6
Συνεργοῦντεςa
δὲ καὶ παρακαλοῦμενb
μὴ εἰς κενὸνc
τὴν χάριν τοῦ θεοῦ δέξασθαιd
ὑμᾶς·
2
λέγειa
γάρ· Καιρῷ δεκτῷb
ἐπήκουσάc
σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησάd
σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος,e
ἰδοὺ νῦν ἡμέρα σωτηρίας·
3
μηδεμίαν ἐν μηδενὶ διδόντεςa
προσκοπήν,b
ἵνα μὴ μωμηθῇc
ἡ διακονία,
4
ἀλλ’ ἐν παντὶ ⸀συνιστάνοντεςa
ἑαυτοὺς ὡς θεοῦ διάκονοι·b
ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις,c
ἐν στενοχωρίαις,d
5
ἐν πληγαῖς,a
ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις,b
ἐν κόποις,c
ἐν ἀγρυπνίαις,d
ἐν νηστείαις,e
6
ἐν ἁγνότητι,a
ἐν γνώσει,b
ἐν μακροθυμίᾳ,c
ἐν χρηστότητι,d
ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ,e
7
ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλωνa
τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν,b
8
διὰ δόξης καὶ ἀτιμίας,a
διὰ δυσφημίαςb
καὶ εὐφημίας·c
ὡς πλάνοιd
καὶ ἀληθεῖς,e
9
ὡς ἀγνοούμενοιa
καὶ ἐπιγινωσκόμενοι,b
ὡς ἀποθνῄσκοντεςc
καὶ ἰδοὺ ζῶμεν,d
ὡς παιδευόμενοιe
καὶ μὴ θανατούμενοι,f
10
ὡς λυπούμενοιa
ἀεὶb
δὲ χαίροντες,c
ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες,d
ὡς μηδὲν ἔχοντεςe
καὶ πάντα κατέχοντες.f
11
Τὸ στόμα ἡμῶν ἀνέῳγενa
πρὸς ὑμᾶς, Κορίνθιοι,b
ἡ καρδία ἡμῶν πεπλάτυνται·c
12
οὐ στενοχωρεῖσθεa
ἐν ἡμῖν, στενοχωρεῖσθεb
δὲ ἐν τοῖς σπλάγχνοιςc
ὑμῶν·
13
τὴν δὲ αὐτὴν ἀντιμισθίαν,a
ὡς τέκνοις λέγω,b
πλατύνθητεc
καὶ ὑμεῖς.
14
Μὴ γίνεσθεa
ἑτεροζυγοῦντεςb
ἀπίστοις·c
τίς γὰρ μετοχὴd
δικαιοσύνῃ καὶ ἀνομίᾳ,e
⸂ἢ τίς⸃ κοινωνίαf
φωτὶ πρὸς σκότος;
15
τίς δὲ συμφώνησιςa
⸀Χριστοῦ πρὸς Βελιάρ,b
ἢ τίς μερὶςc
πιστῷ μετὰ ἀπίστου;d
16
τίς δὲ συγκατάθεσιςa
ναῷ θεοῦ μετὰ εἰδώλων;b
⸂ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν⸃c
ζῶντος·d
καθὼς εἶπενe
ὁ θεὸς ὅτι Ἐνοικήσωf
ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω,g
καὶ ἔσομαιh
αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταίi
⸀μου λαός.
17
διὸ ἐξέλθατεa
ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε,b
λέγειc
κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε·d
κἀγὼ εἰσδέξομαιe
ὑμᾶς·
18
καὶ ἔσομαιa
ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέb
μοι εἰς υἱοὺς καὶ θυγατέρας,c
λέγειd
κύριος παντοκράτωρ.e