Πρὸς Κορινθίους βʹ

11
Ὄφελονa ἀνείχεσθέb μου μικρόν ⸀τι ⸀ἀφροσύνης·c ἀλλὰ καὶ ἀνέχεσθέd μου.
2ζηλῶa γὰρ ὑμᾶς θεοῦ ζήλῳ,b ἡρμοσάμηνc γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένονd ἁγνὴνe παραστῆσαιf τῷ Χριστῷ·
3φοβοῦμαιa δὲ μή πως, ὡς ὄφιςb ⸂ἐξηπάτησενc Εὕαν⸃d ἐν τῇ πανουργίᾳe αὐτοῦ, ⸀φθαρῇf τὰ νοήματαg ὑμῶν ἀπὸ τῆς ἁπλότητοςh ⸂καὶ τῆς ἁγνότητος⸃i τῆς εἰς τὸν Χριστόν.
4εἰ μὲν γὰρ ἐρχόμενοςa ἄλλον Ἰησοῦν κηρύσσειb ὃν οὐκ ἐκηρύξαμεν,c πνεῦμα ἕτερον λαμβάνετεd οὐκ ἐλάβετε,e εὐαγγέλιον ἕτερον οὐκ ἐδέξασθε,f καλῶς ⸀ἀνέχεσθε.g
5λογίζομαιa γὰρ μηδὲν ὑστερηκέναιb τῶν ὑπερλίανc ἀποστόλων·
6εἰ δὲ καὶ ἰδιώτηςa τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει,b ἀλλ’ ἐν παντὶ ⸀φανερώσαντεςc ἐν πᾶσιν εἰς ὑμᾶς.
7 ἁμαρτίαν ἐποίησαa ἐμαυτὸν ταπεινῶνb ἵνα ὑμεῖς ὑψωθῆτε,c ὅτι δωρεὰνd τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμηνe ὑμῖν;
8ἄλλας ἐκκλησίας ἐσύλησαa λαβὼνb ὀψώνιονc πρὸς τὴν ὑμῶν διακονίαν,
9καὶ παρὼνa πρὸς ὑμᾶς καὶ ὑστερηθεὶςb οὐ κατενάρκησαc οὐθενός· τὸ γὰρ ὑστέρημάd μου προσανεπλήρωσανe οἱ ἀδελφοὶ ἐλθόντεςf ἀπὸ Μακεδονίας·g καὶ ἐν παντὶ ἀβαρῆh ⸂ἐμαυτὸν ὑμῖν⸃ ἐτήρησαi καὶ τηρήσω.j
10ἔστινa ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι καύχησιςb αὕτη οὐ φραγήσεταιc εἰς ἐμὲ ἐν τοῖς κλίμασιd τῆς Ἀχαΐας.e
11διὰ τί; ὅτι οὐκ ἀγαπῶa ὑμᾶς; θεὸς οἶδεν.b
12 δὲ ποιῶa καὶ ποιήσω,b ἵνα ἐκκόψωc τὴν ἀφορμὴνd τῶν θελόντωνe ἀφορμήν,f ἵνα ἐν καυχῶνταιg εὑρεθῶσινh καθὼς καὶ ἡμεῖς.
13οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι,a ἐργάταιb δόλιοι,c μετασχηματιζόμενοιd εἰς ἀποστόλους Χριστοῦ·
14καὶ οὐ ⸀θαῦμα,a αὐτὸς γὰρ Σατανᾶς μετασχηματίζεταιb εἰς ἄγγελον φωτός·
15οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοιa αὐτοῦ μετασχηματίζονταιb ὡς διάκονοιc δικαιοσύνης, ὧν τὸ τέλος ἔσταιd κατὰ τὰ ἔργα αὐτῶν.
16Πάλιν λέγω,a μή τίς με δόξῃb ἄφροναc εἶναι—d εἰ δὲ μή γε,e κἂνf ὡς ἄφροναg δέξασθέh με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι·i
17 λαλῶa οὐ ⸂κατὰ κύριον λαλῶ⸃,b ἀλλ’ ὡς ἐν ἀφροσύνῃ,c ἐν ταύτῃ τῇ ὑποστάσειd τῆς καυχήσεως.e
18ἐπεὶa πολλοὶ καυχῶνταιb ⸀κατὰ σάρκα, κἀγὼ καυχήσομαι.c
19ἡδέωςa γὰρ ἀνέχεσθεb τῶν ἀφρόνωνc φρόνιμοιd ὄντες·e
20ἀνέχεσθεa γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ,b εἴ τις κατεσθίει,c εἴ τις λαμβάνει,d εἴ τις ἐπαίρεται,e εἴ τις ⸂εἰς πρόσωπον ὑμᾶς⸃ δέρει.f
21κατὰ ἀτιμίανa λέγω,b ὡς ὅτι ἡμεῖς ⸀ἠσθενήκαμεν·c ἐν δ’ ἄν τις τολμᾷ,d ἐν ἀφροσύνῃe λέγω,f τολμῶg κἀγώ.
22Ἑβραῖοίa εἰσιν;b κἀγώ. Ἰσραηλῖταίc εἰσιν;d κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν;e κἀγώ.
23διάκονοιa Χριστοῦ εἰσιν;b παραφρονῶνc λαλῶ,d ὑπὲρ ἐγώ· ἐν κόποιςe περισσοτέρως,f ἐν ⸂φυλακαῖς περισσοτέρως,g ἐν πληγαῖςh ὑπερβαλλόντως⸃,i ἐν θανάτοις πολλάκις·j
24ὑπὸ Ἰουδαίων πεντάκιςa τεσσεράκονταb παρὰ μίαν ἔλαβον,c
25τρὶςa ἐραβδίσθην,b ἅπαξc ἐλιθάσθην,d τρὶςe ἐναυάγησα,f νυχθήμερονg ἐν τῷ βυθῷh πεποίηκα·i
26ὁδοιπορίαιςa πολλάκις,b κινδύνοιςc ποταμῶν,d κινδύνοιςe λῃστῶν,f κινδύνοιςg ἐκ γένους,h κινδύνοιςi ἐξ ἐθνῶν, κινδύνοιςj ἐν πόλει, κινδύνοιςk ἐν ἐρημίᾳ,l κινδύνοιςm ἐν θαλάσσῃ, κινδύνοιςn ἐν ψευδαδέλφοις,o
27⸀κόπῳa καὶ μόχθῳ,b ἐν ἀγρυπνίαιςc πολλάκις,d ἐν λιμῷe καὶ δίψει,f ἐν νηστείαιςg πολλάκις,h ἐν ψύχειi καὶ γυμνότητι·j
28χωρὶς τῶν παρεκτὸςa ⸀ἐπίστασίςb ⸀μοι καθ’ ἡμέραν, μέριμναc πασῶν τῶν ἐκκλησιῶν.
29τίς ἀσθενεῖ,a καὶ οὐκ ἀσθενῶ;b τίς σκανδαλίζεταιc καὶ οὐκ ἐγὼ πυροῦμαι;d
30Εἰ καυχᾶσθαιa δεῖ,b τὰ τῆς ἀσθενείαςc μου καυχήσομαι.d
31 θεὸς καὶ πατὴρ τοῦ κυρίου ⸀Ἰησοῦ οἶδεν,a ὢνb εὐλογητὸςc εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.d
32ἐν Δαμασκῷa ἐθνάρχηςb Ἁρέταc τοῦ βασιλέως ἐφρούρειd τὴν ⸂πόλιν Δαμασκηνῶν⸃e πιάσαιf ⸀με,
33καὶ διὰ θυρίδοςa ἐν σαργάνῃb ἐχαλάσθηνc διὰ τοῦ τείχουςd καὶ ἐξέφυγονe τὰς χεῖρας αὐτοῦ.