5
Πρεσβυτέρους ⸀οὖν ἐν ὑμῖν παρακαλῶa
ὁ συμπρεσβύτεροςb
καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων,c
ὁ καὶ τῆς μελλούσηςd
ἀποκαλύπτεσθαιe
δόξης κοινωνός,f
2
ποιμάνατεa
τὸ ἐν ὑμῖν ποίμνιονb
τοῦ θεοῦ, ⸀ἐπισκοποῦντεςc
μὴ ἀναγκαστῶςd
ἀλλὰ ἑκουσίωςe
⸂κατὰ θεόν⸃, μηδὲ αἰσχροκερδῶςf
ἀλλὰ προθύμως,g
3
μηδ’ ὡς κατακυριεύοντεςa
τῶν κλήρωνb
ἀλλὰ τύποιc
γινόμενοιd
τοῦ ποιμνίου·e
4
καὶ φανερωθέντοςa
τοῦ ἀρχιποίμενοςb
κομιεῖσθεc
τὸν ἀμαράντινονd
τῆς δόξης στέφανον.e
5
ὁμοίως, νεώτεροι,a
ὑποτάγητεb
πρεσβυτέροις. πάντες δὲ ⸀ἀλλήλοις τὴν ταπεινοφροσύνηνc
ἐγκομβώσασθε,d
ὅτι Ὁ θεὸς ὑπερηφάνοιςe
ἀντιτάσσεταιf
ταπεινοῖςg
δὲ δίδωσινh
χάριν.
6
Ταπεινώθητεa
οὖν ὑπὸ τὴν κραταιὰνb
χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃc
ἐν καιρῷ,
7
πᾶσαν τὴν μέριμνανa
ὑμῶν ἐπιρίψαντεςb
ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλειc
περὶ ὑμῶν.
8
νήψατε,a
γρηγορήσατε.b
ὁ ἀντίδικοςc
ὑμῶν διάβολος ὡς λέωνd
ὠρυόμενοςe
περιπατεῖf
ζητῶνg
⸀τινα ⸀καταπιεῖν·h
9
ᾧ ἀντίστητεa
στερεοὶb
τῇ πίστει, εἰδότεςc
τὰ αὐτὰ τῶν παθημάτωνd
τῇ ἐν ⸀τῷ κόσμῳ ὑμῶν ἀδελφότητιe
ἐπιτελεῖσθαι.f
10
ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσαςa
ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ⸀Χριστῷ, ὀλίγον παθόνταςb
αὐτὸς ⸀καταρτίσει,c
στηρίξει,d
σθενώσει,e
⸀θεμελιώσει.f
11
⸀αὐτῷ τὸ κράτοςa
εἰς τοὺς αἰῶνας ⸂τῶν αἰώνων⸃· ἀμήν.
12
Διὰ Σιλουανοῦa
ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι,b
δι’ ὀλίγων ἔγραψα,c
παρακαλῶνd
καὶ ἐπιμαρτυρῶνe
ταύτην εἶναιf
ἀληθῆg
χάριν τοῦ θεοῦ· εἰς ἣν ⸀στῆτε.h
13
ἀσπάζεταιa
ὑμᾶς ἡ ἐν Βαβυλῶνιb
συνεκλεκτὴc
καὶ Μᾶρκοςd
ὁ υἱός μου.
14
ἀσπάσασθεa
ἀλλήλους ἐν φιλήματιb
ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν ⸀Χριστῷ.