8
Γνωρίζομενa
δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένηνb
ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,c
2
ὅτι ἐν πολλῇ δοκιμῇa
θλίψεως ἡ περισσείαb
τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθουςc
πτωχείαd
αὐτῶν ἐπερίσσευσενe
εἰς ⸂τὸ πλοῦτος⸃f
τῆς ἁπλότητοςg
αὐτῶν·
3
ὅτι κατὰ δύναμιν, μαρτυρῶ,a
καὶ ⸀παρὰ δύναμιν, αὐθαίρετοιb
4
μετὰ πολλῆς παρακλήσεωςa
δεόμενοιb
ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίανc
τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους—
5
καὶ οὐ καθὼς ἠλπίσαμενa
ἀλλ’ ἑαυτοὺς ἔδωκανb
πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ,
6
εἰς τὸ παρακαλέσαιa
ἡμᾶς Τίτονb
ἵνα καθὼς προενήρξατοc
οὕτως καὶ ἐπιτελέσῃd
εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην·
7
ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε,a
πίστει καὶ λόγῳ καὶ γνώσειb
καὶ πάσῃ σπουδῇc
καὶ τῇ ἐξ ⸂ἡμῶν ἐν ὑμῖν⸃ ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.d
8
Οὐ κατ’ ἐπιταγὴνa
λέγωb
ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆςc
καὶ τὸ τῆς ὑμετέραςd
ἀγάπης γνήσιονe
δοκιμάζων·f
9
γινώσκετεa
γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσενb
πλούσιοςc
ὤν,d
ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳe
πλουτήσητε.f
10
καὶ γνώμηνa
ἐν τούτῳ δίδωμι·b
τοῦτο γὰρ ὑμῖν συμφέρει,c
οἵτινες οὐ μόνον τὸ ποιῆσαιd
ἀλλὰ καὶ τὸ θέλεινe
προενήρξασθεf
ἀπὸ πέρυσι·g
11
νυνὶa
δὲ καὶ τὸ ποιῆσαιb
ἐπιτελέσατε,c
ὅπως καθάπερd
ἡ προθυμίαe
τοῦ θέλεινf
οὕτως καὶ τὸ ἐπιτελέσαιg
ἐκ τοῦ ἔχειν.h
12
εἰ γὰρ ἡ προθυμίαa
πρόκειται,b
καθὸc
ἐὰν ⸀ἔχῃd
εὐπρόσδεκτος,e
οὐ καθὸf
οὐκ ἔχει.g
13
οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις,a
⸀ὑμῖν θλῖψις· ἀλλ’ ἐξ ἰσότητοςb
14
ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμαa
εἰς τὸ ἐκείνων ὑστέρημα,b
ἵνα καὶ τὸ ἐκείνων περίσσευμαc
γένηταιd
εἰς τὸ ὑμῶν ὑστέρημα,e
ὅπως γένηταιf
ἰσότης·g
15
καθὼς γέγραπται·a
Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν,b
καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.c
16
Χάρις δὲ τῷ θεῷ τῷ ⸀διδόντιa
τὴν αὐτὴν σπουδὴνb
ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου,c
17
ὅτι τὴν μὲν παράκλησινa
ἐδέξατο,b
σπουδαιότεροςc
δὲ ὑπάρχωνd
αὐθαίρετοςe
ἐξῆλθενf
πρὸς ὑμᾶς.
18
συνεπέμψαμενa
δὲ μετ’ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινοςb
ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν—
19
οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶςa
ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημοςb
ἡμῶν ⸀σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃc
ὑφ’ ἡμῶν πρὸς τὴν ⸀αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυμίανd
ἡμῶν—
20
στελλόμενοιa
τοῦτο μή τις ἡμᾶς μωμήσηταιb
ἐν τῇ ἁδρότητιc
ταύτῃ τῇ διακονουμένῃd
ὑφ’ ἡμῶν,
21
⸂προνοοῦμενa
γὰρ⸃ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.
22
συνεπέμψαμενa
δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμενb
ἐν πολλοῖς πολλάκιςc
σπουδαῖονd
ὄντα,e
νυνὶf
δὲ πολὺ σπουδαιότερονg
πεποιθήσειh
πολλῇ τῇ εἰς ὑμᾶς.
23
εἴτε ὑπὲρ Τίτου,a
κοινωνὸςb
ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός·c
εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ.
24
τὴν οὖν ἔνδειξινa
τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεωςb
ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ⸀ἐνδεικνύμενοιc
εἰς πρόσωπον τῶν ἐκκλησιῶν.