1
Παῦλος καὶ Σιλουανὸςa
καὶ Τιμόθεοςb
τῇ ἐκκλησίᾳ Θεσσαλονικέωνc
ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ ⸀εἰρήνη.
2
Εὐχαριστοῦμενa
τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν ⸀μνείανb
ποιούμενοιc
ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτωςd
3
μνημονεύοντεςa
ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπουb
τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,
4
εἰδότες,a
ἀδελφοὶ ἠγαπημένοιb
ὑπὸ ⸀θεοῦ, τὴν ἐκλογὴνc
ὑμῶν,
5
ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθηa
εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ ⸀καὶ πληροφορίᾳb
πολλῇ, καθὼς οἴδατεc
οἷοιd
ἐγενήθημενe
⸀ἐν ὑμῖν δι’ ὑμᾶς·
6
καὶ ὑμεῖς μιμηταὶa
ἡμῶν ἐγενήθητεb
καὶ τοῦ κυρίου, δεξάμενοιc
τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου,
7
ὥστε γενέσθαιa
ὑμᾶς ⸀τύπονb
πᾶσιν τοῖς πιστεύουσινc
ἐν τῇ Μακεδονίᾳd
καὶ ⸀ἐν τῇ Ἀχαΐᾳ.e
8
ἀφ’ ὑμῶν γὰρ ἐξήχηταιa
ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳb
⸀καὶ Ἀχαΐᾳ,c
⸀ἀλλ’ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν,d
ὥστε μὴ χρείαν ⸂ἔχεινe
ἡμᾶς⸃ λαλεῖνf
τι·
9
αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσινa
ὁποίανb
εἴσοδονc
ἔσχομενd
πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατεe
πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλωνf
δουλεύεινg
θεῷ ζῶντιh
καὶ ἀληθινῷ,i
10
καὶ ἀναμένεινa
τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρενb
ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενονc
ἡμᾶς ⸀ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.d