9
Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόνa
μοί ἐστινb
τὸ γράφεινc
ὑμῖν,
2
οἶδαa
γὰρ τὴν προθυμίανb
ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαιc
Μακεδόσινd
ὅτι Ἀχαΐαe
παρεσκεύασταιf
ἀπὸ πέρυσι,g
καὶ ⸀τὸ ὑμῶν ζῆλοςh
ἠρέθισεi
τοὺς πλείονας.
3
ἔπεμψαa
δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημαb
ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇc
ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγονd
παρεσκευασμένοιe
ἦτε,f
4
μή πως ἐὰν ἔλθωσινa
σὺν ἐμοὶ Μακεδόνεςb
καὶ εὕρωσινc
ὑμᾶς ἀπαρασκευάστουςd
καταισχυνθῶμενe
ἡμεῖς, ἵνα μὴ ⸀λέγωμενf
ὑμεῖς, ἐν τῇ ὑποστάσειg
⸀ταύτῃ.
5
ἀναγκαῖονa
οὖν ἡγησάμηνb
παρακαλέσαιc
τοὺς ἀδελφοὺς ἵνα προέλθωσινd
⸀εἰς ὑμᾶς καὶ προκαταρτίσωσιe
τὴν ⸀προεπηγγελμένηνf
εὐλογίανg
ὑμῶν, ταύτην ἑτοίμηνh
εἶναιi
οὕτως ὡς εὐλογίανj
καὶ μὴ ὡς πλεονεξίαν.k
6
Τοῦτο δέ, ὁ σπείρωνa
φειδομένωςb
φειδομένωςc
καὶ θερίσει,d
καὶ ὁ σπείρωνe
ἐπ’ εὐλογίαιςf
ἐπ’ εὐλογίαιςg
καὶ θερίσει.h
7
ἕκαστος καθὼς ⸀προῄρηταιa
τῇ καρδίᾳ, μὴ ἐκ λύπηςb
ἢ ἐξ ἀνάγκης·c
ἱλαρὸνd
γὰρ δότηνe
ἀγαπᾷf
ὁ θεός.
8
⸀δυνατεῖa
δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαιb
εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειανc
ἔχοντεςd
περισσεύητεe
εἰς πᾶν ἔργον ἀγαθόν·
9
(καθὼς γέγραπται·a
Ἐσκόρπισεν,b
ἔδωκενc
τοῖς πένησιν,d
ἡ δικαιοσύνη αὐτοῦ μένειe
εἰς τὸν αἰῶνα·
10
ὁ δὲ ἐπιχορηγῶνa
⸀σπόρονb
τῷ σπείροντιc
καὶ ἄρτον εἰς βρῶσινd
⸀χορηγήσειe
καὶ ⸀πληθυνεῖf
τὸν σπόρονg
ὑμῶν καὶ ⸀αὐξήσειh
τὰ γενήματαi
τῆς δικαιοσύνης ὑμῶν·)
11
ἐν παντὶ πλουτιζόμενοιa
εἰς πᾶσαν ἁπλότητα,b
ἥτις κατεργάζεταιc
δι’ ἡμῶν εὐχαριστίανd
τῷ θεῷ—
12
ὅτι ἡ διακονία τῆς λειτουργίαςa
ταύτης οὐ μόνον ἐστὶνb
προσαναπληροῦσαc
τὰ ὑστερήματαd
τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσαe
διὰ πολλῶν εὐχαριστιῶνf
τῷ θεῷ—
13
διὰ τῆς δοκιμῆςa
τῆς διακονίας ταύτης δοξάζοντεςb
τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇc
τῆς ὁμολογίαςd
ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητιe
τῆς κοινωνίαςf
εἰς αὐτοὺς καὶ εἰς πάντας,
14
καὶ αὐτῶν δεήσειa
ὑπὲρ ὑμῶν ἐπιποθούντωνb
ὑμᾶς διὰ τὴν ὑπερβάλλουσανc
χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν.
15
⸀χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳa
αὐτοῦ δωρεᾷ.b