3
ἴδετεa
ποταπὴνb
ἀγάπην δέδωκενc
ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν,d
⸂καὶ ἐσμέν⸃.e
διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκειf
⸀ἡμᾶς ὅτι οὐκ ἔγνωg
αὐτόν.
2
ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν,a
καὶ οὔπωb
ἐφανερώθηc
τί ἐσόμεθα.d
⸀οἴδαμενe
ὅτι ἐὰν φανερωθῇf
ὅμοιοι αὐτῷ ἐσόμεθα,g
ὅτι ὀψόμεθαh
αὐτὸν καθώς ἐστιν.i
3
καὶ πᾶς ὁ ἔχωνa
τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ ἁγνίζειb
ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνόςc
ἐστιν.d
4
Πᾶς ὁ ποιῶνa
τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίανb
ποιεῖ,c
καὶ ἡ ἁμαρτία ἐστὶνd
ἡ ἀνομία.e
5
καὶ οἴδατεa
ὅτι ἐκεῖνος ἐφανερώθηb
ἵνα τὰς ⸀ἁμαρτίας ἄρῃ,c
καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.d
6
πᾶς ὁ ἐν αὐτῷ μένωνa
οὐχ ἁμαρτάνει·b
πᾶς ὁ ἁμαρτάνωνc
οὐχ ἑώρακενd
αὐτὸν οὐδὲ ἔγνωκενe
αὐτόν.
7
τεκνία,a
μηδεὶς πλανάτωb
ὑμᾶς· ὁ ποιῶνc
τὴν δικαιοσύνην δίκαιός ἐστιν,d
καθὼς ἐκεῖνος δίκαιός ἐστιν·e
8
ὁ ποιῶνa
τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν,b
ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.c
εἰς τοῦτο ἐφανερώθηd
ὁ υἱὸς τοῦ θεοῦ ἵνα λύσῃe
τὰ ἔργα τοῦ διαβόλου.
9
πᾶς ὁ γεγεννημένοςa
ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ,b
ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει,c
καὶ οὐ δύναταιd
ἁμαρτάνειν,e
ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.f
10
ἐν τούτῳ φανεράa
ἐστινb
τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶνc
δικαιοσύνην οὐκ ἔστινd
ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶνe
τὸν ἀδελφὸν αὐτοῦ.
11
Ὅτι αὕτη ἐστὶνa
ἡ ἀγγελίαb
ἣν ἠκούσατεc
ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμενd
ἀλλήλους·
12
οὐ καθὼς Κάϊνa
ἐκ τοῦ πονηροῦ ἦνb
καὶ ἔσφαξενc
τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάρινd
τίνος ἔσφαξενe
αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν,f
τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.
13
⸀μὴ θαυμάζετε,a
⸀ἀδελφοί, εἰ μισεῖb
ὑμᾶς ὁ κόσμος.
14
ἡμεῖς οἴδαμενa
ὅτι μεταβεβήκαμενb
ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμενc
τοὺς ἀδελφούς· ὁ μὴ ⸀ἀγαπῶνd
μένειe
ἐν τῷ θανάτῳ.
15
πᾶς ὁ μισῶνa
τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνοςb
ἐστίν,c
καὶ οἴδατεd
ὅτι πᾶς ἀνθρωποκτόνοςe
οὐκ ἔχειf
ζωὴν αἰώνιον ἐν ⸀αὐτῷ μένουσαν.g
16
ἐν τούτῳ ἐγνώκαμενa
τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν·b
καὶ ἡμεῖς ὀφείλομενc
ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς ⸀θεῖναι.d
17
ὃς δ’ ἂν ἔχῃa
τὸν βίονb
τοῦ κόσμου καὶ θεωρῇc
τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχονταd
καὶ κλείσῃe
τὰ σπλάγχναf
αὐτοῦ ἀπ’ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένειg
ἐν αὐτῷ;
18
⸀Τεκνία,a
μὴ ἀγαπῶμενb
λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ.
19
⸀ἐν τούτῳ ⸀γνωσόμεθαa
ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν,b
καὶ ἔμπροσθεν αὐτοῦ πείσομενc
⸂τὴν καρδίαν⸃ ἡμῶν
20
ὅτι ἐὰν καταγινώσκῃa
ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶνb
ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκειc
πάντα.
21
ἀγαπητοί, ἐὰν ἡ καρδία ⸂μὴ καταγινώσκῃa
ἡμῶν⸃, παρρησίαν ἔχομενb
πρὸς τὸν θεόν,
22
καὶ ὃ ⸀ἐὰν αἰτῶμενa
λαμβάνομενb
⸀ἀπ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμενc
καὶ τὰ ἀρεστὰd
ἐνώπιον αὐτοῦ ποιοῦμεν.e
23
καὶ αὕτη ἐστὶνa
ἡ ἐντολὴ αὐτοῦ, ἵνα ⸀πιστεύσωμενb
τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμενc
ἀλλήλους, καθὼς ἔδωκενd
ἐντολὴν ⸀ἡμῖν.
24
καὶ ὁ τηρῶνa
τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένειb
καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομενc
ὅτι μένειd
ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.e