5
Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς,a
ἀλλὰ παρακάλειb
ὡς πατέρα, νεωτέρουςc
ὡς ἀδελφούς,
2
πρεσβυτέρας ὡς μητέρας, νεωτέραςa
ὡς ἀδελφὰςb
ἐν πάσῃ ἁγνείᾳ.c
3
Χήραςa
τίμαb
τὰς ὄντωςc
χήρας.d
4
εἰ δέ τις χήραa
τέκνα ἢ ἔκγοναb
ἔχει,c
μανθανέτωσανd
πρῶτονe
τὸν ἴδιον οἶκον εὐσεβεῖνf
καὶ ἀμοιβὰςg
ἀποδιδόναιh
τοῖς προγόνοις,i
τοῦτο γάρ ἐστινj
ἀπόδεκτονk
ἐνώπιον τοῦ θεοῦ.
5
ἡ δὲ ὄντωςa
χήραb
καὶ μεμονωμένηc
ἤλπικενd
ἐπὶ ⸀θεὸν καὶ προσμένειe
ταῖς δεήσεσινf
καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας·
6
ἡ δὲ σπαταλῶσαa
ζῶσαb
τέθνηκεν.c
7
καὶ ταῦτα παράγγελλε,a
ἵνα ἀνεπίλημπτοιb
ὦσιν·c
8
εἰ δέ τις τῶν ἰδίων καὶ ⸀μάλισταa
οἰκείωνb
οὐ ⸀προνοεῖ,c
τὴν πίστιν ἤρνηταιd
καὶ ἔστινe
ἀπίστουf
χείρων.g
9
Χήραa
καταλεγέσθωb
μὴ ἔλαττονc
ἐτῶν ἑξήκονταd
γεγονυῖα,e
ἑνὸς ἀνδρὸς γυνή,
10
ἐν ἔργοις καλοῖς μαρτυρουμένη,a
εἰ ἐτεκνοτρόφησεν,b
εἰ ἐξενοδόχησεν,c
εἰ ἁγίων πόδας ἔνιψεν,d
εἰ θλιβομένοιςe
ἐπήρκεσεν,f
εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.g
11
νεωτέραςa
δὲ χήραςb
παραιτοῦ·c
ὅταν γὰρ καταστρηνιάσωσινd
τοῦ Χριστοῦ, γαμεῖνe
θέλουσιν,f
12
ἔχουσαιa
κρίμαb
ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν·c
13
ἅμαa
δὲ καὶ ἀργαὶb
μανθάνουσιν,c
περιερχόμεναιd
τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶe
ἀλλὰ καὶ φλύαροιf
καὶ περίεργοι,g
λαλοῦσαιh
τὰ μὴ δέοντα.i
14
βούλομαιa
οὖν νεωτέραςb
γαμεῖν,c
τεκνογονεῖν,d
οἰκοδεσποτεῖν,e
μηδεμίαν ἀφορμὴνf
διδόναιg
τῷ ἀντικειμένῳh
λοιδορίαςi
χάριν·j
15
ἤδη γάρ τινες ἐξετράπησανa
ὀπίσω τοῦ Σατανᾶ.
16
εἴ ⸀τις πιστὴ ἔχειa
χήρας,b
⸀ἐπαρκείτωc
αὐταῖς, καὶ μὴ βαρείσθωd
ἡ ἐκκλησία, ἵνα ταῖς ὄντωςe
χήραιςf
ἐπαρκέσῃ.g
17
Οἱ καλῶς προεστῶτεςa
πρεσβύτεροι διπλῆςb
τιμῆς ἀξιούσθωσαν,c
μάλισταd
οἱ κοπιῶντεςe
ἐν λόγῳ καὶ διδασκαλίᾳ·f
18
λέγειa
γὰρ ἡ γραφή· Βοῦνb
ἀλοῶνταc
οὐ φιμώσεις,d
καί· Ἄξιος ὁ ἐργάτηςe
τοῦ μισθοῦf
αὐτοῦ.
19
κατὰ πρεσβυτέρου κατηγορίανa
μὴ παραδέχου,b
ἐκτὸςc
εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων·
20
⸀τοὺς ἁμαρτάνονταςa
ἐνώπιον πάντων ἔλεγχε,b
ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.c
21
διαμαρτύρομαιa
ἐνώπιον τοῦ θεοῦ καὶ ⸂Χριστοῦ Ἰησοῦ⸃ καὶ τῶν ἐκλεκτῶνb
ἀγγέλων, ἵνα ταῦτα φυλάξῃςc
χωρὶς προκρίματος,d
μηδὲν ποιῶνe
κατὰ πρόσκλισιν.f
22
χεῖρας ταχέωςa
μηδενὶ ἐπιτίθει,b
μηδὲ κοινώνειc
ἁμαρτίαις ἀλλοτρίαις·d
σεαυτὸν ἁγνὸνe
τήρει.f
23
μηκέτιa
ὑδροπότει,b
ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶc
διὰ τὸν ⸀στόμαχονd
καὶ τὰς πυκνάςe
σου ἀσθενείας.f
24
Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοίa
εἰσιν,b
προάγουσαιc
εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν·d
25
ὡσαύτωςa
καὶ τὰ ⸂ἔργα τὰ καλὰ⸃ ⸀πρόδηλα,b
καὶ τὰ ἄλλωςc
ἔχονταd
κρυβῆναιe
οὐ δύνανται.f