4
Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε,a
ἀλλὰ δοκιμάζετεb
τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν,c
ὅτι πολλοὶ ψευδοπροφῆταιd
ἐξεληλύθασινe
εἰς τὸν κόσμον.
2
ἐν τούτῳ ⸀γινώσκετεa
τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖb
Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθόταc
ἐκ τοῦ θεοῦ ἐστιν,d
3
καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖa
⸀τὸν ⸀Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν·b
καὶ τοῦτό ἐστινc
τὸ τοῦ ἀντιχρίστου,d
ὃ ἀκηκόατεe
ὅτι ἔρχεται,f
καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶνg
ἤδη.
4
ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε,a
τεκνία,b
καὶ νενικήκατεc
αὐτούς, ὅτι μείζων ἐστὶνd
ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ·
5
αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν·a
διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσινb
καὶ ὁ κόσμος αὐτῶν ἀκούει.c
6
ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν·a
ὁ γινώσκωνb
τὸν θεὸν ἀκούειc
ἡμῶν, ὃς οὐκ ἔστινd
ἐκ τοῦ θεοῦ οὐκ ἀκούειe
ἡμῶν. ἐκ τούτου γινώσκομενf
τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.g
7
Ἀγαπητοί, ἀγαπῶμενa
ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν,b
καὶ πᾶς ὁ ἀγαπῶνc
ἐκ τοῦ θεοῦ γεγέννηταιd
καὶ γινώσκειe
τὸν θεόν.
8
ὁ μὴ ἀγαπῶνa
οὐκ ἔγνωb
τὸν θεόν, ὅτι ὁ θεὸς ἀγάπη ἐστίν.c
9
ἐν τούτῳ ἐφανερώθηa
ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆb
ἀπέσταλκενc
ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμενd
δι’ αὐτοῦ.
10
ἐν τούτῳ ἐστὶνa
ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ⸀ἠγαπήκαμενb
τὸν θεόν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησενc
ἡμᾶς καὶ ἀπέστειλενd
τὸν υἱὸν αὐτοῦ ἱλασμὸνe
περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
11
ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησενa
ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομενb
ἀλλήλους ἀγαπᾶν.c
12
θεὸν οὐδεὶς πώποτεa
τεθέαται·b
ἐὰν ἀγαπῶμενc
ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένειd
καὶ ἡ ἀγάπη αὐτοῦ ⸂ἐν ἡμῖν τετελειωμένηe
ἐστιν⸃.f
13
Ἐν τούτῳ γινώσκομενa
ὅτι ἐν αὐτῷ μένομενb
καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκενc
ἡμῖν.
14
καὶ ἡμεῖς τεθεάμεθαa
καὶ μαρτυροῦμενb
ὅτι ὁ πατὴρ ἀπέσταλκενc
τὸν υἱὸν σωτῆραd
τοῦ κόσμου.
15
ὃς ⸀ἐὰν ὁμολογήσῃa
ὅτι ⸀Ἰησοῦς ἐστινb
ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένειc
καὶ αὐτὸς ἐν τῷ θεῷ.
16
καὶ ἡμεῖς ἐγνώκαμενa
καὶ πεπιστεύκαμενb
τὴν ἀγάπην ἣν ἔχειc
ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν,d
καὶ ὁ μένωνe
ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένειf
καὶ ὁ θεὸς ἐν αὐτῷ ⸀μένει.g
17
ἐν τούτῳ τετελείωταιa
ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμενb
ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστινc
καὶ ἡμεῖς ἐσμενd
ἐν τῷ κόσμῳ τούτῳ.
18
φόβος οὐκ ἔστινa
ἐν τῇ ἀγάπῃ, ἀλλ’ ἡ τελείαb
ἀγάπη ἔξω βάλλειc
τὸν φόβον, ὅτι ὁ φόβος κόλασινd
ἔχει,e
ὁ δὲ φοβούμενοςf
οὐ τετελείωταιg
ἐν τῇ ἀγάπῃ.
19
ἡμεῖς ⸀ἀγαπῶμεν,a
ὅτι αὐτὸς πρῶτος ἠγάπησενb
ἡμᾶς.
20
ἐάν τις εἴπῃa
ὅτι Ἀγαπῶb
τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ,c
ψεύστηςd
ἐστίν·e
ὁ γὰρ μὴ ἀγαπῶνf
τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν,g
τὸν θεὸν ὃν οὐχ ἑώρακενh
⸀οὐ δύναταιi
ἀγαπᾶν.j
21
καὶ ταύτην τὴν ἐντολὴν ἔχομενa
ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶνb
τὸν θεὸν ἀγαπᾷc
καὶ τὸν ἀδελφὸν αὐτοῦ.