Πρὸς Κορινθίους βʹ

1
Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Τιμόθεοςa ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃb ἐν Κορίνθῳ,c σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσινd ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·e
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3Εὐλογητὸςa θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πατὴρ τῶν οἰκτιρμῶνb καὶ θεὸς πάσης παρακλήσεως,c
4 παρακαλῶνa ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαιb ἡμᾶς παρακαλεῖνc τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεωςd ἧς παρακαλούμεθαe αὐτοὶ ὑπὸ τοῦ θεοῦ.
5ὅτι καθὼς περισσεύειa τὰ παθήματαb τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύειc καὶ παράκλησιςd ἡμῶν.
6εἴτε δὲ θλιβόμεθα,a ὑπὲρ τῆς ὑμῶν παρακλήσεωςb καὶ σωτηρίας· ⸂εἴτε παρακαλούμεθα,c ὑπὲρ τῆς ὑμῶν παρακλήσεως⸃d τῆς ἐνεργουμένηςe ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτωνf ὧν καὶ ἡμεῖς πάσχομεν,g
7καὶ ἐλπὶς ἡμῶν βεβαίαa ὑπὲρ ⸀ὑμῶν· εἰδότεςb ὅτι ⸀ὡς κοινωνοίc ἐστεd τῶν παθημάτων,e οὕτως καὶ τῆς παρακλήσεως.f
8Οὐ γὰρ θέλομενa ὑμᾶς ἀγνοεῖν,b ἀδελφοί, ⸀ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς ⸀γενομένηςc ἐν τῇ Ἀσίᾳ,d ὅτι καθ’ ὑπερβολὴνe ⸂ὑπὲρ δύναμιν ἐβαρήθημεν⸃,f ὥστε ἐξαπορηθῆναιg ἡμᾶς καὶ τοῦ ζῆν·h
9ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμαa τοῦ θανάτου ἐσχήκαμεν,b ἵνα μὴ πεποιθότεςc ὦμενd ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντιe τοὺς νεκρούς·
10ὃς ἐκ τηλικούτουa θανάτου ἐρρύσατοb ἡμᾶς καὶ ⸀ῥύσεται,c εἰς ὃν ἠλπίκαμενd ὅτι καὶ ἔτι ῥύσεται,e
11συνυπουργούντωνa καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει,b ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμαc διὰ πολλῶν εὐχαριστηθῇd ὑπὲρ ⸀ἡμῶν.
12 γὰρ καύχησιςa ἡμῶν αὕτη ἐστίν,b τὸ μαρτύριονc τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ⸀ἁγιότητιd καὶ εἰλικρινείᾳe ⸀τοῦ θεοῦ, ⸀οὐκ ἐν σοφίᾳ σαρκικῇf ἀλλ’ ἐν χάριτι θεοῦ, ἀνεστράφημενg ἐν τῷ κόσμῳ, περισσοτέρωςh δὲ πρὸς ὑμᾶς·
13οὐ γὰρ ἄλλα γράφομενa ὑμῖν ἀλλ’ ἀναγινώσκετεb καὶ ἐπιγινώσκετε,c ἐλπίζωd δὲ ⸀ὅτι ἕως τέλους ἐπιγνώσεσθε,e
14καθὼς καὶ ἐπέγνωτεa ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημαb ὑμῶν ἐσμενc καθάπερd καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ⸀ἡμῶν Ἰησοῦ.
15Καὶ ταύτῃ τῇ πεποιθήσειa ἐβουλόμηνb ⸂πρότερονc πρὸς ὑμᾶς ἐλθεῖν⸃,d ἵνα δευτέραν ⸀χάριν ⸀σχῆτε,e
16καὶ δι’ ὑμῶν διελθεῖνa εἰς Μακεδονίαν,b καὶ πάλιν ἀπὸ Μακεδονίαςc ἐλθεῖνd πρὸς ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναιe εἰς τὴν Ἰουδαίαν.
17τοῦτο οὖν ⸀βουλόμενοςa μήτιb ἄρα τῇ ἐλαφρίᾳc ἐχρησάμην;d βουλεύομαιe κατὰ σάρκα βουλεύομαι,f ἵνα g παρ’ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ;
18πιστὸς δὲ θεὸς ὅτι λόγος ἡμῶν πρὸς ὑμᾶς οὐκ ⸀ἔστινa Ναὶ καὶ Οὔ.
19 ⸂τοῦ θεοῦ γὰρ⸃ υἱὸς ⸂Ἰησοῦς Χριστὸς⸃ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς,a δι’ ἐμοῦ καὶ Σιλουανοῦb καὶ Τιμοθέου,c οὐκ ἐγένετοd Ναὶ καὶ Οὒ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν·e
20ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί· ⸀διὸ καὶ ⸂δι’ αὐτοῦ⸃ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι’ ἡμῶν.
21 δὲ βεβαιῶνa ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσαςb ἡμᾶς θεός,
22 καὶ σφραγισάμενοςa ἡμᾶς καὶ δοὺςb τὸν ἀρραβῶναc τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
23Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαιa ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενοςb ὑμῶν οὐκέτι ἦλθονc εἰς Κόρινθον.d
24οὐχ ὅτι κυριεύομενa ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοίb ἐσμενc τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.d