4
Διὰ τοῦτο, ἔχοντεςa
τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν,b
οὐκ ⸀ἐγκακοῦμεν,c
2
ἀλλὰ ἀπειπάμεθαa
τὰ κρυπτὰb
τῆς αἰσχύνης,c
μὴ περιπατοῦντεςd
ἐν πανουργίᾳe
μηδὲ δολοῦντεςf
τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσειg
τῆς ἀληθείας ⸀συνιστάνοντεςh
ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ.
3
εἰ δὲ καὶ ἔστινa
κεκαλυμμένονb
τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοιςc
ἐστὶνd
κεκαλυμμένον,e
4
ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσενa
τὰ νοήματαb
τῶν ἀπίστωνc
εἰς τὸ μὴ ⸀αὐγάσαιd
τὸν φωτισμὸνe
τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστινf
εἰκὼνg
τοῦ θεοῦ.
5
οὐ γὰρ ἑαυτοὺς κηρύσσομενa
ἀλλὰ ⸂Χριστὸν Ἰησοῦν⸃ κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
6
ὅτι ὁ θεὸς ὁ εἰπών·a
Ἐκ σκότους φῶς ⸀λάμψει,b
ὃς ἔλαμψενc
ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸνd
τῆς γνώσεωςe
τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ ⸀Χριστοῦ.
7
Ἔχομενa
δὲ τὸν θησαυρὸνb
τοῦτον ἐν ὀστρακίνοιςc
σκεύεσιν,d
ἵνα ἡ ὑπερβολὴe
τῆς δυνάμεως ᾖf
τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν·
8
ἐν παντὶ θλιβόμενοιa
ἀλλ’ οὐ στενοχωρούμενοι,b
ἀπορούμενοιc
ἀλλ’ οὐκ ἐξαπορούμενοι,d
9
διωκόμενοιa
ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι,b
καταβαλλόμενοιc
ἀλλ’ οὐκ ἀπολλύμενοι,d
10
πάντοτε τὴν νέκρωσινa
⸀τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες,b
ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ·c
11
ἀεὶa
γὰρ ἡμεῖς οἱ ζῶντεςb
εἰς θάνατον παραδιδόμεθαc
διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇd
ἐν τῇ θνητῇe
σαρκὶ ἡμῶν.
12
ὥστε ⸀ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται,a
ἡ δὲ ζωὴ ἐν ὑμῖν.
13
Ἔχοντεςa
δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·b
Ἐπίστευσα,c
διὸ ἐλάλησα,d
καὶ ἡμεῖς πιστεύομεν,e
διὸ καὶ λαλοῦμεν,f
14
εἰδότεςa
ὅτι ὁ ἐγείραςb
⸀τὸν Ἰησοῦν καὶ ἡμᾶς ⸀σὺν Ἰησοῦ ἐγερεῖc
καὶ παραστήσειd
σὺν ὑμῖν.
15
τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασαa
διὰ τῶν πλειόνων τὴν εὐχαριστίανb
περισσεύσῃc
εἰς τὴν δόξαν τοῦ θεοῦ.
16
Διὸ οὐκ ⸀ἐγκακοῦμεν,a
ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται,b
ἀλλ’ ὁ ⸂ἔσωc
ἡμῶν⸃ ἀνακαινοῦταιd
ἡμέρᾳ καὶ ἡμέρᾳ.
17
τὸ γὰρ παραυτίκαa
ἐλαφρὸνb
τῆς θλίψεως ⸀ἡμῶν καθ’ ὑπερβολὴνc
εἰς ὑπερβολὴνd
αἰώνιον βάροςe
δόξης κατεργάζεταιf
ἡμῖν,
18
μὴ σκοπούντωνa
ἡμῶν τὰ βλεπόμεναb
ἀλλὰ τὰ μὴ βλεπόμενα,c
τὰ γὰρ βλεπόμεναd
πρόσκαιρα,e
τὰ δὲ μὴ βλεπόμεναf
αἰώνια.