Πρὸς Κορινθίους βʹ

13
Τρίτον τοῦτο ἔρχομαιa πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεταιb πᾶν ῥῆμα.
2προείρηκαa καὶ προλέγωb ὡς παρὼνc τὸ δεύτερον καὶ ἀπὼνd ⸀νῦν, τοῖς προημαρτηκόσινe καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθωf εἰς τὸ πάλιν οὐ φείσομαι,g
3ἐπεὶa δοκιμὴνb ζητεῖτεc τοῦ ἐν ἐμοὶ λαλοῦντοςd Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖe ἀλλὰ δυνατεῖf ἐν ὑμῖν,
4καὶ ⸀γὰρ ἐσταυρώθηa ἐξ ἀσθενείας,b ἀλλὰ ζῇc ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμενd ἐν αὐτῷ, ἀλλὰ ⸀ζήσομενe σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.
5Ἑαυτοὺς πειράζετεa εἰ ἐστὲb ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε·c οὐκ ἐπιγινώσκετεd ἑαυτοὺς ὅτι ⸂Ἰησοῦς Χριστὸς⸃ ἐν ⸀ὑμῖν; εἰ μήτιe ἀδόκιμοίf ἐστε.g
6ἐλπίζωa δὲ ὅτι γνώσεσθεb ὅτι ἡμεῖς οὐκ ἐσμὲνc ἀδόκιμοι.d
7⸀εὐχόμεθαa δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαιb ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοιc φανῶμεν,d ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε,e ἡμεῖς δὲ ὡς ἀδόκιμοιf ὦμεν.g
8οὐ γὰρ δυνάμεθάa τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας.
9χαίρομενa γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν,b ὑμεῖς δὲ δυνατοὶ ἦτε·c ⸀τοῦτο καὶ εὐχόμεθα,d τὴν ὑμῶν κατάρτισιν.e
10διὰ τοῦτο ταῦτα ἀπὼνa γράφω,b ἵνα παρὼνc μὴ ἀποτόμωςd χρήσωμαιe κατὰ τὴν ἐξουσίαν ἣν ⸂ὁ κύριος ἔδωκένf μοι⸃, εἰς οἰκοδομὴνg καὶ οὐκ εἰς καθαίρεσιν.h
11Λοιπόν, ἀδελφοί, χαίρετε,a καταρτίζεσθε,b παρακαλεῖσθε,c τὸ αὐτὸ φρονεῖτε,d εἰρηνεύετε,e καὶ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσταιf μεθ’ ὑμῶν.
12ἀσπάσασθεa ἀλλήλους ἐν ἁγίῳ φιλήματι.b ἀσπάζονταιc ὑμᾶς οἱ ἅγιοι πάντες.
13 χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἀγάπη τοῦ θεοῦ καὶ κοινωνίαa τοῦ ἁγίου πνεύματος μετὰ πάντων ⸀ὑμῶν.