Πρὸς Τιμόθεον αʹ

3
Πιστὸς λόγος· εἴ τις ἐπισκοπῆςa ὀρέγεται,b καλοῦ ἔργου ἐπιθυμεῖ.c
2δεῖa οὖν τὸν ἐπίσκοπονb ἀνεπίλημπτονc εἶναι,d μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον,e σώφρονα,f κόσμιον,g φιλόξενον,h διδακτικόν,i
3μὴ πάροινον,a μὴ ⸀πλήκτην,b ἀλλὰ ἐπιεικῆ,c ἄμαχον,d ἀφιλάργυρον,e
4τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον,a τέκνα ἔχονταb ἐν ὑποταγῇc μετὰ πάσης σεμνότητος·d
5(εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναιa οὐκ οἶδεν,b πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται;)c
6μὴ νεόφυτον,a ἵνα μὴ τυφωθεὶςb εἰς κρίμαc ἐμπέσῃd τοῦ διαβόλου.
7δεῖa ⸀δὲ καὶ μαρτυρίαν καλὴν ἔχεινb ἀπὸ τῶν ἔξωθεν,c ἵνα μὴ εἰς ὀνειδισμὸνd ἐμπέσῃe καὶ παγίδαf τοῦ διαβόλου.
8Διακόνουςa ὡσαύτωςb σεμνούς,c μὴ διλόγους,d μὴ οἴνῳ πολλῷ προσέχοντας,e μὴ αἰσχροκερδεῖς,f
9ἔχονταςa τὸ μυστήριονb τῆς πίστεως ἐν καθαρᾷc συνειδήσει.
10καὶ οὗτοι δὲ δοκιμαζέσθωσανa πρῶτον, εἶταb διακονείτωσανc ἀνέγκλητοιd ὄντες.e
11γυναῖκας ὡσαύτωςa σεμνάς,b μὴ διαβόλους, νηφαλίους,c πιστὰς ἐν πᾶσιν.
12διάκονοιa ἔστωσανb μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοιc καὶ τῶν ἰδίων οἴκων·
13οἱ γὰρ καλῶς διακονήσαντεςa βαθμὸνb ἑαυτοῖς καλὸν περιποιοῦνταιc καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
14Ταῦτά σοι γράφω,a ἐλπίζωνb ἐλθεῖνc πρὸς σὲ ⸂ἐν τάχει⸃,d
15ἐὰν δὲ βραδύνω,a ἵνα εἰδῇςb πῶς δεῖc ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι,d ἥτις ἐστὶνe ἐκκλησία θεοῦ ζῶντος,f στῦλοςg καὶ ἑδραίωμαh τῆς ἀληθείας·
16καὶ ὁμολογουμένωςa μέγα ἐστὶνb τὸ τῆς εὐσεβείαςc μυστήριον·d ⸀Ὃς ἐφανερώθηe ἐν σαρκί, ἐδικαιώθηf ἐν πνεύματι, ὤφθηg ἀγγέλοις, ἐκηρύχθηh ἐν ἔθνεσιν, ἐπιστεύθηi ἐν κόσμῳ, ἀνελήμφθηj ἐν δόξῃ.