5
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετεa
ὑμῖν γράφεσθαι,b
2
αὐτοὶ γὰρ ἀκριβῶςa
οἴδατεb
⸀ὅτι ἡμέρα κυρίου ὡς κλέπτηςc
ἐν νυκτὶ οὕτως ἔρχεται.d
3
⸀ὅταν λέγωσιν·a
Εἰρήνη καὶ ἀσφάλεια,b
τότε αἰφνίδιοςc
αὐτοῖς ἐφίσταταιd
ὄλεθροςe
ὥσπερ ἡ ὠδὶνf
τῇ ἐν γαστρὶg
ἐχούσῃ,h
καὶ οὐ μὴ ἐκφύγωσιν.i
4
ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲa
ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς ⸀κλέπτηςb
καταλάβῃ,c
5
πάντες ⸀γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστεa
καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲνb
νυκτὸς οὐδὲ σκότους·
6
ἄρα οὖν μὴ καθεύδωμενa
⸀ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμενb
καὶ νήφωμεν.c
7
οἱ γὰρ καθεύδοντεςa
νυκτὸς καθεύδουσιν,b
καὶ οἱ μεθυσκόμενοιc
νυκτὸς μεθύουσιν·d
8
ἡμεῖς δὲ ἡμέρας ὄντεςa
νήφωμεν,b
ἐνδυσάμενοιc
θώρακαd
πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίανe
ἐλπίδα σωτηρίας·
9
ὅτι οὐκ ἔθετοa
ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησινb
σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
10
τοῦ ἀποθανόντοςa
⸀περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμενb
εἴτε καθεύδωμενc
ἅμαd
σὺν αὐτῷ ζήσωμεν.e
11
διὸ παρακαλεῖτεa
ἀλλήλους καὶ οἰκοδομεῖτεb
εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.c
12
Ἐρωτῶμενa
δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναιb
τοὺς κοπιῶνταςc
ἐν ὑμῖν καὶ προϊσταμένουςd
ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦνταςe
ὑμᾶς,
13
καὶ ἡγεῖσθαιa
αὐτοὺς ⸀ὑπερεκπερισσοῦb
ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετεc
ἐν ⸀ἑαυτοῖς.
14
παρακαλοῦμενa
δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτεb
τοὺς ἀτάκτους,c
παραμυθεῖσθεd
τοὺς ὀλιγοψύχους,e
ἀντέχεσθεf
τῶν ἀσθενῶν,g
μακροθυμεῖτεh
πρὸς πάντας.
15
ὁρᾶτεa
μή τις κακὸν ἀντὶb
κακοῦ τινι ἀποδῷ,c
ἀλλὰ πάντοτε τὸ ἀγαθὸν ⸀διώκετεd
εἰς ἀλλήλους καὶ εἰς πάντας.
16
πάντοτε χαίρετε,a
17
ἀδιαλείπτωςa
προσεύχεσθε,b
18
ἐν παντὶ εὐχαριστεῖτε·a
τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
19
τὸ πνεῦμα μὴ σβέννυτε,a
20
προφητείαςa
μὴ ἐξουθενεῖτε·b
21
πάντα δὲ δοκιμάζετε,a
τὸ καλὸν κατέχετε,b
22
ἀπὸ παντὸς εἴδουςa
πονηροῦ ἀπέχεσθε.b
23
Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαιa
ὑμᾶς ὁλοτελεῖς,b
καὶ ὁλόκληρονc
ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτωςd
ἐν τῇ παρουσίᾳe
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.f
24
πιστὸς ὁ καλῶνa
ὑμᾶς, ὃς καὶ ποιήσει.b
25
Ἀδελφοί, ⸀προσεύχεσθεa
περὶ ἡμῶν.
26
ἀσπάσασθεa
τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματιb
ἁγίῳ.
27
⸀ἐνορκίζωa
ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναιb
τὴν ἐπιστολὴνc
πᾶσιν ⸀τοῖς ἀδελφοῖς.
28
ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ⸀ὑμῶν.