2
Παρακαλῶa
οὖν πρῶτον πάντων ποιεῖσθαιb
δεήσεις,c
προσευχάς, ἐντεύξεις,d
εὐχαριστίας,e
ὑπὲρ πάντων ἀνθρώπων,
2
ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇa
ὄντων,b
ἵνα ἤρεμονc
καὶ ἡσύχιονd
βίονe
διάγωμενf
ἐν πάσῃ εὐσεβείᾳg
καὶ σεμνότητι.h
3
⸀τοῦτο καλὸν καὶ ἀπόδεκτονa
ἐνώπιον τοῦ σωτῆροςb
ἡμῶν θεοῦ,
4
ὃς πάντας ἀνθρώπους θέλειa
σωθῆναιb
καὶ εἰς ἐπίγνωσινc
ἀληθείας ἐλθεῖν.d
5
εἷς γὰρ θεός, εἷς καὶ μεσίτηςa
θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς,
6
ὁ δοὺςa
ἑαυτὸν ἀντίλυτρονb
ὑπὲρ πάντων, τὸ μαρτύριονc
καιροῖς ἰδίοις·
7
εἰς ὃ ἐτέθηνa
ἐγὼ κῆρυξb
καὶ ἀπόστολος— ἀλήθειαν ⸀λέγω,c
οὐ ψεύδομαι—d
διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
8
Βούλομαιa
οὖν προσεύχεσθαιb
τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίρονταςc
ὁσίουςd
χεῖρας χωρὶς ὀργῆς καὶ ⸀διαλογισμοῦ.e
9
ὡσαύτωςa
⸀καὶ γυναῖκας ἐν καταστολῇb
κοσμίῳc
μετὰ αἰδοῦςd
καὶ σωφροσύνηςe
κοσμεῖνf
ἑαυτάς, μὴ ἐν πλέγμασινg
⸀καὶ ⸀χρυσίῳh
ἢ μαργαρίταιςi
ἢ ἱματισμῷj
πολυτελεῖ,k
10
ἀλλ’ ὃ πρέπειa
γυναιξὶν ἐπαγγελλομέναιςb
θεοσέβειαν,c
δι’ ἔργων ἀγαθῶν.
11
γυνὴ ἐν ἡσυχίᾳa
μανθανέτωb
ἐν πάσῃ ὑποταγῇ·c
12
⸂διδάσκεινa
δὲ γυναικὶ⸃ οὐκ ἐπιτρέπω,b
οὐδὲ αὐθεντεῖνc
ἀνδρός, ἀλλ’ εἶναιd
ἐν ἡσυχίᾳ.e
13
Ἀδὰμa
γὰρ πρῶτος ἐπλάσθη,b
εἶταc
Εὕα·d
14
καὶ Ἀδὰμa
οὐκ ἠπατήθη,b
ἡ δὲ γυνὴ ⸀ἐξαπατηθεῖσαc
ἐν παραβάσειd
γέγονεν.e
15
σωθήσεταιa
δὲ διὰ τῆς τεκνογονίας,b
ἐὰν μείνωσινc
ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷd
μετὰ σωφροσύνης.e