Πρὸς Κορινθίους βʹ

3
Ἀρχόμεθαa πάλιν ἑαυτοὺς ⸀συνιστάνειν;b ⸀ἢ μὴ χρῄζομενc ὥς τινες συστατικῶνd ἐπιστολῶνe πρὸς ὑμᾶς ἐξ ⸀ὑμῶν;
2 ἐπιστολὴa ἡμῶν ὑμεῖς ἐστε,b ἐγγεγραμμένηc ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένηd καὶ ἀναγινωσκομένηe ὑπὸ πάντων ἀνθρώπων·
3φανερούμενοιa ὅτι ἐστὲb ἐπιστολὴc Χριστοῦ διακονηθεῖσαd ὑφ’ ἡμῶν, ἐγγεγραμμένηe οὐ μέλανιf ἀλλὰ πνεύματι θεοῦ ζῶντος,g οὐκ ἐν πλαξὶνh λιθίναιςi ἀλλ’ ἐν πλαξὶνj καρδίαις σαρκίναις.k
4Πεποίθησινa δὲ τοιαύτην ἔχομενb διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν.
5οὐχ ὅτι ⸂ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν⸃a λογίσασθαίb τι ὡς ἐξ ⸀αὑτῶν, ἀλλ’ ἱκανότηςc ἡμῶν ἐκ τοῦ θεοῦ,
6ὃς καὶ ἱκάνωσενa ἡμᾶς διακόνουςb καινῆς διαθήκης, οὐ γράμματοςc ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμαd ἀποκτέννει,e τὸ δὲ πνεῦμα ζῳοποιεῖ.f
7Εἰ δὲ διακονία τοῦ θανάτου ἐν ⸀γράμμασινa ⸀ἐντετυπωμένηb λίθοις ἐγενήθηc ἐν δόξῃ, ὥστε μὴ δύνασθαιd ἀτενίσαιe τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,f
8πῶς οὐχὶ μᾶλλον διακονία τοῦ πνεύματος ἔσταιa ἐν δόξῃ;
9εἰ γὰρ ⸂τῇ διακονίᾳ⸃ τῆς κατακρίσεωςa δόξα, πολλῷ μᾶλλον περισσεύειb διακονία τῆς ⸀δικαιοσύνης δόξῃ.
10καὶ γὰρ οὐ δεδόξασταιa τὸ δεδοξασμένονb ἐν τούτῳ τῷ μέρει ⸀εἵνεκενc τῆς ὑπερβαλλούσηςd δόξης·
11εἰ γὰρ τὸ καταργούμενονa διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένονb ἐν δόξῃ.
12Ἔχοντεςa οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα,b
13καὶ οὐ καθάπερa Μωϋσῆς ἐτίθειb κάλυμμαc ἐπὶ τὸ πρόσωπον ⸀αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαιd τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.e
14ἀλλὰ ἐπωρώθηa τὰ νοήματαb αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ⸀ἡμέρας τὸ αὐτὸ κάλυμμαc ἐπὶ τῇ ἀναγνώσειd τῆς παλαιᾶςe διαθήκης μένειf μὴ ἀνακαλυπτόμενον,g ⸀ὅτι ἐν Χριστῷ καταργεῖται,h
15ἀλλ’ ἕως σήμερον ἡνίκαa ⸂ἂν ἀναγινώσκηται⸃b Μωϋσῆς κάλυμμαc ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·d
16ἡνίκαa ⸂δὲ ἐὰν⸃ ἐπιστρέψῃb πρὸς κύριον, περιαιρεῖταιc τὸ κάλυμμα.d
17 δὲ κύριος τὸ πνεῦμά ἐστιν·a οὗ δὲ τὸ πνεῦμα ⸀κυρίου, ἐλευθερία.b
18ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳa προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοιb τὴν αὐτὴν εἰκόναc μεταμορφούμεθαd ἀπὸ δόξης εἰς δόξαν, καθάπερe ἀπὸ κυρίου πνεύματος.