Ἰωάννου βʹ

1
πρεσβύτερος ἐκλεκτῇa κυρίᾳb καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶc ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότεςd τὴν ἀλήθειαν,
2διὰ τὴν ἀλήθειαν τὴν μένουσανa ἐν ἡμῖν, καὶ μεθ’ ἡμῶν ἔσταιb εἰς τὸν αἰῶνα·
3ἔσταιa μεθ’ ἡμῶν χάρις ἔλεοςb εἰρήνη παρὰ θεοῦ πατρός, καὶ ⸀παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4Ἐχάρηνa λίανb ὅτι εὕρηκαc ἐκ τῶν τέκνων σου περιπατοῦνταςd ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομενe παρὰ τοῦ πατρός.
5καὶ νῦν ἐρωτῶa σε, κυρία,b οὐχ ὡς ἐντολὴν ⸂καινὴν γράφωνc σοι⸃ ἀλλὰ ἣν εἴχομενd ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμενe ἀλλήλους.
6καὶ αὕτη ἐστὶνa ἀγάπη, ἵνα περιπατῶμενb κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ⸂ἡ ἐντολή ἐστιν⸃,c καθὼς ἠκούσατεd ἀπ’ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.e
7ὅτι πολλοὶ πλάνοιa ⸀ἐξῆλθονb εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντεςc Ἰησοῦν Χριστὸν ἐρχόμενονd ἐν σαρκί· οὗτός ἐστινe πλάνοςf καὶ ἀντίχριστος.g
8βλέπετεa ἑαυτούς, ἵνα μὴ ⸀ἀπολέσητεb ⸀εἰργασάμεθα,c ἀλλὰ μισθὸνd πλήρηe ⸀ἀπολάβητε.f
9πᾶς ⸀προάγωνa καὶ μὴ μένωνb ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει·c μένωνd ἐν τῇ ⸀διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.e
10εἴ τις ἔρχεταιa πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει,b μὴ λαμβάνετεc αὐτὸν εἰς οἰκίαν καὶ χαίρεινd αὐτῷ μὴ λέγετε·e
11 ⸂λέγωνa γὰρ⸃ αὐτῷ χαίρεινb κοινωνεῖc τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12Πολλὰ ἔχωνa ὑμῖν γράφεινb οὐκ ἐβουλήθηνc διὰ χάρτουd καὶ μέλανος,e ἀλλὰ ἐλπίζωf ⸀γενέσθαιg πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι,h ἵνα χαρὰ ⸀ὑμῶν ⸂πεπληρωμένηi ᾖ⸃.j
13Ἀσπάζεταίa σε τὰ τέκνα τῆς ἀδελφῆςb σου τῆς ⸀ἐκλεκτῆς.c