2
ἔκριναa
⸀γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃb
πρὸς ὑμᾶς ἐλθεῖν·c
2
εἰ γὰρ ἐγὼ λυπῶa
ὑμᾶς, καὶ ⸀τίς ὁ εὐφραίνωνb
με εἰ μὴ ὁ λυπούμενοςc
ἐξ ἐμοῦ;
3
καὶ ⸀ἔγραψαa
τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼνb
λύπηνc
⸀σχῶd
ἀφ’ ὧν ἔδειe
με χαίρειν,f
πεποιθὼςg
ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.h
4
ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆςa
καρδίας ἔγραψαb
ὑμῖν διὰ πολλῶν δακρύων,c
οὐχ ἵνα λυπηθῆτε,d
ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτεe
ἣν ἔχωf
περισσοτέρωςg
εἰς ὑμᾶς.
5
Εἰ δέ τις λελύπηκεν,a
οὐκ ἐμὲ λελύπηκεν,b
ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶc
πάντας ὑμᾶς.
6
ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμίαa
αὕτη ἡ ὑπὸ τῶν πλειόνων,
7
ὥστε τοὐναντίονa
⸀μᾶλλον ὑμᾶς χαρίσασθαιb
καὶ παρακαλέσαι,c
μή πως τῇ περισσοτέρᾳd
λύπῃe
καταποθῇf
ὁ τοιοῦτος.
8
διὸ παρακαλῶa
ὑμᾶς κυρῶσαιb
εἰς αὐτὸν ἀγάπην·
9
εἰς τοῦτο γὰρ καὶ ἔγραψαa
ἵνα γνῶb
τὴν δοκιμὴνc
ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοίd
ἐστε.e
10
ᾧ δέ τι χαρίζεσθε,a
κἀγώ· καὶ γὰρ ἐγὼ ⸂ὃ κεχάρισμαι,b
εἴ τι⸃ κεχάρισμαι,c
δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ,
11
ἵνα μὴ πλεονεκτηθῶμενa
ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματαb
ἀγνοοῦμεν.c
12
Ἐλθὼνa
δὲ εἰς τὴν Τρῳάδαb
εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένηςc
ἐν κυρίῳ,
13
οὐκ ἔσχηκαa
ἄνεσινb
τῷ πνεύματί μου τῷ μὴ εὑρεῖνc
με Τίτονd
τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενοςe
αὐτοῖς ἐξῆλθονf
εἰς Μακεδονίαν.g
14
Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντιa
ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴνb
τῆς γνώσεωςc
αὐτοῦ φανεροῦντιd
δι’ ἡμῶν ἐν παντὶ τόπῳ·
15
ὅτι Χριστοῦ εὐωδίαa
ἐσμὲνb
τῷ θεῷ ἐν τοῖς σῳζομένοιςc
καὶ ἐν τοῖς ἀπολλυμένοις,d
16
οἷς μὲν ὀσμὴa
⸀ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴb
⸁ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός;
17
οὐ γάρ ἐσμενa
ὡς οἱ ⸀πολλοὶ καπηλεύοντεςb
τὸν λόγον τοῦ θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινείας,c
ἀλλ’ ὡς ἐκ θεοῦ ⸀κατέναντιd
θεοῦ ἐν Χριστῷ λαλοῦμεν.e