4
Χριστοῦ οὖν ⸀παθόντοςa
σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιανb
ὁπλίσασθε,c
ὅτι ὁ ⸀παθὼνd
σαρκὶ πέπαυταιe
⸀ἁμαρτίας,
2
εἰς τὸ μηκέτιa
ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπονb
ἐν σαρκὶ βιῶσαιc
χρόνον.
3
ἀρκετὸςa
⸀γὰρ ὁ παρεληλυθὼςb
⸀χρόνος τὸ ⸀βούλημαc
τῶν ἐθνῶν ⸀κατειργάσθαι,d
πεπορευμένουςe
ἐν ἀσελγείαις,f
ἐπιθυμίαις, οἰνοφλυγίαις,g
κώμοις,h
πότοις,i
καὶ ἀθεμίτοιςj
εἰδωλολατρίαις.k
4
ἐν ᾧ ξενίζονταιa
μὴ συντρεχόντωνb
ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίαςc
ἀνάχυσιν,d
βλασφημοῦντες·e
5
οἳ ἀποδώσουσινa
λόγον τῷ ἑτοίμωςb
⸂ἔχοντιc
κρῖναι⸃d
ζῶνταςe
καὶ νεκρούς·
6
εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθηa
ἵνα κριθῶσιb
μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσιc
δὲ κατὰ θεὸν πνεύματι.
7
Πάντων δὲ τὸ τέλος ἤγγικεν.a
σωφρονήσατεb
οὖν καὶ νήψατεc
⸀εἰς προσευχάς·
8
πρὸ ⸀πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆa
ἔχοντες,b
ὅτι ἀγάπη ⸀καλύπτειc
πλῆθος ἁμαρτιῶν·
9
φιλόξενοιa
εἰς ἀλλήλους ἄνευb
⸀γογγυσμοῦ·c
10
ἕκαστος καθὼς ἔλαβενa
χάρισμα,b
εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντεςc
ὡς καλοὶ οἰκονόμοιd
ποικίληςe
χάριτος θεοῦ·
11
εἴ τις λαλεῖ,a
ὡς λόγιαb
θεοῦ· εἴ τις διακονεῖ,c
ὡς ἐξ ἰσχύοςd
⸀ἧς χορηγεῖe
ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηταιf
ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστινg
ἡ δόξα καὶ τὸ κράτοςh
εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
12
Ἀγαπητοί, μὴ ξενίζεσθεa
τῇ ἐν ὑμῖν πυρώσειb
πρὸς πειρασμὸνc
ὑμῖν γινομένῃd
ὡς ξένουe
ὑμῖν συμβαίνοντος,f
13
ἀλλὰ καθὸa
κοινωνεῖτεb
τοῖς τοῦ Χριστοῦ παθήμασινc
χαίρετε,d
ἵνα καὶ ἐν τῇ ἀποκαλύψειe
τῆς δόξης αὐτοῦ χαρῆτεf
ἀγαλλιώμενοι.g
14
εἰ ὀνειδίζεσθεa
ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς ⸀ἀναπαύεται.b
15
μὴ γάρ τις ὑμῶν πασχέτωa
ὡς φονεὺςb
ἢ κλέπτηςc
ἢ κακοποιὸςd
ἢ ὡς ἀλλοτριεπίσκοπος·e
16
εἰ δὲ ὡς Χριστιανός,a
μὴ αἰσχυνέσθω,b
δοξαζέτωc
δὲ τὸν θεὸν ἐν τῷ ⸀ὀνόματι τούτῳ.
17
ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαιa
τὸ κρίμαb
ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντωνc
τῷ τοῦ θεοῦ εὐαγγελίῳ;
18
καὶ εἰ ὁ δίκαιος μόλιςa
σῴζεται,b
⸀ὁ ἀσεβὴςc
καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;d
19
ὥστε καὶ οἱ πάσχοντεςa
κατὰ τὸ θέλημα τοῦ ⸀θεοῦ πιστῷ κτίστῃb
παρατιθέσθωσανc
τὰς ψυχὰς ⸀αὐτῶν ἐν ἀγαθοποιΐᾳ.d