3
Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφωa
ἐπιστολήν,b
ἐν αἷς διεγείρωc
ὑμῶν ἐν ὑπομνήσειd
τὴν εἰλικρινῆe
διάνοιαν,f
2
μνησθῆναιa
τῶν προειρημένωνb
ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος,c
3
τοῦτο πρῶτον γινώσκοντεςa
ὅτι ἐλεύσονταιb
ἐπ’ ⸀ἐσχάτων τῶν ἡμερῶν ⸂ἐν ἐμπαιγμονῇ⸃c
ἐμπαῖκταιd
κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοιe
4
καὶ λέγοντες·a
Ποῦ ἐστινb
ἡ ἐπαγγελία τῆς παρουσίαςc
αὐτοῦ; ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν,d
πάντα οὕτως διαμένειe
ἀπ’ ἀρχῆς κτίσεως.f
5
λανθάνειa
γὰρ αὐτοὺς τοῦτο θέλονταςb
ὅτι οὐρανοὶ ἦσανc
ἔκπαλαιd
καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσαe
τῷ τοῦ θεοῦ λόγῳ,
6
δι’ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶςa
ἀπώλετο·b
7
οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ ⸀αὐτῷ λόγῳ τεθησαυρισμένοιa
εἰσὶνb
πυρὶ τηρούμενοιc
εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείαςd
τῶν ἀσεβῶνe
ἀνθρώπων.
8
Ἓν δὲ τοῦτο μὴ λανθανέτωa
ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλιαb
ἔτη καὶ χίλιαc
ἔτη ὡς ἡμέρα μία.
9
οὐ βραδύνειa
⸀κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτηταb
ἡγοῦνται,c
ἀλλὰ μακροθυμεῖd
εἰς ⸀ὑμᾶς, μὴ βουλόμενόςe
τινας ἀπολέσθαιf
ἀλλὰ πάντας εἰς μετάνοιανg
χωρῆσαι.h
10
ἥξειa
δὲ ⸀ἡμέρα κυρίου ὡς ⸀κλέπτης,b
ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸνc
παρελεύσονται,d
στοιχεῖαe
δὲ καυσούμεναf
⸀λυθήσεται,g
καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα ⸀εὑρεθήσεται.h
11
Τούτων ⸀οὕτως πάντων λυομένωνa
ποταποὺςb
δεῖc
ὑπάρχεινd
ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖςe
καὶ εὐσεβείαις,f
12
προσδοκῶνταςa
καὶ σπεύδονταςb
τὴν παρουσίανc
τῆς τοῦ θεοῦ ἡμέρας, δι’ ἣν οὐρανοὶ πυρούμενοιd
λυθήσονταιe
καὶ στοιχεῖαf
καυσούμεναg
τήκεται·h
13
καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμαa
αὐτοῦ προσδοκῶμεν,b
ἐν οἷς δικαιοσύνη κατοικεῖ.c
14
Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντεςa
σπουδάσατεb
ἄσπιλοιc
καὶ ἀμώμητοιd
αὐτῷ εὑρεθῆναιe
ἐν εἰρήνῃ,
15
καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίανa
σωτηρίαν ἡγεῖσθε,b
καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν ⸂δοθεῖσανc
αὐτῷ⸃ σοφίαν ἔγραψενd
ὑμῖν,
16
ὡς καὶ ἐν πάσαις ⸀ταῖς ἐπιστολαῖςa
λαλῶνb
ἐν αὐταῖς περὶ τούτων, ἐν ⸀αἷς ἐστινc
δυσνόητάd
τινα, ἃ οἱ ἀμαθεῖςe
καὶ ἀστήρικτοιf
στρεβλοῦσινg
ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.h
17
ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντεςa
φυλάσσεσθεb
ἵνα μὴ τῇ τῶν ἀθέσμωνc
πλάνῃd
συναπαχθέντεςe
ἐκπέσητεf
τοῦ ἰδίου στηριγμοῦ,g
18
αὐξάνετεa
δὲ ἐν χάριτι καὶ γνώσειb
τοῦ κυρίου ἡμῶν καὶ σωτῆροςc
Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. ⸀ἀμήν.