4
Τὸ δὲ πνεῦμα ῥητῶςa
λέγειb
ὅτι ἐν ὑστέροιςc
καιροῖς ἀποστήσονταίd
τινες τῆς πίστεως, προσέχοντεςe
πνεύμασι πλάνοιςf
καὶ διδασκαλίαιςg
δαιμονίων
2
ἐν ὑποκρίσειa
ψευδολόγων,b
κεκαυστηριασμένωνc
τὴν ἰδίαν συνείδησιν,
3
κωλυόντωνa
γαμεῖν,b
ἀπέχεσθαιc
βρωμάτωνd
ἃ ὁ θεὸς ἔκτισενe
εἰς μετάλημψινf
μετὰ εὐχαριστίαςg
τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιh
τὴν ἀλήθειαν.
4
ὅτι πᾶν κτίσμαa
θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητονb
μετὰ εὐχαριστίαςc
λαμβανόμενον,d
5
ἁγιάζεταιa
γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.b
6
Ταῦτα ὑποτιθέμενοςa
τοῖς ἀδελφοῖς καλὸς ἔσῃb
διάκονοςc
⸂Χριστοῦ Ἰησοῦ⸃, ἐντρεφόμενοςd
τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίαςe
ᾗ παρηκολούθηκας,f
7
τοὺς δὲ βεβήλουςa
καὶ γραώδειςb
μύθουςc
παραιτοῦ.d
γύμναζεe
δὲ σεαυτὸν πρὸς εὐσέβειαν·f
8
ἡ γὰρ σωματικὴa
γυμνασίαb
πρὸς ὀλίγον ἐστὶνc
ὠφέλιμος,d
ἡ δὲ εὐσέβειαe
πρὸς πάντα ὠφέλιμόςf
ἐστιν,g
ἐπαγγελίαν ἔχουσαh
ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.i
9
πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆςa
ἄξιος,
10
εἰς τοῦτο ⸀γὰρ κοπιῶμενa
καὶ ⸀ὀνειδιζόμεθα,b
ὅτι ἠλπίκαμενc
ἐπὶ θεῷ ζῶντι,d
ὅς ἐστινe
σωτὴρf
πάντων ἀνθρώπων, μάλισταg
πιστῶν.
11
Παράγγελλεa
ταῦτα καὶ δίδασκε.b
12
μηδείς σου τῆς νεότητοςa
καταφρονείτω,b
ἀλλὰ τύποςc
γίνουd
τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ,e
ἐν ⸀ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ.f
13
ἕως ἔρχομαιa
πρόσεχεb
τῇ ἀναγνώσει,c
τῇ παρακλήσει,d
τῇ διδασκαλίᾳ.e
14
μὴ ἀμέλειa
τοῦ ἐν σοὶ χαρίσματος,b
ὃ ἐδόθηc
σοι διὰ προφητείαςd
μετὰ ἐπιθέσεωςe
τῶν χειρῶν τοῦ πρεσβυτερίου.f
15
ταῦτα μελέτα,a
ἐν τούτοις ἴσθι,b
ἵνα σου ἡ προκοπὴc
φανερὰd
⸀ᾖe
πᾶσιν·
16
ἔπεχεa
σεαυτῷ καὶ τῇ διδασκαλίᾳ·b
ἐπίμενεc
αὐτοῖς· τοῦτο γὰρ ποιῶνd
καὶ σεαυτὸν σώσειςe
καὶ τοὺς ἀκούοντάςf
σου.