑμῖν ὑπάρχονταa καὶ πλεονάζονταb οὐκ ἀργοὺςc οὐδὲ ἀκάρπουςd καθίστησινe εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν·f
9 γὰρ μὴ πάρεστινa ταῦτα, τυφλός ἐστινb μυωπάζων,c λήθηνd λαβὼνe τοῦ καθαρισμοῦf τῶν πάλαιg αὐτοῦ ⸀ἁμαρτημάτων.h
10διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατεa βεβαίανb ὑμῶν τὴν κλῆσινc καὶ ἐκλογὴνd ποιεῖσθαι·e ταῦτα γὰρ ποιοῦντεςf οὐ μὴ πταίσητέg ποτε·
11οὕτως γὰρ πλουσίωςa ἐπιχορηγηθήσεταιb ὑμῖν εἴσοδοςc εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆροςd Ἰησοῦ Χριστοῦ.
12Διὸ ⸀μελλήσωa ἀεὶb ὑμᾶς ὑπομιμνῄσκεινc περὶ τούτων, καίπερd εἰδόταςe καὶ ἐστηριγμένουςf ἐν τῇ παρούσῃg ἀληθείᾳ.
13δίκαιον δὲ ἡγοῦμαι,a ἐφ’ ὅσον εἰμὶb ἐν τούτῳ τῷ σκηνώματι,c διεγείρεινd ὑμᾶς ἐν ὑπομνήσει,e
14εἰδὼςa ὅτι ταχινήb ἐστινc ἀπόθεσιςd τοῦ σκηνώματόςe μου, καθὼς καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσένf μοι·
15σπουδάσωa δὲ καὶ ἑκάστοτεb ἔχεινc ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδονd τὴν τούτων μνήμηνe ποιεῖσθαι.f
16Οὐ γὰρ σεσοφισμένοιςa μύθοιςb ἐξακολουθήσαντεςc ἐγνωρίσαμενd ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν,e ἀλλ’ ἐπόπταιf γενηθέντεςg τῆς ἐκείνου μεγαλειότητος.h
17λαβὼνa γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσηςb αὐτῷ τοιᾶσδεc ὑπὸ τῆς μεγαλοπρεποῦςd δόξης· ⸂Ὁ υἱός μου ἀγαπητός μου οὗτός ἐστιν⸃,e εἰς ὃν ἐγὼ εὐδόκησα—f
18καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμενa ἐξ οὐρανοῦ ἐνεχθεῖσανb σὺν αὐτῷ ὄντεςc ἐν τῷ ⸂ἁγίῳ ὄρει⸃.
19καὶ ἔχομενa βεβαιότερονb τὸν προφητικὸνc λόγον, καλῶς ποιεῖτεd προσέχοντεςe ὡς λύχνῳf φαίνοντιg ἐν αὐχμηρῷh τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃi καὶ φωσφόροςj ἀνατείλῃk ἐν ταῖς καρδίαις ὑμῶν·
20τοῦτο πρῶτον γινώσκοντεςa ὅτι πᾶσα προφητείαb γραφῆς ἰδίας ἐπιλύσεωςc οὐ γίνεται,d
21οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθηa ⸂προφητείαb ποτέ⸃, ἀλλὰ ὑπὸ πνεύματος ἁγίου φερόμενοιc ἐλάλησανd ⸀ἀπὸ θεοῦ ἄνθρωποι.
2
Ἐγένοντοa δὲ καὶ ψευδοπροφῆταιb ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονταιc ψευδοδιδάσκαλοι,d οἵτινες παρεισάξουσινe αἱρέσειςf ἀπωλείας,g καὶ τὸν ἀγοράσανταh αὐτοὺς δεσπότηνi ἀρνούμενοι,j ἐπάγοντεςk ἑαυτοῖς ταχινὴνl ἀπώλειαν·m
2καὶ πολλοὶ ἐξακολουθήσουσινa αὐτῶν ταῖς ἀσελγείαις,b δι’ οὓς ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται·c
3καὶ ἐν πλεονεξίᾳa πλαστοῖςb λόγοις ὑμᾶς ἐμπορεύσονται·c οἷς τὸ κρίμαd ἔκπαλαιe οὐκ ἀργεῖ,f καὶ ἀπώλειαg αὐτῶν οὐ ⸀νυστάζει.h
4Εἰ γὰρ θεὸς ἀγγέλων ἁμαρτησάντωνa οὐκ ἐφείσατο,b ἀλλὰ ⸀σειραῖςc ζόφουd ταρταρώσαςe παρέδωκενf εἰς κρίσιν τηρουμένους,g
5καὶ ἀρχαίουa κόσμου οὐκ ἐφείσατο,b ἀλλὰ ὄγδοονc Νῶεd δικαιοσύνης κήρυκαe ἐφύλαξεν,f κατακλυσμὸνg κόσμῳ ἀσεβῶνh ἐπάξας,i
6καὶ πόλεις Σοδόμωνa καὶ Γομόρραςb τεφρώσαςc ⸀καταστροφῇd κατέκρινεν,e ὑπόδειγμαf μελλόντωνg ⸀ἀσεβέσινh τεθεικώς,i
7καὶ δίκαιον Λὼτa καταπονούμενονb ὑπὸ τῆς τῶν ἀθέσμωνc ἐν ἀσελγείᾳd ἀναστροφῆςe ἐρρύσατο—f
8βλέμματιa γὰρ καὶ ἀκοῇb ⸀ὁ δίκαιος ἐγκατοικῶνc ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοιςd ἔργοις ἐβασάνιζεν—e
9οἶδενa κύριος εὐσεβεῖςb ἐκ πειρασμοῦc ῥύεσθαι,d ἀδίκουςe δὲ εἰς ἡμέραν κρίσεως κολαζομένουςf τηρεῖν,g
10μάλισταa δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦb πορευομένουςc καὶ κυριότητοςd καταφρονοῦντας.e Τολμηταὶ,f αὐθάδεις,g δόξας οὐ τρέμουσιν,h βλασφημοῦντες,i
11ὅπου ἄγγελοι ἰσχύϊa καὶ δυνάμει μείζονεςb ὄντεςc οὐ φέρουσινd κατ’ ⸀αὐτῶν βλάσφημονe κρίσιν.
12οὗτοι δέ, ὡς ἄλογαa ζῷαb ⸂γεγεννημέναc φυσικὰ⸃d εἰς ἅλωσινe καὶ φθοράν,f ἐν οἷς ἀγνοοῦσινg βλασφημοῦντες,h ἐν τῇ φθορᾷi αὐτῶν ⸂καὶ φθαρήσονται⸃,j
13⸀ἀδικούμενοιa μισθὸνb ἀδικίας·c ἡδονὴνd ἡγούμενοιe τὴν ἐν ἡμέρᾳ τρυφήν,f σπίλοιg καὶ μῶμοιh ἐντρυφῶντεςi ἐν ταῖς ⸀ἀπάταιςj αὐτῶν συνευωχούμενοιk ὑμῖν,
14ὀφθαλμοὺς ἔχοντεςa μεστοὺςb μοιχαλίδοςc καὶ ⸀ἀκαταπαύστουςd ἁμαρτίας, δελεάζοντεςe ψυχὰς ἀστηρίκτους,f καρδίαν γεγυμνασμένηνg πλεονεξίαςh ἔχοντες,i κατάραςj τέκνα,
15⸀καταλιπόντεςa εὐθεῖαν ὁδὸν ἐπλανήθησαν,b ἐξακολουθήσαντεςc τῇ ὁδῷ τοῦ Βαλαὰμd τοῦ ⸀Βοσὸρe ὃς μισθὸνf ἀδικίαςg ἠγάπησενh
16ἔλεγξινa δὲ ἔσχενb ἰδίας παρανομίας·c ὑποζύγιονd ἄφωνονe ἐν ἀνθρώπου φωνῇ φθεγξάμενονf ἐκώλυσενg τὴν τοῦ προφήτου παραφρονίαν.h
17Οὗτοί εἰσινa πηγαὶb ἄνυδροιc ⸂καὶ ὁμίχλαι⸃d ὑπὸ λαίλαποςe ἐλαυνόμεναι,f οἷς ζόφοςg τοῦ ⸀σκότους τετήρηται.h
18ὑπέρογκαa γὰρ ματαιότητοςb φθεγγόμενοιc δελεάζουσινd ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαιςe τοὺς ⸀ὀλίγωςf ⸀ἀποφεύγονταςg τοὺς ἐν πλάνῃh ἀναστρεφομένους,i
19ἐλευθερίανa αὐτοῖς ἐπαγγελλόμενοι,b αὐτοὶ δοῦλοι ὑπάρχοντεςc τῆς φθορᾶς·d γάρ τις ἥττηται,e τούτῳ ⸀καὶ δεδούλωται.f
20εἰ γὰρ ἀποφυγόντεςa τὰ μιάσματαb τοῦ κόσμου ἐν ἐπιγνώσειc τοῦ ⸀κυρίου καὶ σωτῆροςd Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντεςe ἡττῶνται,f γέγονενg αὐτοῖς τὰ ἔσχατα χείροναh τῶν πρώτων.
21κρεῖττονa γὰρ ἦνb αὐτοῖς μὴ ἐπεγνωκέναιc τὴν ὁδὸν τῆς δικαιοσύνης ἐπιγνοῦσινd ⸀ὑποστρέψαιe ἐκ τῆς παραδοθείσηςf αὐτοῖς ἁγίας ἐντολῆς·
22⸀συμβέβηκενa αὐτοῖς τὸ τῆς ἀληθοῦςb παροιμίας·c Κύωνd ἐπιστρέψαςe ἐπὶ τὸ ἴδιον ἐξέραμα,f καί· Ὗςg λουσαμένηh εἰς ⸀κυλισμὸνi βορβόρου.j
3
Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφωa ἐπιστολήν,b ἐν αἷς διεγείρωc ὑμῶν ἐν ὑπομνήσειd τὴν εἰλικρινῆe διάνοιαν,f
2μνησθῆναιa τῶν προειρημένωνb ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος,c
3τοῦτο πρῶτον γινώσκοντεςa ὅτι ἐλεύσονταιb ἐπ’ ⸀ἐσχάτων τῶν ἡμερῶν ⸂ἐν ἐμπαιγμονῇ⸃c ἐμπαῖκταιd κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοιe
4καὶ λέγοντες·a Ποῦ ἐστινb ἐπαγγελία τῆς παρουσίαςc αὐτοῦ; ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν,d πάντα οὕτως διαμένειe ἀπ’ ἀρχῆς κτίσεως.f
5λανθάνειa γὰρ αὐτοὺς τοῦτο θέλονταςb ὅτι οὐρανοὶ ἦσανc ἔκπαλαιd καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσαe τῷ τοῦ θεοῦ λόγῳ,
6δι’ ὧν τότε κόσμος ὕδατι κατακλυσθεὶςa ἀπώλετο·b
7οἱ δὲ νῦν οὐρανοὶ καὶ γῆ τῷ ⸀αὐτῷ λόγῳ τεθησαυρισμένοιa εἰσὶνb πυρὶ τηρούμενοιc εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείαςd τῶν ἀσεβῶνe ἀνθρώπων.
8Ἓν δὲ τοῦτο μὴ λανθανέτωa ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλιαb ἔτη καὶ χίλιαc ἔτη ὡς ἡμέρα μία.
9οὐ βραδύνειa ⸀κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτηταb ἡγοῦνται,c ἀλλὰ μακροθυμεῖd εἰς ⸀ὑμᾶς, μὴ βουλόμενόςe τινας ἀπολέσθαιf ἀλλὰ πάντας εἰς μετάνοιανg χωρῆσαι.h
10ἥξειa δὲ ⸀ἡμέρα κυρίου ὡς ⸀κλέπτης,b ἐν οἱ οὐρανοὶ ῥοιζηδὸνc παρελεύσονται,d στοιχεῖαe δὲ καυσούμεναf ⸀λυθήσεται,g καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα ⸀εὑρεθήσεται.h
11Τούτων ⸀οὕτως πάντων λυομένωνa ποταποὺςb δεῖc ὑπάρχεινd ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖςe καὶ εὐσεβείαις,f
12προσδοκῶνταςa καὶ σπεύδονταςb τὴν παρουσίανc τῆς τοῦ θεοῦ ἡμέρας, δι’ ἣν οὐρανοὶ πυρούμενοιd λυθήσονταιe καὶ στοιχεῖαf καυσούμεναg τήκεται·h
13καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμαa αὐτοῦ προσδοκῶμεν,b ἐν οἷς δικαιοσύνη κατοικεῖ.c
14Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντεςa σπουδάσατεb ἄσπιλοιc καὶ ἀμώμητοιd αὐτῷ εὑρεθῆναιe ἐν εἰρήνῃ,
15καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίανa σωτηρίαν ἡγεῖσθε,b καθὼς καὶ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν ⸂δοθεῖσανc αὐτῷ⸃ σοφίαν ἔγραψενd ὑμῖν,
16ὡς καὶ ἐν πάσαις ⸀ταῖς ἐπιστολαῖςa λαλῶνb ἐν αὐταῖς περὶ τούτων, ἐν ⸀αἷς ἐστινc δυσνόητάd τινα, οἱ ἀμαθεῖςe καὶ ἀστήρικτοιf στρεβλοῦσινg ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.h
17ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντεςa φυλάσσεσθεb ἵνα μὴ τῇ τῶν ἀθέσμωνc πλάνῃd συναπαχθέντεςe ἐκπέσητεf τοῦ ἰδίου στηριγμοῦ,g
18αὐξάνετεa δὲ ἐν χάριτι καὶ γνώσειb τοῦ κυρίου ἡμῶν καὶ σωτῆροςc Ἰησοῦ Χριστοῦ. αὐτῷ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. ⸀ἀμήν.