Ἰωάννου αʹ

1
Ὃ ἦνa ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν,b ὃ ἑωράκαμενc τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθαd καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν,e περὶ τοῦ λόγου τῆς ζωῆς—
2  καὶ ἡ ζωὴ ἐφανερώθη,a καὶ ἑωράκαμενb καὶ μαρτυροῦμενc καὶ ἀπαγγέλλομενd ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦνe πρὸς τὸν πατέρα καὶ ἐφανερώθηf ἡμῖν—
3  ὃ ἑωράκαμενa καὶ ἀκηκόαμενb ἀπαγγέλλομενc ⸀καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίανd ἔχητεe μεθ’ ἡμῶν· καὶ ἡ κοινωνίαf δὲ ἡ ἡμετέραg μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ·
4  καὶ ταῦτα γράφομενa ⸀ἡμεῖς ἵνα ἡ χαρὰ ἡμῶν ᾖb πεπληρωμένη.c
5  Καὶ ἔστινa αὕτη ἡ ἀγγελίαb ἣν ἀκηκόαμενc ἀπ’ αὐτοῦ καὶ ἀναγγέλλομενd ὑμῖν, ὅτι ὁ θεὸς φῶς ἐστινe καὶ σκοτίαf ⸂ἐν αὐτῷ οὐκ ἔστιν⸃g οὐδεμία.
6  ἐὰν εἴπωμενa ὅτι κοινωνίανb ἔχομενc μετ’ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν,d ψευδόμεθαe καὶ οὐ ποιοῦμενf τὴν ἀλήθειαν·
7  ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμενa ὡς αὐτός ἐστινb ἐν τῷ φωτί, κοινωνίανc ἔχομενd μετ’ ἀλλήλων καὶ τὸ αἷμα ⸀Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζειe ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
8  ἐὰν εἴπωμενa ὅτι ἁμαρτίαν οὐκ ἔχομεν,b ἑαυτοὺς πλανῶμενc καὶ ἡ ἀλήθεια ⸂οὐκ ἔστινd ἐν ἡμῖν⸃.
9  ἐὰν ὁμολογῶμενa τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστινb καὶ δίκαιος ἵνα ἀφῇc ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃd ἡμᾶς ἀπὸ πάσης ἀδικίας.e
10  ἐὰν εἴπωμενa ὅτι οὐχ ἡμαρτήκαμεν,b ψεύστηνc ποιοῦμενd αὐτὸν καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστινe ἐν ἡμῖν.