2
Ἀποθέμενοιa
οὖν πᾶσαν κακίανb
καὶ πάντα δόλονc
καὶ ⸀ὑποκρίσειςd
καὶ φθόνουςe
καὶ πάσας καταλαλιάς,f
2
ὡς ἀρτιγέννηταa
βρέφηb
τὸ λογικὸνc
ἄδολονd
γάλαe
ἐπιποθήσατε,f
ἵνα ἐν αὐτῷ αὐξηθῆτεg
⸂εἰς σωτηρίαν⸃,
3
⸀εἰ ἐγεύσασθεa
ὅτι χρηστὸςb
ὁ κύριος.
4
Πρὸς ὃν προσερχόμενοι,a
λίθον ζῶντα,b
ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένονc
παρὰ δὲ θεῷ ἐκλεκτὸνd
ἔντιμονe
5
καὶ αὐτοὶ ὡς λίθοι ζῶντεςa
οἰκοδομεῖσθεb
οἶκος πνευματικὸςc
⸀εἰς ἱεράτευμαd
ἅγιον, ἀνενέγκαιe
πνευματικὰςf
θυσίαςg
⸀εὐπροσδέκτουςh
θεῷ διὰ Ἰησοῦ Χριστοῦ·
6
διότιa
περιέχειb
⸀ἐν γραφῇ· Ἰδοὺ τίθημιc
ἐν Σιὼνd
λίθον ⸂ἀκρογωνιαῖονe
ἐκλεκτὸν⸃f
ἔντιμον,g
καὶ ὁ πιστεύωνh
ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ.i
7
ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν·a
⸀ἀπιστοῦσινb
δὲ ⸀λίθος ὃν ἀπεδοκίμασανc
οἱ οἰκοδομοῦντεςd
οὗτος ἐγενήθηe
εἰς κεφαλὴν γωνίαςf
8
καὶ λίθος προσκόμματοςa
καὶ πέτραb
σκανδάλου·c
οἳ προσκόπτουσινd
τῷ λόγῳ ἀπειθοῦντες·e
εἰς ὃ καὶ ἐτέθησαν.f
9
Ὑμεῖς δὲ γένοςa
ἐκλεκτόν,b
βασίλειονc
ἱεράτευμα,d
ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν,e
ὅπως τὰς ἀρετὰςf
ἐξαγγείλητεg
τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντοςh
εἰς τὸ θαυμαστὸνi
αὐτοῦ φῶς·
10
οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ, οἱ οὐκ ἠλεημένοιa
νῦν δὲ ἐλεηθέντες.b
11
Ἀγαπητοί, παρακαλῶa
ὡς παροίκουςb
καὶ παρεπιδήμουςc
ἀπέχεσθαιd
τῶν σαρκικῶνe
ἐπιθυμιῶν, αἵτινες στρατεύονταιf
κατὰ τῆς ψυχῆς·
12
τὴν ἀναστροφὴνa
ὑμῶν ⸂ἐν τοῖς ἔθνεσιν ἔχοντεςb
καλήν⸃, ἵνα, ἐν ᾧ καταλαλοῦσινc
ὑμῶν ὡς κακοποιῶν,d
ἐκ τῶν καλῶν ἔργων ⸀ἐποπτεύοντεςe
δοξάσωσιf
τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.g
13
⸀Ὑποτάγητεa
πάσῃ ἀνθρωπίνῃb
κτίσειc
διὰ τὸν κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι,d
14
εἴτε ἡγεμόσινa
ὡς δι’ αὐτοῦ πεμπομένοιςb
εἰς ἐκδίκησινc
κακοποιῶνd
ἔπαινονe
δὲ ἀγαθοποιῶνf
15
(ὅτι οὕτως ἐστὶνa
τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦνταςb
φιμοῦνc
τὴν τῶν ἀφρόνωνd
ἀνθρώπων ἀγνωσίαν)·e
16
ὡς ἐλεύθεροι,a
καὶ μὴ ὡς ἐπικάλυμμαb
ἔχοντεςc
τῆς κακίαςd
τὴν ἐλευθερίαν,e
ἀλλ’ ὡς ⸂θεοῦ δοῦλοι⸃.
17
πάντας τιμήσατε,a
τὴν ἀδελφότηταb
⸀ἀγαπᾶτε,c
τὸν θεὸν φοβεῖσθε,d
τὸν βασιλέα τιμᾶτε.e
18
Οἱ οἰκέταιa
ὑποτασσόμενοιb
ἐν παντὶ φόβῳ τοῖς δεσπόταις,c
οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσινd
ἀλλὰ καὶ τοῖς σκολιοῖς.e
19
τοῦτο γὰρ χάρις εἰ διὰ συνείδησιν θεοῦ ὑποφέρειa
τις λύπαςb
πάσχωνc
ἀδίκως·d
20
ποῖον γὰρ κλέοςa
εἰ ἁμαρτάνοντεςb
καὶ κολαφιζόμενοιc
ὑπομενεῖτε;d
ἀλλ’ εἰ ἀγαθοποιοῦντεςe
καὶ πάσχοντεςf
ὑπομενεῖτε,g
τοῦτο χάρις παρὰ θεῷ.
21
εἰς τοῦτο γὰρ ἐκλήθητε,a
ὅτι καὶ Χριστὸς ἔπαθενb
ὑπὲρ ⸀ὑμῶν, ὑμῖν ὑπολιμπάνωνc
ὑπογραμμὸνd
ἵνα ἐπακολουθήσητεe
τοῖς ἴχνεσινf
αὐτοῦ·
22
ὃς ἁμαρτίαν οὐκ ἐποίησενa
οὐδὲ εὑρέθηb
δόλοςc
ἐν τῷ στόματι αὐτοῦ·
23
ὃς λοιδορούμενοςa
οὐκ ἀντελοιδόρει,b
πάσχωνc
οὐκ ἠπείλει,d
παρεδίδουe
δὲ τῷ κρίνοντιf
δικαίως·g
24
ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκενa
ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον,b
ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοιc
τῇ δικαιοσύνῃ ζήσωμεν·d
οὗ τῷ ⸀μώλωπιe
ἰάθητε.f
25
ἦτεa
γὰρ ὡς πρόβατα ⸀πλανώμενοι,b
ἀλλὰ ἐπεστράφητεc
νῦν ἐπὶ τὸν ποιμέναd
καὶ ἐπίσκοπονe
τῶν ψυχῶν ὑμῶν.