Πρὸς Θεσσαλονικεῖς αʹ

2
Αὐτοὶ γὰρ οἴδατε,a ἀδελφοί, τὴν εἴσοδονb ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴc γέγονεν,d
2ἀλλὰ προπαθόντεςa καὶ ὑβρισθέντεςb καθὼς οἴδατεc ἐν Φιλίπποιςd ἐπαρρησιασάμεθαe ἐν τῷ θεῷ ἡμῶν λαλῆσαιf πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι.g
3 γὰρ παράκλησιςa ἡμῶν οὐκ ἐκ πλάνηςb οὐδὲ ἐξ ἀκαθαρσίαςc ⸀οὐδὲ ἐν δόλῳ,d
4ἀλλὰ καθὼς δεδοκιμάσμεθαa ὑπὸ τοῦ θεοῦ πιστευθῆναιb τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν,c οὐχ ὡς ἀνθρώποις ἀρέσκοντεςd ἀλλὰ ⸀θεῷ τῷ δοκιμάζοντιe τὰς καρδίας ἡμῶν.
5οὔτε γάρ ποτε ἐν λόγῳ κολακείαςa ἐγενήθημεν,b καθὼς οἴδατε,c οὔτε ⸀ἐν προφάσειd πλεονεξίας,e θεὸς μάρτυς,
6οὔτε ζητοῦντεςa ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπ’ ἄλλων,
7δυνάμενοιa ἐν βάρειb εἶναιc ὡς Χριστοῦ ἀπόστολοι· ἀλλὰ ἐγενήθημενd ⸀ἤπιοιe ἐν μέσῳ ὑμῶν, ὡς ⸀ἐὰν τροφὸςf θάλπῃg τὰ ἑαυτῆς τέκνα·
8οὕτως ὁμειρόμενοιa ὑμῶν εὐδοκοῦμενb μεταδοῦναιc ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότιd ἀγαπητοὶ ἡμῖν ⸀ἐγενήθητε.e
9Μνημονεύετεa γάρ, ἀδελφοί, τὸν κόπονb ἡμῶν καὶ τὸν μόχθον·c ⸀νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοιd πρὸς τὸ μὴ ἐπιβαρῆσαίe τινα ὑμῶν ἐκηρύξαμενf εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ.
10ὑμεῖς μάρτυρες καὶ θεός, ὡς ὁσίωςa καὶ δικαίωςb καὶ ἀμέμπτωςc ὑμῖν τοῖς πιστεύουσινd ἐγενήθημεν,e
11καθάπερa οἴδατεb ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ
12παρακαλοῦντεςa ὑμᾶς καὶ παραμυθούμενοιb καὶ μαρτυρόμενοι,c εἰς τὸ ⸀περιπατεῖνd ὑμᾶς ἀξίωςe τοῦ θεοῦ τοῦ καλοῦντοςf ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
13⸀Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμενa τῷ θεῷ ἀδιαλείπτως,b ὅτι παραλαβόντεςc λόγον ἀκοῆςd παρ’ ἡμῶν τοῦ θεοῦ ἐδέξασθεe οὐ λόγον ἀνθρώπων ἀλλὰ καθὼς ⸂ἀληθῶςf ἐστὶν⸃g λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖταιh ἐν ὑμῖν τοῖς πιστεύουσιν.i
14ὑμεῖς γὰρ μιμηταὶa ἐγενήθητε,b ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶνc ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετεd καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶνe καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων
15τῶν καὶ τὸν κύριον ἀποκτεινάντωνa Ἰησοῦν καὶ ⸀τοὺς προφήτας καὶ ἡμᾶς ἐκδιωξάντων,b καὶ θεῷ μὴ ἀρεσκόντων,c καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,d
16κωλυόντωνa ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαιb ἵνα σωθῶσιν,c εἰς τὸ ἀναπληρῶσαιd αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασενe δὲ ἐπ’ αὐτοὺς ⸀ὀργὴ εἰς τέλος.
17Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντεςa ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρωςb ἐσπουδάσαμενc τὸ πρόσωπον ὑμῶν ἰδεῖνd ἐν πολλῇ ἐπιθυμίᾳ.
18⸀διότιa ἠθελήσαμενb ἐλθεῖνc πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξd καὶ δίς,e καὶ ἐνέκοψενf ἡμᾶς Σατανᾶς.
19τίς γὰρ ἡμῶν ἐλπὶς χαρὰ στέφανοςa καυχήσεως—b οὐχὶ καὶ ὑμεῖς— ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;c
20ὑμεῖς γάρ ἐστεa δόξα ἡμῶν καὶ χαρά.