Πρὸς Κορινθίους βʹ

1
Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Τιμόθεοςa ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃb ἐν Κορίνθῳ,c σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσινd ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·e
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3Εὐλογητὸςa θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πατὴρ τῶν οἰκτιρμῶνb καὶ θεὸς πάσης παρακλήσεως,c
4 παρακαλῶνa ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαιb ἡμᾶς παρακαλεῖνc τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεωςd ἧς παρακαλούμεθαe αὐτοὶ ὑπὸ τοῦ θεοῦ.
5ὅτι καθὼς περισσεύειa τὰ παθήματαb τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύειc καὶ παράκλησιςd ἡμῶν.
6εἴτε δὲ θλιβόμεθα,a ὑπὲρ τῆς ὑμῶν παρακλήσεωςb καὶ σωτηρίας· ⸂εἴτε παρακαλούμεθα,c ὑπὲρ τῆς ὑμῶν παρακλήσεως⸃d τῆς ἐνεργουμένηςe ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτωνf ὧν καὶ ἡμεῖς πάσχομεν,g
7καὶ ἐλπὶς ἡμῶν βεβαίαa ὑπὲρ ⸀ὑμῶν· εἰδότεςb ὅτι ⸀ὡς κοινωνοίc ἐστεd τῶν παθημάτων,e οὕτως καὶ τῆς παρακλήσεως.f
8Οὐ γὰρ θέλομενa ὑμᾶς ἀγνοεῖν,b ἀδελφοί, ⸀ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς ⸀γενομένηςc ἐν τῇ Ἀσίᾳ,d ὅτι καθ’ ὑπερβολὴνe ⸂ὑπὲρ δύναμιν ἐβαρήθημεν⸃,f ὥστε ἐξαπορηθῆναιg ἡμᾶς καὶ τοῦ ζῆν·h
9ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμαa τοῦ θανάτου ἐσχήκαμεν,b ἵνα μὴ πεποιθότεςc ὦμενd ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντιe τοὺς νεκρούς·
10ὃς ἐκ τηλικούτουa θανάτου ἐρρύσατοb ἡμᾶς καὶ ⸀ῥύσεται,c εἰς ὃν ἠλπίκαμενd ὅτι καὶ ἔτι ῥύσεται,e
11συνυπουργούντωνa καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει,b ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμαc διὰ πολλῶν εὐχαριστηθῇd ὑπὲρ ⸀ἡμῶν.
12 γὰρ καύχησιςa ἡμῶν αὕτη ἐστίν,b τὸ μαρτύριονc τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ⸀ἁγιότητιd καὶ εἰλικρινείᾳe ⸀τοῦ θεοῦ, ⸀οὐκ ἐν σοφίᾳ σαρκικῇf ἀλλ’ ἐν χάριτι θεοῦ, ἀνεστράφημενg ἐν τῷ κόσμῳ, περισσοτέρωςh δὲ πρὸς ὑμᾶς·
13οὐ γὰρ ἄλλα γράφομενa ὑμῖν ἀλλ’ ἀναγινώσκετεb καὶ ἐπιγινώσκετε,c ἐλπίζωd δὲ ⸀ὅτι ἕως τέλους ἐπιγνώσεσθε,e
14καθὼς καὶ ἐπέγνωτεa ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημαb ὑμῶν ἐσμενc καθάπερd καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ⸀ἡμῶν Ἰησοῦ.
15Καὶ ταύτῃ τῇ πεποιθήσειa ἐβουλόμηνb ⸂πρότερονc πρὸς ὑμᾶς ἐλθεῖν⸃,d ἵνα δευτέραν ⸀χάριν ⸀σχῆτε,e
16καὶ δι’ ὑμῶν διελθεῖνa εἰς Μακεδονίαν,b καὶ πάλιν ἀπὸ Μακεδονίαςc ἐλθεῖνd πρὸς ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναιe εἰς τὴν Ἰουδαίαν.
17τοῦτο οὖν ⸀βουλόμενοςa μήτιb ἄρα τῇ ἐλαφρίᾳc ἐχρησάμην;d βουλεύομαιe κατὰ σάρκα βουλεύομαι,f ἵνα g παρ’ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ;
18πιστὸς δὲ θεὸς ὅτι λόγος ἡμῶν πρὸς ὑμᾶς οὐκ ⸀ἔστινa Ναὶ καὶ Οὔ.
19 ⸂τοῦ θεοῦ γὰρ⸃ υἱὸς ⸂Ἰησοῦς Χριστὸς⸃ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς,a δι’ ἐμοῦ καὶ Σιλουανοῦb καὶ Τιμοθέου,c οὐκ ἐγένετοd Ναὶ καὶ Οὒ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν·e
20ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί· ⸀διὸ καὶ ⸂δι’ αὐτοῦ⸃ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι’ ἡμῶν.
21 δὲ βεβαιῶνa ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσαςb ἡμᾶς θεός,
22 καὶ σφραγισάμενοςa ἡμᾶς καὶ δοὺςb τὸν ἀρραβῶναc τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
23Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαιa ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενοςb ὑμῶν οὐκέτι ἦλθονc εἰς Κόρινθον.d
24οὐχ ὅτι κυριεύομενa ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοίb ἐσμενc τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.d
2
ἔκριναa ⸀γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃb πρὸς ὑμᾶς ἐλθεῖν·c
2εἰ γὰρ ἐγὼ λυπῶa ὑμᾶς, καὶ ⸀τίς εὐφραίνωνb με εἰ μὴ λυπούμενοςc ἐξ ἐμοῦ;
3καὶ ⸀ἔγραψαa τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼνb λύπηνc ⸀σχῶd ἀφ’ ὧν ἔδειe με χαίρειν,f πεποιθὼςg ἐπὶ πάντας ὑμᾶς ὅτι ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.h
4ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆςa καρδίας ἔγραψαb ὑμῖν διὰ πολλῶν δακρύων,c οὐχ ἵνα λυπηθῆτε,d ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτεe ἣν ἔχωf περισσοτέρωςg εἰς ὑμᾶς.
5Εἰ δέ τις λελύπηκεν,a οὐκ ἐμὲ λελύπηκεν,b ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶc πάντας ὑμᾶς.
6ἱκανὸν τῷ τοιούτῳ ἐπιτιμίαa αὕτη ὑπὸ τῶν πλειόνων,
7ὥστε τοὐναντίονa ⸀μᾶλλον ὑμᾶς χαρίσασθαιb καὶ παρακαλέσαι,c μή πως τῇ περισσοτέρᾳd λύπῃe καταποθῇf τοιοῦτος.
8διὸ παρακαλῶa ὑμᾶς κυρῶσαιb εἰς αὐτὸν ἀγάπην·
9εἰς τοῦτο γὰρ καὶ ἔγραψαa ἵνα γνῶb τὴν δοκιμὴνc ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοίd ἐστε.e
10 δέ τι χαρίζεσθε,a κἀγώ· καὶ γὰρ ἐγὼ ⸂ὃ κεχάρισμαι,b εἴ τι⸃ κεχάρισμαι,c δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ,
11ἵνα μὴ πλεονεκτηθῶμενa ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματαb ἀγνοοῦμεν.c
12Ἐλθὼνa δὲ εἰς τὴν Τρῳάδαb εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένηςc ἐν κυρίῳ,
13οὐκ ἔσχηκαa ἄνεσινb τῷ πνεύματί μου τῷ μὴ εὑρεῖνc με Τίτονd τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενοςe αὐτοῖς ἐξῆλθονf εἰς Μακεδονίαν.g
14Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντιa ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴνb τῆς γνώσεωςc αὐτοῦ φανεροῦντιd δι’ ἡμῶν ἐν παντὶ τόπῳ·
15ὅτι Χριστοῦ εὐωδίαa ἐσμὲνb τῷ θεῷ ἐν τοῖς σῳζομένοιςc καὶ ἐν τοῖς ἀπολλυμένοις,d
16οἷς μὲν ὀσμὴa ⸀ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴb ⸁ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός;
17οὐ γάρ ἐσμενa ὡς οἱ ⸀πολλοὶ καπηλεύοντεςb τὸν λόγον τοῦ θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινείας,c ἀλλ’ ὡς ἐκ θεοῦ ⸀κατέναντιd θεοῦ ἐν Χριστῷ λαλοῦμεν.e
3
Ἀρχόμεθαa πάλιν ἑαυτοὺς ⸀συνιστάνειν;b ⸀ἢ μὴ χρῄζομενc ὥς τινες συστατικῶνd ἐπιστολῶνe πρὸς ὑμᾶς ἐξ ⸀ὑμῶν;
2 ἐπιστολὴa ἡμῶν ὑμεῖς ἐστε,b ἐγγεγραμμένηc ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένηd καὶ ἀναγινωσκομένηe ὑπὸ πάντων ἀνθρώπων·
3φανερούμενοιa ὅτι ἐστὲb ἐπιστολὴc Χριστοῦ διακονηθεῖσαd ὑφ’ ἡμῶν, ἐγγεγραμμένηe οὐ μέλανιf ἀλλὰ πνεύματι θεοῦ ζῶντος,g οὐκ ἐν πλαξὶνh λιθίναιςi ἀλλ’ ἐν πλαξὶνj καρδίαις σαρκίναις.k
4Πεποίθησινa δὲ τοιαύτην ἔχομενb διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν.
5οὐχ ὅτι ⸂ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν⸃a λογίσασθαίb τι ὡς ἐξ ⸀αὑτῶν, ἀλλ’ ἱκανότηςc ἡμῶν ἐκ τοῦ θεοῦ,
6ὃς καὶ ἱκάνωσενa ἡμᾶς διακόνουςb καινῆς διαθήκης, οὐ γράμματοςc ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμαd ἀποκτέννει,e τὸ δὲ πνεῦμα ζῳοποιεῖ.f
7Εἰ δὲ διακονία τοῦ θανάτου ἐν ⸀γράμμασινa ⸀ἐντετυπωμένηb λίθοις ἐγενήθηc ἐν δόξῃ, ὥστε μὴ δύνασθαιd ἀτενίσαιe τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,f
8πῶς οὐχὶ μᾶλλον διακονία τοῦ πνεύματος ἔσταιa ἐν δόξῃ;
9εἰ γὰρ ⸂τῇ διακονίᾳ⸃ τῆς κατακρίσεωςa δόξα, πολλῷ μᾶλλον περισσεύειb διακονία τῆς ⸀δικαιοσύνης δόξῃ.
10καὶ γὰρ οὐ δεδόξασταιa τὸ δεδοξασμένονb ἐν τούτῳ τῷ μέρει ⸀εἵνεκενc τῆς ὑπερβαλλούσηςd δόξης·
11εἰ γὰρ τὸ καταργούμενονa διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένονb ἐν δόξῃ.
12Ἔχοντεςa οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα,b
13καὶ οὐ καθάπερa Μωϋσῆς ἐτίθειb κάλυμμαc ἐπὶ τὸ πρόσωπον ⸀αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαιd τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.e
14ἀλλὰ ἐπωρώθηa τὰ νοήματαb αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ⸀ἡμέρας τὸ αὐτὸ κάλυμμαc ἐπὶ τῇ ἀναγνώσειd τῆς παλαιᾶςe διαθήκης μένειf μὴ ἀνακαλυπτόμενον,g ⸀ὅτι ἐν Χριστῷ καταργεῖται,h
15ἀλλ’ ἕως σήμερον ἡνίκαa ⸂ἂν ἀναγινώσκηται⸃b Μωϋσῆς κάλυμμαc ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·d
16ἡνίκαa ⸂δὲ ἐὰν⸃ ἐπιστρέψῃb πρὸς κύριον, περιαιρεῖταιc τὸ κάλυμμα.d
17 δὲ κύριος τὸ πνεῦμά ἐστιν·a οὗ δὲ τὸ πνεῦμα ⸀κυρίου, ἐλευθερία.b
18ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳa προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοιb τὴν αὐτὴν εἰκόναc μεταμορφούμεθαd ἀπὸ δόξης εἰς δόξαν, καθάπερe ἀπὸ κυρίου πνεύματος.
4
Διὰ τοῦτο, ἔχοντεςa τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν,b οὐκ ⸀ἐγκακοῦμεν,c
2ἀλλὰ ἀπειπάμεθαa τὰ κρυπτὰb τῆς αἰσχύνης,c μὴ περιπατοῦντεςd ἐν πανουργίᾳe μηδὲ δολοῦντεςf τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσειg τῆς ἀληθείας ⸀συνιστάνοντεςh ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ.
3εἰ δὲ καὶ ἔστινa κεκαλυμμένονb τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοιςc ἐστὶνd κεκαλυμμένον,e
4ἐν οἷς θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσενa τὰ νοήματαb τῶν ἀπίστωνc εἰς τὸ μὴ ⸀αὐγάσαιd τὸν φωτισμὸνe τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστινf εἰκὼνg τοῦ θεοῦ.
5οὐ γὰρ ἑαυτοὺς κηρύσσομενa ἀλλὰ ⸂Χριστὸν Ἰησοῦν⸃ κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
6ὅτι θεὸς εἰπών·a Ἐκ σκότους φῶς ⸀λάμψει,b ὃς ἔλαμψενc ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸνd τῆς γνώσεωςe τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ ⸀Χριστοῦ.
7Ἔχομενa δὲ τὸν θησαυρὸνb τοῦτον ἐν ὀστρακίνοιςc σκεύεσιν,d ἵνα ὑπερβολὴe τῆς δυνάμεως f τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν·
8ἐν παντὶ θλιβόμενοιa ἀλλ’ οὐ στενοχωρούμενοι,b ἀπορούμενοιc ἀλλ’ οὐκ ἐξαπορούμενοι,d
9διωκόμενοιa ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι,b καταβαλλόμενοιc ἀλλ’ οὐκ ἀπολλύμενοι,d
10πάντοτε τὴν νέκρωσινa ⸀τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες,b ἵνα καὶ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ·c
11ἀεὶa γὰρ ἡμεῖς οἱ ζῶντεςb εἰς θάνατον παραδιδόμεθαc διὰ Ἰησοῦν, ἵνα καὶ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇd ἐν τῇ θνητῇe σαρκὶ ἡμῶν.
12ὥστε ⸀ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται,a δὲ ζωὴ ἐν ὑμῖν.
13Ἔχοντεςa δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·b Ἐπίστευσα,c διὸ ἐλάλησα,d καὶ ἡμεῖς πιστεύομεν,e διὸ καὶ λαλοῦμεν,f
14εἰδότεςa ὅτι ἐγείραςb ⸀τὸν Ἰησοῦν καὶ ἡμᾶς ⸀σὺν Ἰησοῦ ἐγερεῖc καὶ παραστήσειd σὺν ὑμῖν.
15τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα χάρις πλεονάσασαa διὰ τῶν πλειόνων τὴν εὐχαριστίανb περισσεύσῃc εἰς τὴν δόξαν τοῦ θεοῦ.
16Διὸ οὐκ ⸀ἐγκακοῦμεν,a ἀλλ’ εἰ καὶ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται,b ἀλλ’ ⸂ἔσωc ἡμῶν⸃ ἀνακαινοῦταιd ἡμέρᾳ καὶ ἡμέρᾳ.
17τὸ γὰρ παραυτίκαa ἐλαφρὸνb τῆς θλίψεως ⸀ἡμῶν καθ’ ὑπερβολὴνc εἰς ὑπερβολὴνd αἰώνιον βάροςe δόξης κατεργάζεταιf ἡμῖν,
18μὴ σκοπούντωνa ἡμῶν τὰ βλεπόμεναb ἀλλὰ τὰ μὴ βλεπόμενα,c τὰ γὰρ βλεπόμεναd πρόσκαιρα,e τὰ δὲ μὴ βλεπόμεναf αἰώνια.
5
Οἴδαμενa γὰρ ὅτι ἐὰν ἐπίγειοςb ἡμῶν οἰκία τοῦ σκήνουςc καταλυθῇ,d οἰκοδομὴνe ἐκ θεοῦ ἔχομενf οἰκίαν ἀχειροποίητονg αἰώνιον ἐν τοῖς οὐρανοῖς.
2καὶ γὰρ ἐν τούτῳ στενάζομεν,a τὸ οἰκητήριονb ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαιc ἐπιποθοῦντες,d
3⸂εἴ γε⸃a καὶ ⸀ἐνδυσάμενοιb οὐ γυμνοὶc εὑρεθησόμεθα.d
4καὶ γὰρ οἱ ὄντεςa ἐν τῷ σκήνειb στενάζομενc βαρούμενοιd ἐφ’ οὐ θέλομενe ἐκδύσασθαιf ἀλλ’ ἐπενδύσασθαι,g ἵνα καταποθῇh τὸ θνητὸνi ὑπὸ τῆς ζωῆς.
5 δὲ κατεργασάμενοςa ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ⸀ὁ δοὺςb ἡμῖν τὸν ἀρραβῶναc τοῦ πνεύματος.
6Θαρροῦντεςa οὖν πάντοτε καὶ εἰδότεςb ὅτι ἐνδημοῦντεςc ἐν τῷ σώματι ἐκδημοῦμενd ἀπὸ τοῦ κυρίου,
7διὰ πίστεως γὰρ περιπατοῦμεν,a οὐ διὰ εἴδους—b
8θαρροῦμενa δὲ καὶ εὐδοκοῦμενb μᾶλλον ἐκδημῆσαιc ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαιd πρὸς τὸν κύριον·
9διὸ καὶ φιλοτιμούμεθα,a εἴτε ἐνδημοῦντεςb εἴτε ἐκδημοῦντες,c εὐάρεστοιd αὐτῷ εἶναι.e
10τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναιa δεῖb ἔμπροσθεν τοῦ βήματοςc τοῦ Χριστοῦ, ἵνα κομίσηταιd ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἔπραξεν,e εἴτε ἀγαθὸν εἴτε ⸀φαῦλον.f
11Εἰδότεςa οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν,b θεῷ δὲ πεφανερώμεθα·c ἐλπίζωd δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.e
12⸀οὐ πάλιν ἑαυτοὺς συνιστάνομενa ὑμῖν, ἀλλὰ ἀφορμὴνb διδόντεςc ὑμῖν καυχήματοςd ὑπὲρ ἡμῶν, ἵνα ἔχητεe πρὸς τοὺς ἐν προσώπῳ καυχωμένουςf καὶ ⸂μὴ ἐν⸃ καρδίᾳ.
13εἴτε γὰρ ἐξέστημεν,a θεῷ· εἴτε σωφρονοῦμεν,b ὑμῖν.
14 γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχειa ἡμᾶς, κρίνανταςb τοῦτο ⸀ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν·c ἄρα οἱ πάντες ἀπέθανον·d
15καὶ ὑπὲρ πάντων ἀπέθανενa ἵνα οἱ ζῶντεςb μηκέτιc ἑαυτοῖς ζῶσινd ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντιe καὶ ἐγερθέντι.f
16Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμενa κατὰ σάρκα· ⸀εἰ καὶ ἐγνώκαμενb κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.c
17ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις·a τὰ ἀρχαῖαb παρῆλθεν,c ἰδοὺ γέγονενd ⸀καινά·
18τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντοςa ἡμᾶς ἑαυτῷ ⸀διὰ Χριστοῦ καὶ δόντοςb ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,c
19ὡς ὅτι θεὸς ἦνa ἐν Χριστῷ κόσμον καταλλάσσωνb ἑαυτῷ, μὴ λογιζόμενοςc αὐτοῖς τὰ παραπτώματαd αὐτῶν, καὶ θέμενοςe ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.f
20ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομενa ὡς τοῦ θεοῦ παρακαλοῦντοςb δι’ ἡμῶν· δεόμεθαc ὑπὲρ Χριστοῦ, καταλλάγητεd τῷ θεῷ.
21⸀τὸν μὴ γνόνταa ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν,b ἵνα ἡμεῖς γενώμεθαc δικαιοσύνη θεοῦ ἐν αὐτῷ.
6
Συνεργοῦντεςa δὲ καὶ παρακαλοῦμενb μὴ εἰς κενὸνc τὴν χάριν τοῦ θεοῦ δέξασθαιd ὑμᾶς·
2λέγειa γάρ· Καιρῷ δεκτῷb ἐπήκουσάc σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησάd σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος,e ἰδοὺ νῦν ἡμέρα σωτηρίας·
3μηδεμίαν ἐν μηδενὶ διδόντεςa προσκοπήν,b ἵνα μὴ μωμηθῇc διακονία,
4ἀλλ’ ἐν παντὶ ⸀συνιστάνοντεςa ἑαυτοὺς ὡς θεοῦ διάκονοι·b ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις,c ἐν στενοχωρίαις,d
5ἐν πληγαῖς,a ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις,b ἐν κόποις,c ἐν ἀγρυπνίαις,d ἐν νηστείαις,e
6ἐν ἁγνότητι,a ἐν γνώσει,b ἐν μακροθυμίᾳ,c ἐν χρηστότητι,d ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ,e
7ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλωνa τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν,b
8διὰ δόξης καὶ ἀτιμίας,a διὰ δυσφημίαςb καὶ εὐφημίας·c ὡς πλάνοιd καὶ ἀληθεῖς,e
9ὡς ἀγνοούμενοιa καὶ ἐπιγινωσκόμενοι,b ὡς ἀποθνῄσκοντεςc καὶ ἰδοὺ ζῶμεν,d ὡς παιδευόμενοιe καὶ μὴ θανατούμενοι,f
10ὡς λυπούμενοιa ἀεὶb δὲ χαίροντες,c ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες,d ὡς μηδὲν ἔχοντεςe καὶ πάντα κατέχοντες.f
11Τὸ στόμα ἡμῶν ἀνέῳγενa πρὸς ὑμᾶς, Κορίνθιοι,b καρδία ἡμῶν πεπλάτυνται·c
12οὐ στενοχωρεῖσθεa ἐν ἡμῖν, στενοχωρεῖσθεb δὲ ἐν τοῖς σπλάγχνοιςc ὑμῶν·
13τὴν δὲ αὐτὴν ἀντιμισθίαν,a ὡς τέκνοις λέγω,b πλατύνθητεc καὶ ὑμεῖς.
14Μὴ γίνεσθεa ἑτεροζυγοῦντεςb ἀπίστοις·c τίς γὰρ μετοχὴd δικαιοσύνῃ καὶ ἀνομίᾳ,e ⸂ἢ τίς⸃ κοινωνίαf φωτὶ πρὸς σκότος;
15τίς δὲ συμφώνησιςa ⸀Χριστοῦ πρὸς Βελιάρ,b τίς μερὶςc πιστῷ μετὰ ἀπίστου;d
16τίς δὲ συγκατάθεσιςa ναῷ θεοῦ μετὰ εἰδώλων;b ⸂ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν⸃c ζῶντος·d καθὼς εἶπενe θεὸς ὅτι Ἐνοικήσωf ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω,g καὶ ἔσομαιh αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταίi ⸀μου λαός.
17διὸ ἐξέλθατεa ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε,b λέγειc κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε·d κἀγὼ εἰσδέξομαιe ὑμᾶς·
18καὶ ἔσομαιa ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέb μοι εἰς υἱοὺς καὶ θυγατέρας,c λέγειd κύριος παντοκράτωρ.e
7
ταύτας οὖν ἔχοντεςa τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμενb ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦc σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντεςd ἁγιωσύνηνe ἐν φόβῳ θεοῦ.
2Χωρήσατεa ἡμᾶς· οὐδένα ἠδικήσαμεν,b οὐδένα ἐφθείραμεν,c οὐδένα ἐπλεονεκτήσαμεν.d
3⸂πρὸς κατάκρισινa οὐ⸃ λέγω,b προείρηκαc γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστεd εἰς τὸ συναποθανεῖνe καὶ συζῆν.f
4πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησιςa ὑπὲρ ὑμῶν· πεπλήρωμαιb τῇ παρακλήσει,c ὑπερπερισσεύομαιd τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
5Καὶ γὰρ ἐλθόντωνa ἡμῶν εἰς Μακεδονίανb οὐδεμίαν ⸀ἔσχηκενc ἄνεσινd σὰρξ ἡμῶν, ἀλλ’ ἐν παντὶ θλιβόμενοι—e ἔξωθενf μάχαι,g ἔσωθενh φόβοι—
6ἀλλ’ παρακαλῶνa τοὺς ταπεινοὺςb παρεκάλεσενc ἡμᾶς θεὸς ἐν τῇ παρουσίᾳd Τίτου·e
7οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳa αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσειb παρεκλήθηc ἐφ’ ὑμῖν, ἀναγγέλλωνd ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν,e τὸν ὑμῶν ὀδυρμόν,f τὸν ὑμῶν ζῆλονg ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι.h
8ὅτι εἰ καὶ ἐλύπησαa ὑμᾶς ἐν τῇ ἐπιστολῇ,b οὐ μεταμέλομαι·c εἰ καὶ μετεμελόμηνd (⸀βλέπωe ὅτι ἐπιστολὴf ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησενg ὑμᾶς),
9νῦν χαίρω,a οὐχ ὅτι ἐλυπήθητε,b ἀλλ’ ὅτι ἐλυπήθητεc εἰς μετάνοιαν,d ἐλυπήθητεe γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτεf ἐξ ἡμῶν.
10 γὰρ κατὰ θεὸν λύπηa μετάνοιανb εἰς σωτηρίαν ἀμεταμέλητονc ⸀ἐργάζεται·d δὲ τοῦ κόσμου λύπηe θάνατον κατεργάζεται.f
11ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν ⸀λυπηθῆναιa πόσηνb κατειργάσατοc ὑμῖν σπουδήν,d ἀλλὰ ἀπολογίαν,e ἀλλὰ ἀγανάκτησιν,f ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν,g ἀλλὰ ζῆλον,h ἀλλὰ ἐκδίκησιν·i ἐν παντὶ συνεστήσατεj ἑαυτοὺς ἁγνοὺςk ⸀εἶναιl τῷ πράγματι.m
12ἄρα εἰ καὶ ἔγραψαa ὑμῖν, οὐχ ⸀ἕνεκενb τοῦ ἀδικήσαντος,c ⸀οὐδὲ ⸁ἕνεκενd τοῦ ἀδικηθέντος,e ἀλλ’ ⸀1ἕνεκενf τοῦ φανερωθῆναιg τὴν σπουδὴνh ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ.
13διὰ τοῦτο παρακεκλήμεθα.a Ἐπὶ δὲ τῇ παρακλήσειb ⸀ἡμῶν περισσοτέρωςc μᾶλλον ἐχάρημενd ἐπὶ τῇ χαρᾷ Τίτου,e ὅτι ἀναπέπαυταιf τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν·
14ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι,a οὐ κατῃσχύνθην,b ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμενc ὑμῖν, οὕτως καὶ καύχησιςd ἡμῶν ⸀ἡ ἐπὶ Τίτουe ἀλήθεια ἐγενήθη.f
15καὶ τὰ σπλάγχναa αὐτοῦ περισσοτέρωςb εἰς ὑμᾶς ἐστινc ἀναμιμνῃσκομένουd τὴν πάντων ὑμῶν ὑπακοήν,e ὡς μετὰ φόβου καὶ τρόμουf ἐδέξασθεg αὐτόν.
16χαίρωa ὅτι ἐν παντὶ θαρρῶb ἐν ὑμῖν.
8
Γνωρίζομενa δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένηνb ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,c
2ὅτι ἐν πολλῇ δοκιμῇa θλίψεως περισσείαb τῆς χαρᾶς αὐτῶν καὶ κατὰ βάθουςc πτωχείαd αὐτῶν ἐπερίσσευσενe εἰς ⸂τὸ πλοῦτος⸃f τῆς ἁπλότητοςg αὐτῶν·
3ὅτι κατὰ δύναμιν, μαρτυρῶ,a καὶ ⸀παρὰ δύναμιν, αὐθαίρετοιb
4μετὰ πολλῆς παρακλήσεωςa δεόμενοιb ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίανc τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους—
5καὶ οὐ καθὼς ἠλπίσαμενa ἀλλ’ ἑαυτοὺς ἔδωκανb πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ,
6εἰς τὸ παρακαλέσαιa ἡμᾶς Τίτονb ἵνα καθὼς προενήρξατοc οὕτως καὶ ἐπιτελέσῃd εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην·
7ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε,a πίστει καὶ λόγῳ καὶ γνώσειb καὶ πάσῃ σπουδῇc καὶ τῇ ἐξ ⸂ἡμῶν ἐν ὑμῖν⸃ ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.d
8Οὐ κατ’ ἐπιταγὴνa λέγωb ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆςc καὶ τὸ τῆς ὑμετέραςd ἀγάπης γνήσιονe δοκιμάζων·f
9γινώσκετεa γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσενb πλούσιοςc ὤν,d ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳe πλουτήσητε.f
10καὶ γνώμηνa ἐν τούτῳ δίδωμι·b τοῦτο γὰρ ὑμῖν συμφέρει,c οἵτινες οὐ μόνον τὸ ποιῆσαιd ἀλλὰ καὶ τὸ θέλεινe προενήρξασθεf ἀπὸ πέρυσι·g
11νυνὶa δὲ καὶ τὸ ποιῆσαιb ἐπιτελέσατε,c ὅπως καθάπερd προθυμίαe τοῦ θέλεινf οὕτως καὶ τὸ ἐπιτελέσαιg ἐκ τοῦ ἔχειν.h
12εἰ γὰρ προθυμίαa πρόκειται,b καθὸc ἐὰν ⸀ἔχῃd εὐπρόσδεκτος,e οὐ καθὸf οὐκ ἔχει.g
13οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις,a ⸀ὑμῖν θλῖψις· ἀλλ’ ἐξ ἰσότητοςb
14ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμαa εἰς τὸ ἐκείνων ὑστέρημα,b ἵνα καὶ τὸ ἐκείνων περίσσευμαc γένηταιd εἰς τὸ ὑμῶν ὑστέρημα,e ὅπως γένηταιf ἰσότης·g
15καθὼς γέγραπται·a τὸ πολὺ οὐκ ἐπλεόνασεν,b καὶ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.c
16Χάρις δὲ τῷ θεῷ τῷ ⸀διδόντιa τὴν αὐτὴν σπουδὴνb ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου,c
17ὅτι τὴν μὲν παράκλησινa ἐδέξατο,b σπουδαιότεροςc δὲ ὑπάρχωνd αὐθαίρετοςe ἐξῆλθενf πρὸς ὑμᾶς.
18συνεπέμψαμενa δὲ μετ’ αὐτοῦ τὸν ἀδελφὸν οὗ ἔπαινοςb ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν—
19οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶςa ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημοςb ἡμῶν ⸀σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃc ὑφ’ ἡμῶν πρὸς τὴν ⸀αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυμίανd ἡμῶν—
20στελλόμενοιa τοῦτο μή τις ἡμᾶς μωμήσηταιb ἐν τῇ ἁδρότητιc ταύτῃ τῇ διακονουμένῃd ὑφ’ ἡμῶν,
21⸂προνοοῦμενa γὰρ⸃ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.
22συνεπέμψαμενa δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμενb ἐν πολλοῖς πολλάκιςc σπουδαῖονd ὄντα,e νυνὶf δὲ πολὺ σπουδαιότερονg πεποιθήσειh πολλῇ τῇ εἰς ὑμᾶς.
23εἴτε ὑπὲρ Τίτου,a κοινωνὸςb ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός·c εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ.
24τὴν οὖν ἔνδειξινa τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεωςb ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ⸀ἐνδεικνύμενοιc εἰς πρόσωπον τῶν ἐκκλησιῶν.
9
Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόνa μοί ἐστινb τὸ γράφεινc ὑμῖν,
2οἶδαa γὰρ τὴν προθυμίανb ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαιc Μακεδόσινd ὅτι Ἀχαΐαe παρεσκεύασταιf ἀπὸ πέρυσι,g καὶ ⸀τὸ ὑμῶν ζῆλοςh ἠρέθισεi τοὺς πλείονας.
3ἔπεμψαa δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημαb ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇc ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγονd παρεσκευασμένοιe ἦτε,f
4μή πως ἐὰν ἔλθωσινa σὺν ἐμοὶ Μακεδόνεςb καὶ εὕρωσινc ὑμᾶς ἀπαρασκευάστουςd καταισχυνθῶμενe ἡμεῖς, ἵνα μὴ ⸀λέγωμενf ὑμεῖς, ἐν τῇ ὑποστάσειg ⸀ταύτῃ.
5ἀναγκαῖονa οὖν ἡγησάμηνb παρακαλέσαιc τοὺς ἀδελφοὺς ἵνα προέλθωσινd ⸀εἰς ὑμᾶς καὶ προκαταρτίσωσιe τὴν ⸀προεπηγγελμένηνf εὐλογίανg ὑμῶν, ταύτην ἑτοίμηνh εἶναιi οὕτως ὡς εὐλογίανj καὶ μὴ ὡς πλεονεξίαν.k
6Τοῦτο δέ, σπείρωνa φειδομένωςb φειδομένωςc καὶ θερίσει,d καὶ σπείρωνe ἐπ’ εὐλογίαιςf ἐπ’ εὐλογίαιςg καὶ θερίσει.h
7ἕκαστος καθὼς ⸀προῄρηταιa τῇ καρδίᾳ, μὴ ἐκ λύπηςb ἐξ ἀνάγκης·c ἱλαρὸνd γὰρ δότηνe ἀγαπᾷf θεός.
8⸀δυνατεῖa δὲ θεὸς πᾶσαν χάριν περισσεῦσαιb εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειανc ἔχοντεςd περισσεύητεe εἰς πᾶν ἔργον ἀγαθόν·
9(καθὼς γέγραπται·a Ἐσκόρπισεν,b ἔδωκενc τοῖς πένησιν,d δικαιοσύνη αὐτοῦ μένειe εἰς τὸν αἰῶνα·
10 δὲ ἐπιχορηγῶνa ⸀σπόρονb τῷ σπείροντιc καὶ ἄρτον εἰς βρῶσινd ⸀χορηγήσειe καὶ ⸀πληθυνεῖf τὸν σπόρονg ὑμῶν καὶ ⸀αὐξήσειh τὰ γενήματαi τῆς δικαιοσύνης ὑμῶν·)
11ἐν παντὶ πλουτιζόμενοιa εἰς πᾶσαν ἁπλότητα,b ἥτις κατεργάζεταιc δι’ ἡμῶν εὐχαριστίανd τῷ θεῷ—
12ὅτι διακονία τῆς λειτουργίαςa ταύτης οὐ μόνον ἐστὶνb προσαναπληροῦσαc τὰ ὑστερήματαd τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσαe διὰ πολλῶν εὐχαριστιῶνf τῷ θεῷ—
13διὰ τῆς δοκιμῆςa τῆς διακονίας ταύτης δοξάζοντεςb τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇc τῆς ὁμολογίαςd ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητιe τῆς κοινωνίαςf εἰς αὐτοὺς καὶ εἰς πάντας,
14καὶ αὐτῶν δεήσειa ὑπὲρ ὑμῶν ἐπιποθούντωνb ὑμᾶς διὰ τὴν ὑπερβάλλουσανc χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν.
15⸀χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳa αὐτοῦ δωρεᾷ.b
10
Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶa ὑμᾶς διὰ τῆς πραΰτητοςb καὶ ἐπιεικείαςc τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸςd ἐν ὑμῖν, ἀπὼνe δὲ θαρρῶf εἰς ὑμᾶς·
2δέομαιa δὲ τὸ μὴ παρὼνb θαρρῆσαιc τῇ πεποιθήσειd λογίζομαιe τολμῆσαιf ἐπί τινας τοὺς λογιζομένουςg ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.h
3ἐν σαρκὶ γὰρ περιπατοῦντεςa οὐ κατὰ σάρκα στρατευόμεθα—b
4τὰ γὰρ ὅπλαa τῆς στρατείαςb ἡμῶν οὐ σαρκικὰc ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσινd ὀχυρωμάτων—e λογισμοὺςf καθαιροῦντεςg
5καὶ πᾶν ὕψωμαa ἐπαιρόμενονb κατὰ τῆς γνώσεωςc τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντεςd πᾶν νόημαe εἰς τὴν ὑπακοὴνf τοῦ Χριστοῦ,
6καὶ ἐν ἑτοίμῳa ἔχοντεςb ἐκδικῆσαιc πᾶσαν παρακοήν,d ὅταν πληρωθῇe ὑμῶν ὑπακοή.f
7Τὰ κατὰ πρόσωπον βλέπετε.a εἴ τις πέποιθενb ἑαυτῷ Χριστοῦ εἶναι,c τοῦτο λογιζέσθωd πάλιν ⸀ἐφ’ ἑαυτοῦ ὅτι καθὼς αὐτὸς Χριστοῦ οὕτως καὶ ⸀ἡμεῖς.
8ἐάν ⸀τε ⸀γὰρ περισσότερόνa τι καυχήσωμαιb περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκενc ⸀κύριος εἰς οἰκοδομὴνd καὶ οὐκ εἰς καθαίρεσινe ὑμῶν, οὐκ αἰσχυνθήσομαι,f
9ἵνα μὴ δόξωa ὡς ἂν ἐκφοβεῖνb ὑμᾶς διὰ τῶν ἐπιστολῶν·c
10ὅτι Αἱ ⸂ἐπιστολαὶa μέν⸃, φησίν,b βαρεῖαιc καὶ ἰσχυραί,d δὲ παρουσίαe τοῦ σώματος ἀσθενὴςf καὶ λόγος ἐξουθενημένος.g
11τοῦτο λογιζέσθωa τοιοῦτος, ὅτι οἷοίb ἐσμενc τῷ λόγῳ δι’ ἐπιστολῶνd ἀπόντες,e τοιοῦτοι καὶ παρόντεςf τῷ ἔργῳ.
12Οὐ γὰρ τολμῶμενa ἐγκρῖναιb συγκρῖναιc ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων·d ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντεςe καὶ συγκρίνοντεςf ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν.g
13ἡμεῖς δὲ ⸀οὐκ εἰς τὰ ἄμετραa καυχησόμεθα,b ἀλλὰ κατὰ τὸ μέτρονc τοῦ κανόνοςd οὗ ἐμέρισενe ἡμῖν θεὸς μέτρου,f ἐφικέσθαιg ἄχρι καὶ ὑμῶν—
14οὐ γὰρ ὡς μὴ ἐφικνούμενοιa εἰς ὑμᾶς ὑπερεκτείνομενb ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμενc ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ—
15οὐκ εἰς τὰ ἄμετραa καυχώμενοιb ἐν ἀλλοτρίοιςc κόποις,d ἐλπίδα δὲ ἔχοντεςe αὐξανομένηςf τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναιg κατὰ τὸν κανόναh ἡμῶν εἰς περισσείαν,i
16εἰς τὰ ὑπερέκειναa ὑμῶν εὐαγγελίσασθαι,b οὐκ ἐν ἀλλοτρίῳc κανόνιd εἰς τὰ ἕτοιμαe καυχήσασθαι.f
17 δὲ καυχώμενοςa ἐν κυρίῳ καυχάσθω·b
18οὐ γὰρ ἑαυτὸν ⸀συνιστάνων,a ἐκεῖνός ἐστινb δόκιμος,c ἀλλὰ ὃν κύριος συνίστησιν.d
11
Ὄφελονa ἀνείχεσθέb μου μικρόν ⸀τι ⸀ἀφροσύνης·c ἀλλὰ καὶ ἀνέχεσθέd μου.
2ζηλῶa γὰρ ὑμᾶς θεοῦ ζήλῳ,b ἡρμοσάμηνc γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένονd ἁγνὴνe παραστῆσαιf τῷ Χριστῷ·
3φοβοῦμαιa δὲ μή πως, ὡς ὄφιςb ⸂ἐξηπάτησενc Εὕαν⸃d ἐν τῇ πανουργίᾳe αὐτοῦ, ⸀φθαρῇf τὰ νοήματαg ὑμῶν ἀπὸ τῆς ἁπλότητοςh ⸂καὶ τῆς ἁγνότητος⸃i τῆς εἰς τὸν Χριστόν.
4εἰ μὲν γὰρ ἐρχόμενοςa ἄλλον Ἰησοῦν κηρύσσειb ὃν οὐκ ἐκηρύξαμεν,c πνεῦμα ἕτερον λαμβάνετεd οὐκ ἐλάβετε,e εὐαγγέλιον ἕτερον οὐκ ἐδέξασθε,f καλῶς ⸀ἀνέχεσθε.g
5λογίζομαιa γὰρ μηδὲν ὑστερηκέναιb τῶν ὑπερλίανc ἀποστόλων·
6εἰ δὲ καὶ ἰδιώτηςa τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει,b ἀλλ’ ἐν παντὶ ⸀φανερώσαντεςc ἐν πᾶσιν εἰς ὑμᾶς.
7 ἁμαρτίαν ἐποίησαa ἐμαυτὸν ταπεινῶνb ἵνα ὑμεῖς ὑψωθῆτε,c ὅτι δωρεὰνd τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμηνe ὑμῖν;
8ἄλλας ἐκκλησίας ἐσύλησαa λαβὼνb ὀψώνιονc πρὸς τὴν ὑμῶν διακονίαν,
9καὶ παρὼνa πρὸς ὑμᾶς καὶ ὑστερηθεὶςb οὐ κατενάρκησαc οὐθενός· τὸ γὰρ ὑστέρημάd μου προσανεπλήρωσανe οἱ ἀδελφοὶ ἐλθόντεςf ἀπὸ Μακεδονίας·g καὶ ἐν παντὶ ἀβαρῆh ⸂ἐμαυτὸν ὑμῖν⸃ ἐτήρησαi καὶ τηρήσω.j
10ἔστινa ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι καύχησιςb αὕτη οὐ φραγήσεταιc εἰς ἐμὲ ἐν τοῖς κλίμασιd τῆς Ἀχαΐας.e
11διὰ τί; ὅτι οὐκ ἀγαπῶa ὑμᾶς; θεὸς οἶδεν.b
12 δὲ ποιῶa καὶ ποιήσω,b ἵνα ἐκκόψωc τὴν ἀφορμὴνd τῶν θελόντωνe ἀφορμήν,f ἵνα ἐν καυχῶνταιg εὑρεθῶσινh καθὼς καὶ ἡμεῖς.
13οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι,a ἐργάταιb δόλιοι,c μετασχηματιζόμενοιd εἰς ἀποστόλους Χριστοῦ·
14καὶ οὐ ⸀θαῦμα,a αὐτὸς γὰρ Σατανᾶς μετασχηματίζεταιb εἰς ἄγγελον φωτός·
15οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοιa αὐτοῦ μετασχηματίζονταιb ὡς διάκονοιc δικαιοσύνης, ὧν τὸ τέλος ἔσταιd κατὰ τὰ ἔργα αὐτῶν.
16Πάλιν λέγω,a μή τίς με δόξῃb ἄφροναc εἶναι—d εἰ δὲ μή γε,e κἂνf ὡς ἄφροναg δέξασθέh με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι·i
17 λαλῶa οὐ ⸂κατὰ κύριον λαλῶ⸃,b ἀλλ’ ὡς ἐν ἀφροσύνῃ,c ἐν ταύτῃ τῇ ὑποστάσειd τῆς καυχήσεως.e
18ἐπεὶa πολλοὶ καυχῶνταιb ⸀κατὰ σάρκα, κἀγὼ καυχήσομαι.c
19ἡδέωςa γὰρ ἀνέχεσθεb τῶν ἀφρόνωνc φρόνιμοιd ὄντες·e
20ἀνέχεσθεa γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ,b εἴ τις κατεσθίει,c εἴ τις λαμβάνει,d εἴ τις ἐπαίρεται,e εἴ τις ⸂εἰς πρόσωπον ὑμᾶς⸃ δέρει.f
21κατὰ ἀτιμίανa λέγω,b ὡς ὅτι ἡμεῖς ⸀ἠσθενήκαμεν·c ἐν δ’ ἄν τις τολμᾷ,d ἐν ἀφροσύνῃe λέγω,f τολμῶg κἀγώ.
22Ἑβραῖοίa εἰσιν;b κἀγώ. Ἰσραηλῖταίc εἰσιν;d κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν;e κἀγώ.
23διάκονοιa Χριστοῦ εἰσιν;b παραφρονῶνc λαλῶ,d ὑπὲρ ἐγώ· ἐν κόποιςe περισσοτέρως,f ἐν ⸂φυλακαῖς περισσοτέρως,g ἐν πληγαῖςh ὑπερβαλλόντως⸃,i ἐν θανάτοις πολλάκις·j
24ὑπὸ Ἰουδαίων πεντάκιςa τεσσεράκονταb παρὰ μίαν ἔλαβον,c
25τρὶςa ἐραβδίσθην,b ἅπαξc ἐλιθάσθην,d τρὶςe ἐναυάγησα,f νυχθήμερονg ἐν τῷ βυθῷh πεποίηκα·i
26ὁδοιπορίαιςa πολλάκις,b κινδύνοιςc ποταμῶν,d κινδύνοιςe λῃστῶν,f κινδύνοιςg ἐκ γένους,h κινδύνοιςi ἐξ ἐθνῶν, κινδύνοιςj ἐν πόλει, κινδύνοιςk ἐν ἐρημίᾳ,l κινδύνοιςm ἐν θαλάσσῃ, κινδύνοιςn ἐν ψευδαδέλφοις,o
27⸀κόπῳa καὶ μόχθῳ,b ἐν ἀγρυπνίαιςc πολλάκις,d ἐν λιμῷe καὶ δίψει,f ἐν νηστείαιςg πολλάκις,h ἐν ψύχειi καὶ γυμνότητι·j
28χωρὶς τῶν παρεκτὸςa ⸀ἐπίστασίςb ⸀μοι καθ’ ἡμέραν, μέριμναc πασῶν τῶν ἐκκλησιῶν.
29τίς ἀσθενεῖ,a καὶ οὐκ ἀσθενῶ;b τίς σκανδαλίζεταιc καὶ οὐκ ἐγὼ πυροῦμαι;d
30Εἰ καυχᾶσθαιa δεῖ,b τὰ τῆς ἀσθενείαςc μου καυχήσομαι.d
31 θεὸς καὶ πατὴρ τοῦ κυρίου ⸀Ἰησοῦ οἶδεν,a ὢνb εὐλογητὸςc εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.d
32ἐν Δαμασκῷa ἐθνάρχηςb Ἁρέταc τοῦ βασιλέως ἐφρούρειd τὴν ⸂πόλιν Δαμασκηνῶν⸃e πιάσαιf ⸀με,
33καὶ διὰ θυρίδοςa ἐν σαργάνῃb ἐχαλάσθηνc διὰ τοῦ τείχουςd καὶ ἐξέφυγονe τὰς χεῖρας αὐτοῦ.
12
Καυχᾶσθαιa ⸀δεῖ·b οὐ ⸂συμφέρονc μέν⸃, ἐλεύσομαιd ⸀δὲ εἰς ὀπτασίαςe καὶ ἀποκαλύψειςf κυρίου.
2οἶδαa ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων—b εἴτε ἐν σώματι οὐκ οἶδα,c εἴτε ἐκτὸςd τοῦ σώματος οὐκ οἶδα,e θεὸς οἶδεν—f ἁρπαγένταg τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
3καὶ οἶδαa τὸν τοιοῦτον ἄνθρωπον— εἴτε ἐν σώματι εἴτε ⸀χωρὶς τοῦ σώματος οὐκ οἶδα,b θεὸς οἶδεν—c
4ὅτι ἡρπάγηa εἰς τὸν παράδεισονb καὶ ἤκουσενc ἄρρηταd ῥήματα οὐκ ἐξὸνe ἀνθρώπῳ λαλῆσαι.f
5ὑπὲρ τοῦ τοιούτου καυχήσομαι,a ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαιb εἰ μὴ ἐν ταῖς ⸀ἀσθενείαις.c
6ἐὰν γὰρ θελήσωa καυχήσασθαι,b οὐκ ἔσομαιc ἄφρων,d ἀλήθειαν γὰρ ἐρῶ·e φείδομαιf δέ, μή τις εἰς ἐμὲ λογίσηταιg ὑπὲρ βλέπειh με ἀκούειi ⸀τι ἐξ ἐμοῦ,
7καὶ τῇ ὑπερβολῇa τῶν ἀποκαλύψεων.b ⸀διὸ ἵνα μὴ ὑπεραίρωμαι,c ἐδόθηd μοι σκόλοψe τῇ σαρκί, ἄγγελος ⸀Σατανᾶ, ἵνα με κολαφίζῃ,f ⸂ἵνα μὴ ὑπεραίρωμαι⸃.g
8ὑπὲρ τούτου τρὶςa τὸν κύριον παρεκάλεσαb ἵνα ἀποστῇc ἀπ’ ἐμοῦ·
9καὶ εἴρηκένa μοι· Ἀρκεῖb σοι χάρις μου· γὰρ ⸀δύναμις ἐν ἀσθενείᾳc ⸀τελεῖται.d ἥδισταe οὖν μᾶλλον καυχήσομαιf ἐν ταῖς ἀσθενείαιςg ⸀μου, ἵνα ἐπισκηνώσῃh ἐπ’ ἐμὲ δύναμις τοῦ Χριστοῦ.
10διὸ εὐδοκῶa ἐν ἀσθενείαις,b ἐν ὕβρεσιν,c ἐν ἀνάγκαις,d ἐν διωγμοῖςe ⸀καὶ στενοχωρίαις,f ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ,g τότε δυνατός εἰμι.h
11Γέγοναa ⸀ἄφρων·b ὑμεῖς με ἠναγκάσατε·c ἐγὼ γὰρ ὤφειλονd ὑφ’ ὑμῶν συνίστασθαι.e οὐδὲν γὰρ ὑστέρησαf τῶν ὑπερλίανg ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι·h
12τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθηa ἐν ὑμῖν ἐν πάσῃ ⸀ὑπομονῇ, σημείοις ⸀τε καὶ τέρασινb καὶ δυνάμεσιν.
13τί γάρ ἐστινa ⸀ἡσσώθητεb ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησαc ὑμῶν; χαρίσασθέd μοι τὴν ἀδικίανe ταύτην.
14Ἰδοὺ τρίτον ⸀τοῦτο ἑτοίμωςa ἔχωb ἐλθεῖνc πρὸς ὑμᾶς, καὶ οὐ ⸀καταναρκήσω·d οὐ γὰρ ζητῶe τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλειf τὰ τέκνα τοῖς γονεῦσινg θησαυρίζειν,h ἀλλὰ οἱ γονεῖςi τοῖς τέκνοις.
15ἐγὼ δὲ ἥδισταa δαπανήσωb καὶ ἐκδαπανηθήσομαιc ὑπὲρ τῶν ψυχῶν ὑμῶν. ⸀εἰ περισσοτέρωςd ὑμᾶς ⸀ἀγαπῶν,e ἧσσονf ἀγαπῶμαι;g
16ἔστωa δέ, ἐγὼ οὐ κατεβάρησαb ὑμᾶς· ἀλλὰ ὑπάρχωνc πανοῦργοςd δόλῳe ὑμᾶς ἔλαβον.f
17μή τινα ὧν ἀπέσταλκαa πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησαb ὑμᾶς;
18παρεκάλεσαa Τίτονb καὶ συναπέστειλαc τὸν ἀδελφόν· μήτιd ἐπλεονέκτησενe ὑμᾶς Τίτος;f οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν;g οὐ τοῖς αὐτοῖς ἴχνεσιν;h
19⸀Πάλαιa δοκεῖτεb ὅτι ὑμῖν ἀπολογούμεθα;c ⸀κατέναντιd θεοῦ ἐν Χριστῷ λαλοῦμεν.e τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς,f
20φοβοῦμαιa γὰρ μή πως ἐλθὼνb οὐχ οἵουςc θέλωd εὕρωe ὑμᾶς, κἀγὼ εὑρεθῶf ὑμῖν οἷονg οὐ θέλετε,h μή πως ⸀ἔρις,i ⸀ζῆλος,j θυμοί,k ἐριθεῖαι,l καταλαλιαί,m ψιθυρισμοί,n φυσιώσεις,o ἀκαταστασίαι·p
21μὴ πάλιν ⸂ἐλθόντοςa μου⸃ ⸀ταπεινώσῃb ⸀με θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσωc πολλοὺς τῶν προημαρτηκότωνd καὶ μὴ μετανοησάντωνe ἐπὶ τῇ ἀκαθαρσίᾳf καὶ πορνείᾳg καὶ ἀσελγείᾳh ἔπραξαν.i
13
Τρίτον τοῦτο ἔρχομαιa πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεταιb πᾶν ῥῆμα.
2προείρηκαa καὶ προλέγωb ὡς παρὼνc τὸ δεύτερον καὶ ἀπὼνd ⸀νῦν, τοῖς προημαρτηκόσινe καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθωf εἰς τὸ πάλιν οὐ φείσομαι,g
3ἐπεὶa δοκιμὴνb ζητεῖτεc τοῦ ἐν ἐμοὶ λαλοῦντοςd Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖe ἀλλὰ δυνατεῖf ἐν ὑμῖν,
4καὶ ⸀γὰρ ἐσταυρώθηa ἐξ ἀσθενείας,b ἀλλὰ ζῇc ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμενd ἐν αὐτῷ, ἀλλὰ ⸀ζήσομενe σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.
5Ἑαυτοὺς πειράζετεa εἰ ἐστὲb ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε·c οὐκ ἐπιγινώσκετεd ἑαυτοὺς ὅτι ⸂Ἰησοῦς Χριστὸς⸃ ἐν ⸀ὑμῖν; εἰ μήτιe ἀδόκιμοίf ἐστε.g
6ἐλπίζωa δὲ ὅτι γνώσεσθεb ὅτι ἡμεῖς οὐκ ἐσμὲνc ἀδόκιμοι.d
7⸀εὐχόμεθαa δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαιb ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοιc φανῶμεν,d ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε,e ἡμεῖς δὲ ὡς ἀδόκιμοιf ὦμεν.g
8οὐ γὰρ δυνάμεθάa τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας.
9χαίρομενa γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν,b ὑμεῖς δὲ δυνατοὶ ἦτε·c ⸀τοῦτο καὶ εὐχόμεθα,d τὴν ὑμῶν κατάρτισιν.e
10διὰ τοῦτο ταῦτα ἀπὼνa γράφω,b ἵνα παρὼνc μὴ ἀποτόμωςd χρήσωμαιe κατὰ τὴν ἐξουσίαν ἣν ⸂ὁ κύριος ἔδωκένf μοι⸃, εἰς οἰκοδομὴνg καὶ οὐκ εἰς καθαίρεσιν.h
11Λοιπόν, ἀδελφοί, χαίρετε,a καταρτίζεσθε,b παρακαλεῖσθε,c τὸ αὐτὸ φρονεῖτε,d εἰρηνεύετε,e καὶ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσταιf μεθ’ ὑμῶν.
12ἀσπάσασθεa ἀλλήλους ἐν ἁγίῳ φιλήματι.b ἀσπάζονταιc ὑμᾶς οἱ ἅγιοι πάντες.
13 χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἀγάπη τοῦ θεοῦ καὶ κοινωνίαa τοῦ ἁγίου πνεύματος μετὰ πάντων ⸀ὑμῶν.