1
Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖςa
παρεπιδήμοιςb
διασπορᾶςc
Πόντου,d
Γαλατίας,e
Καππαδοκίας,f
Ἀσίας,g
καὶ Βιθυνίας,h
2
κατὰ πρόγνωσινa
θεοῦ πατρός, ἐν ἁγιασμῷb
πνεύματος, εἰς ὑπακοὴνc
καὶ ῥαντισμὸνd
αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.e
3
Εὐλογητὸςa
ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεοςb
ἀναγεννήσαςc
ἡμᾶς εἰς ἐλπίδα ζῶσανd
δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
4
εἰς κληρονομίανa
ἄφθαρτονb
καὶ ἀμίαντονc
καὶ ἀμάραντον,d
τετηρημένηνe
ἐν οὐρανοῖς εἰς ὑμᾶς
5
τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένουςa
διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμηνb
ἀποκαλυφθῆναιc
ἐν καιρῷ ἐσχάτῳ.
6
ἐν ᾧ ἀγαλλιᾶσθε,a
ὀλίγον ἄρτι εἰ ⸀δέονb
λυπηθέντεςc
ἐν ποικίλοιςd
πειρασμοῖς,e
7
ἵνα τὸ δοκίμιονa
ὑμῶν τῆς πίστεως ⸀πολυτιμότερονb
χρυσίουc
τοῦ ἀπολλυμένουd
διὰ πυρὸς δὲ δοκιμαζομένουe
εὑρεθῇf
εἰς ἔπαινονg
καὶ ⸂δόξαν καὶ τιμὴν⸃ ἐν ἀποκαλύψειh
Ἰησοῦ Χριστοῦ.
8
ὃν οὐκ ⸀ἰδόντεςa
ἀγαπᾶτε,b
εἰς ὃν ἄρτι μὴ ὁρῶντεςc
πιστεύοντεςd
δὲ ⸀ἀγαλλιᾶσθεe
χαρᾷ ἀνεκλαλήτῳf
καὶ δεδοξασμένῃ,g
9
κομιζόμενοιa
τὸ τέλος τῆς πίστεως ⸀ὑμῶν σωτηρίαν ψυχῶν.
10
Περὶ ἧς σωτηρίας ἐξεζήτησανa
καὶ ἐξηραύνησανb
προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες,c
11
ἐραυνῶντεςa
εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλουb
τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενονc
τὰ εἰς Χριστὸν παθήματαd
καὶ τὰς μετὰ ταῦτα δόξας·
12
οἷς ἀπεκαλύφθηa
ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουνb
αὐτά, ἃ νῦν ἀνηγγέληc
ὑμῖν διὰ τῶν εὐαγγελισαμένωνd
⸀ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντιe
ἀπ’ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσινf
ἄγγελοι παρακύψαι.g
13
Διὸ ἀναζωσάμενοιa
τὰς ὀσφύαςb
τῆς διανοίαςc
ὑμῶν, νήφοντεςd
τελείως,e
ἐλπίσατεf
ἐπὶ τὴν φερομένηνg
ὑμῖν χάριν ἐν ἀποκαλύψειh
Ἰησοῦ Χριστοῦ.
14
ὡς τέκνα ὑπακοῆς,a
μὴ συσχηματιζόμενοιb
ταῖς πρότερονc
ἐν τῇ ἀγνοίᾳd
ὑμῶν ἐπιθυμίαις,
15
ἀλλὰ κατὰ τὸν καλέσανταa
ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇb
γενήθητε,c
16
διότιa
γέγραπταιb
⸀ὅτι Ἅγιοι ⸀ἔσεσθε,c
ὅτι ἐγὼ ⸀ἅγιος.
17
Καὶ εἰ πατέρα ἐπικαλεῖσθεa
τὸν ἀπροσωπολήμπτωςb
κρίνονταc
κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίαςd
ὑμῶν χρόνον ἀναστράφητε·e
18
εἰδότεςa
ὅτι οὐ φθαρτοῖς,b
ἀργυρίῳc
ἢ χρυσίῳ,d
ἐλυτρώθητεe
ἐκ τῆς ματαίαςf
ὑμῶν ἀναστροφῆςg
πατροπαραδότου,h
19
ἀλλὰ τιμίῳa
αἵματι ὡς ἀμνοῦb
ἀμώμουc
καὶ ἀσπίλουd
Χριστοῦ,
20
προεγνωσμένουa
μὲν πρὸ καταβολῆςb
κόσμου, φανερωθέντοςc
δὲ ἐπ’ ⸀ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς
21
τοὺς δι’ αὐτοῦ ⸀πιστοὺς εἰς θεὸν τὸν ἐγείρανταa
αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα,b
ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναιc
εἰς θεόν.
22
Τὰς ψυχὰς ὑμῶν ἡγνικότεςa
ἐν τῇ ὑπακοῇb
τῆς ⸀ἀληθείας εἰς φιλαδελφίανc
ἀνυπόκριτονd
⸀ἐκ καρδίας ἀλλήλους ἀγαπήσατεe
ἐκτενῶς,f
23
ἀναγεγεννημένοιa
οὐκ ἐκ σπορᾶςb
φθαρτῆςc
ἀλλὰ ἀφθάρτου,d
διὰ λόγου ζῶντοςe
θεοῦ καὶ ⸀μένοντος·f
24
διότιa
πᾶσα σὰρξ ὡς χόρτος,b
καὶ πᾶσα δόξα ⸀αὐτῆς ὡς ἄνθοςc
χόρτου·d
ἐξηράνθηe
ὁ χόρτος,f
καὶ τὸ ⸀ἄνθοςg
ἐξέπεσεν·h
25
τὸ δὲ ῥῆμα κυρίου μένειa
εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστινb
τὸ ῥῆμα τὸ εὐαγγελισθὲνc
εἰς ὑμᾶς.