5
Οἴδαμενa
γὰρ ὅτι ἐὰν ἡ ἐπίγειοςb
ἡμῶν οἰκία τοῦ σκήνουςc
καταλυθῇ,d
οἰκοδομὴνe
ἐκ θεοῦ ἔχομενf
οἰκίαν ἀχειροποίητονg
αἰώνιον ἐν τοῖς οὐρανοῖς.
2
καὶ γὰρ ἐν τούτῳ στενάζομεν,a
τὸ οἰκητήριονb
ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαιc
ἐπιποθοῦντες,d
3
⸂εἴ γε⸃a
καὶ ⸀ἐνδυσάμενοιb
οὐ γυμνοὶc
εὑρεθησόμεθα.d
4
καὶ γὰρ οἱ ὄντεςa
ἐν τῷ σκήνειb
στενάζομενc
βαρούμενοιd
ἐφ’ ᾧ οὐ θέλομενe
ἐκδύσασθαιf
ἀλλ’ ἐπενδύσασθαι,g
ἵνα καταποθῇh
τὸ θνητὸνi
ὑπὸ τῆς ζωῆς.
5
ὁ δὲ κατεργασάμενοςa
ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ⸀ὁ δοὺςb
ἡμῖν τὸν ἀρραβῶναc
τοῦ πνεύματος.
6
Θαρροῦντεςa
οὖν πάντοτε καὶ εἰδότεςb
ὅτι ἐνδημοῦντεςc
ἐν τῷ σώματι ἐκδημοῦμενd
ἀπὸ τοῦ κυρίου,
7
διὰ πίστεως γὰρ περιπατοῦμεν,a
οὐ διὰ εἴδους—b
8
θαρροῦμενa
δὲ καὶ εὐδοκοῦμενb
μᾶλλον ἐκδημῆσαιc
ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαιd
πρὸς τὸν κύριον·
9
διὸ καὶ φιλοτιμούμεθα,a
εἴτε ἐνδημοῦντεςb
εἴτε ἐκδημοῦντες,c
εὐάρεστοιd
αὐτῷ εἶναι.e
10
τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναιa
δεῖb
ἔμπροσθεν τοῦ βήματοςc
τοῦ Χριστοῦ, ἵνα κομίσηταιd
ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν,e
εἴτε ἀγαθὸν εἴτε ⸀φαῦλον.f
11
Εἰδότεςa
οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν,b
θεῷ δὲ πεφανερώμεθα·c
ἐλπίζωd
δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.e
12
⸀οὐ πάλιν ἑαυτοὺς συνιστάνομενa
ὑμῖν, ἀλλὰ ἀφορμὴνb
διδόντεςc
ὑμῖν καυχήματοςd
ὑπὲρ ἡμῶν, ἵνα ἔχητεe
πρὸς τοὺς ἐν προσώπῳ καυχωμένουςf
καὶ ⸂μὴ ἐν⸃ καρδίᾳ.
13
εἴτε γὰρ ἐξέστημεν,a
θεῷ· εἴτε σωφρονοῦμεν,b
ὑμῖν.
14
ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχειa
ἡμᾶς, κρίνανταςb
τοῦτο ⸀ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν·c
ἄρα οἱ πάντες ἀπέθανον·d
15
καὶ ὑπὲρ πάντων ἀπέθανενa
ἵνα οἱ ζῶντεςb
μηκέτιc
ἑαυτοῖς ζῶσινd
ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντιe
καὶ ἐγερθέντι.f
16
Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμενa
κατὰ σάρκα· ⸀εἰ καὶ ἐγνώκαμενb
κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.c
17
ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις·a
τὰ ἀρχαῖαb
παρῆλθεν,c
ἰδοὺ γέγονενd
⸀καινά·
18
τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντοςa
ἡμᾶς ἑαυτῷ ⸀διὰ Χριστοῦ καὶ δόντοςb
ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,c
19
ὡς ὅτι θεὸς ἦνa
ἐν Χριστῷ κόσμον καταλλάσσωνb
ἑαυτῷ, μὴ λογιζόμενοςc
αὐτοῖς τὰ παραπτώματαd
αὐτῶν, καὶ θέμενοςe
ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.f
20
ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομενa
ὡς τοῦ θεοῦ παρακαλοῦντοςb
δι’ ἡμῶν· δεόμεθαc
ὑπὲρ Χριστοῦ, καταλλάγητεd
τῷ θεῷ.
21
⸀τὸν μὴ γνόνταa
ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν,b
ἵνα ἡμεῖς γενώμεθαc
δικαιοσύνη θεοῦ ἐν αὐτῷ.