1
Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ κατ’ ἐπιταγὴνa
θεοῦ σωτῆροςb
ἡμῶν καὶ ⸂Χριστοῦ Ἰησοῦ⸃ τῆς ἐλπίδος ἡμῶν
2
Τιμοθέῳa
γνησίῳb
τέκνῳ ἐν πίστει· χάρις, ἔλεος,c
εἰρήνη ἀπὸ θεοῦ ⸀πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
3
Καθὼς παρεκάλεσάa
σε προσμεῖναιb
ἐν Ἐφέσῳ,c
πορευόμενοςd
εἰς Μακεδονίαν,e
ἵνα παραγγείλῃςf
τισὶν μὴ ἑτεροδιδασκαλεῖνg
4
μηδὲ προσέχεινa
μύθοιςb
καὶ γενεαλογίαιςc
ἀπεράντοις,d
αἵτινες ⸀ἐκζητήσειςe
παρέχουσιf
μᾶλλον ἢ οἰκονομίανg
θεοῦ τὴν ἐν πίστει—
5
τὸ δὲ τέλος τῆς παραγγελίαςa
ἐστὶνb
ἀγάπη ἐκ καθαρᾶςc
καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,d
6
ὧν τινες ἀστοχήσαντεςa
ἐξετράπησανb
εἰς ματαιολογίαν,c
7
θέλοντεςa
εἶναιb
νομοδιδάσκαλοι,c
μὴ νοοῦντεςd
μήτε ἃ λέγουσινe
μήτε περὶ τίνων διαβεβαιοῦνται.f
8
Οἴδαμενa
δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμωςb
χρῆται,c
9
εἰδὼςa
τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται,b
ἀνόμοιςc
δὲ καὶ ἀνυποτάκτοις,d
ἀσεβέσιe
καὶ ἁμαρτωλοῖς, ἀνοσίοιςf
καὶ βεβήλοις,g
πατρολῴαιςh
καὶ μητρολῴαις,i
ἀνδροφόνοις,j
10
πόρνοις,a
ἀρσενοκοίταις,b
ἀνδραποδισταῖς,c
ψεύσταις,d
ἐπιόρκοις,e
καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃf
διδασκαλίᾳg
ἀντίκειται,h
11
κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθηνa
ἐγώ.
12
⸀Χάριν ἔχωa
τῷ ἐνδυναμώσαντίb
με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατοc
θέμενοςd
εἰς διακονίαν,
13
⸀τὸ πρότερονa
ὄνταb
βλάσφημονc
καὶ διώκτηνd
καὶ ὑβριστήν·e
ἀλλὰ ἠλεήθην,f
ὅτι ἀγνοῶνg
ἐποίησαh
ἐν ἀπιστίᾳ,i
14
ὑπερεπλεόνασενa
δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
15
πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆςa
ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθενb
εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι·c
ὧν πρῶτός εἰμιd
ἐγώ,
16
ἀλλὰ διὰ τοῦτο ἠλεήθην,a
ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηταιb
⸂Χριστὸς Ἰησοῦς⸃ τὴν ⸀ἅπασαν μακροθυμίαν,c
πρὸς ὑποτύπωσινd
τῶν μελλόντωνe
πιστεύεινf
ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον.
17
τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ,a
ἀοράτῳ,b
⸀μόνῳ θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
18
Ταύτην τὴν παραγγελίανa
παρατίθεμαίb
σοι, τέκνον Τιμόθεε,c
κατὰ τὰς προαγούσαςd
ἐπὶ σὲ προφητείας,e
ἵνα ⸀στρατεύῃf
ἐν αὐταῖς τὴν καλὴν στρατείαν,g
19
ἔχωνa
πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοιb
περὶ τὴν πίστιν ἐναυάγησαν·c
20
ὧν ἐστινa
Ὑμέναιοςb
καὶ Ἀλέξανδρος,c
οὓς παρέδωκαd
τῷ Σατανᾷ ἵνα παιδευθῶσιe
μὴ βλασφημεῖν.f