1
Παῦλος κλητὸςa
ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Σωσθένηςb
ὁ ἀδελφὸς
2
τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ⸂ἡγιασμένοιςa
ἐν Χριστῷ Ἰησοῦ, τῇ οὔσῃb
ἐν Κορίνθῳ,⸃c
κλητοῖςd
ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοιςe
τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ ⸀αὐτῶν καὶ ἡμῶν·
3
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
4
Εὐχαριστῶa
τῷ θεῷ ⸀μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃb
ὑμῖν ἐν Χριστῷ Ἰησοῦ,
5
ὅτι ἐν παντὶ ἐπλουτίσθητεa
ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,b
6
καθὼς τὸ μαρτύριονa
τοῦ Χριστοῦ ἐβεβαιώθηb
ἐν ὑμῖν,
7
ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαιa
ἐν μηδενὶ χαρίσματι,b
ἀπεκδεχομένουςc
τὴν ἀποκάλυψινd
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
8
ὃς καὶ βεβαιώσειa
ὑμᾶς ἕως τέλους ἀνεγκλήτουςb
ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
9
πιστὸς ὁ θεὸς δι’ οὗ ἐκλήθητεa
εἰς κοινωνίανb
τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
10
Παρακαλῶa
δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητεb
πάντες, καὶ μὴ ᾖc
ἐν ὑμῖν σχίσματα,d
ἦτεe
δὲ κατηρτισμένοιf
ἐν τῷ αὐτῷ νοῒg
καὶ ἐν τῇ αὐτῇ γνώμῃ.h
11
ἐδηλώθηa
γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόηςb
ὅτι ἔριδεςc
ἐν ὑμῖν εἰσιν.d
12
λέγωa
δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει·b
Ἐγὼ μέν εἰμιc
Παύλου, Ἐγὼ δὲ Ἀπολλῶ,d
Ἐγὼ δὲ Κηφᾶ,e
Ἐγὼ δὲ Χριστοῦ.
13
μεμέρισταιa
ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθηb
ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;c
14
⸀εὐχαριστῶa
ὅτι οὐδένα ὑμῶν ἐβάπτισαb
εἰ μὴ Κρίσπονc
καὶ Γάϊον,d
15
ἵνα μή τις εἴπῃa
ὅτι εἰς τὸ ἐμὸν ὄνομα ⸀ἐβαπτίσθητε·b
16
ἐβάπτισαa
δὲ καὶ τὸν Στεφανᾶb
οἶκον· λοιπὸν οὐκ οἶδαc
εἴ τινα ἄλλον ἐβάπτισα.d
17
οὐ γὰρ ἀπέστειλένa
με Χριστὸς βαπτίζεινb
ἀλλὰ εὐαγγελίζεσθαι,c
οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇd
ὁ σταυρὸςe
τοῦ Χριστοῦ.
18
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦa
τοῖς μὲν ἀπολλυμένοιςb
μωρίαc
ἐστίν,d
τοῖς δὲ σῳζομένοιςe
ἡμῖν δύναμις θεοῦ ἐστιν.f
19
γέγραπταιa
γάρ· Ἀπολῶb
τὴν σοφίαν τῶν σοφῶν,c
καὶ τὴν σύνεσινd
τῶν συνετῶνe
ἀθετήσω.f
20
ποῦ σοφός;a
ποῦ γραμματεύς; ποῦ συζητητὴςb
τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανενc
ὁ θεὸς τὴν σοφίαν τοῦ ⸀κόσμου;
21
ἐπειδὴa
γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνωb
ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησενc
ὁ θεὸς διὰ τῆς μωρίαςd
τοῦ κηρύγματοςe
σῶσαιf
τοὺς πιστεύοντας.g
22
ἐπειδὴa
καὶ Ἰουδαῖοι ⸀σημεῖα αἰτοῦσινb
καὶ Ἕλληνεςc
σοφίαν ζητοῦσιν·d
23
ἡμεῖς δὲ κηρύσσομενa
Χριστὸν ἐσταυρωμένον,b
Ἰουδαίοις μὲν σκάνδαλονc
⸀ἔθνεσιν δὲ μωρίαν,d
24
αὐτοῖς δὲ τοῖς κλητοῖς,a
Ἰουδαίοις τε καὶ Ἕλλησιν,b
Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.
25
ὅτι τὸ μωρὸνa
τοῦ θεοῦ σοφώτερονb
τῶν ἀνθρώπων ἐστίν,c
καὶ τὸ ἀσθενὲςd
τοῦ θεοῦ ἰσχυρότερονe
τῶν ⸀ἀνθρώπων.
26
Βλέπετεa
γὰρ τὴν κλῆσινb
ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶc
κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς·d
27
ἀλλὰ τὰ μωρὰa
τοῦ κόσμου ἐξελέξατοb
ὁ θεός, ἵνα ⸂καταισχύνῃc
τοὺς σοφούς⸃,d
καὶ τὰ ἀσθενῆe
τοῦ κόσμου ἐξελέξατοf
ὁ θεός, ἵνα καταισχύνῃg
τὰ ἰσχυρά,h
28
καὶ τὰ ἀγενῆa
τοῦ κόσμου καὶ τὰ ἐξουθενημέναb
ἐξελέξατοc
ὁ θεός, ⸀τὰ μὴ ὄντα,d
ἵνα τὰ ὄνταe
καταργήσῃ,f
29
ὅπως μὴ καυχήσηταιa
πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.
30
ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστεa
ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθηb
⸂σοφία ἡμῖν⸃ ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸςc
καὶ ἀπολύτρωσις,d
31
ἵνα καθὼς γέγραπται·a
Ὁ καυχώμενοςb
ἐν κυρίῳ καυχάσθω.c
2
Κἀγὼ ἐλθὼνa
πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθονb
οὐ καθ’ ὑπεροχὴνc
λόγου ἢ σοφίας καταγγέλλωνd
ὑμῖν τὸ ⸀μαρτύριονe
τοῦ θεοῦ.
2
οὐ γὰρ ἔκρινάa
⸂τι εἰδέναι⸃b
ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον·c
3
κἀγὼ ἐν ἀσθενείᾳa
καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳb
πολλῷ ἐγενόμηνc
πρὸς ὑμᾶς,
4
καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμάa
μου οὐκ ἐν ⸂πειθοῖb
σοφίας⸃ ἀλλ’ ἐν ἀποδείξειc
πνεύματος καὶ δυνάμεως,
5
ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖa
ἐν σοφίᾳ ἀνθρώπων ἀλλ’ ἐν δυνάμει θεοῦ.
6
Σοφίαν δὲ λαλοῦμενa
ἐν τοῖς τελείοις,b
σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων·c
7
ἀλλὰ λαλοῦμενa
⸂θεοῦ σοφίαν⸃ ἐν μυστηρίῳ,b
τὴν ἀποκεκρυμμένην,c
ἣν προώρισενd
ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν·
8
ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν,a
εἰ γὰρ ἔγνωσαν,b
οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν·c
9
ἀλλὰ καθὼς γέγραπται·a
Ἃ ὀφθαλμὸς οὐκ εἶδενb
καὶ οὖς οὐκ ἤκουσενc
καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,d
⸀ὅσα ἡτοίμασενe
ὁ θεὸς τοῖς ἀγαπῶσινf
αὐτόν.
10
ἡμῖν ⸀γὰρ ⸂ἀπεκάλυψενa
ὁ θεὸς⸃ διὰ τοῦ ⸀πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ,b
καὶ τὰ βάθηc
τοῦ θεοῦ.
11
τίς γὰρ οἶδενa
ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ⸀ἔγνωκενb
εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.
12
ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομενa
ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμενb
τὰ ὑπὸ τοῦ θεοῦ χαρισθένταc
ἡμῖν·
13
ἃ καὶ λαλοῦμενa
οὐκ ἐν διδακτοῖςb
ἀνθρωπίνηςc
σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖςd
⸀πνεύματος, πνευματικοῖςe
πνευματικὰf
συγκρίνοντες.g
14
Ψυχικὸςa
δὲ ἄνθρωπος οὐ δέχεταιb
τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρίαc
γὰρ αὐτῷ ἐστίν,d
καὶ οὐ δύναταιe
γνῶναι,f
ὅτι πνευματικῶςg
ἀνακρίνεται·h
15
ὁ δὲ πνευματικὸςa
ἀνακρίνειb
⸀τὰ πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.c
16
τίς γὰρ ἔγνωa
νοῦνb
κυρίου, ὃς συμβιβάσειc
αὐτόν; ἡμεῖς δὲ νοῦνd
Χριστοῦ ἔχομεν.e
3
Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθηνa
⸂λαλῆσαιb
ὑμῖν⸃ ὡς πνευματικοῖςc
ἀλλ’ ὡς ⸀σαρκίνοις,d
ὡς νηπίοιςe
ἐν Χριστῷ.
2
γάλαa
ὑμᾶς ἐπότισα,b
⸀οὐ βρῶμα,c
οὔπωd
γὰρ ἐδύνασθε.e
ἀλλ’ ⸀οὐδὲ ἔτι νῦν δύνασθε,f
3
ἔτι γὰρ σαρκικοίa
ἐστε.b
ὅπου γὰρ ἐν ὑμῖν ζῆλοςc
καὶ ⸀ἔρις,d
οὐχὶ σαρκικοίe
ἐστεf
καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;g
4
ὅταν γὰρ λέγῃa
τις· Ἐγὼ μέν εἰμιb
Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ,c
⸂οὐκ ἄνθρωποί⸃ ἐστε;d
5
⸀Τί οὖν ἐστινa
⸂Ἀπολλῶς;b
τί δέ ἐστινc
Παῦλος⸃; ⸀διάκονοιd
δι’ ὧν ἐπιστεύσατε,e
καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.f
6
ἐγὼ ἐφύτευσα,a
Ἀπολλῶςb
ἐπότισεν,c
ἀλλὰ ὁ θεὸς ηὔξανεν·d
7
ὥστε οὔτε ὁ φυτεύωνa
ἐστίνb
τι οὔτε ὁ ποτίζων,c
ἀλλ’ ὁ αὐξάνωνd
θεός.
8
ὁ φυτεύωνa
δὲ καὶ ὁ ποτίζωνb
ἕν εἰσιν,c
ἕκαστος δὲ τὸν ἴδιον μισθὸνd
λήμψεταιe
κατὰ τὸν ἴδιον κόπον,f
9
θεοῦ γάρ ἐσμενa
συνεργοί·b
θεοῦ γεώργιον,c
θεοῦ οἰκοδομήd
ἐστε.e
10
Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάνa
μοι ὡς σοφὸςb
ἀρχιτέκτωνc
θεμέλιονd
⸀ἔθηκα,e
ἄλλος δὲ ἐποικοδομεῖ.f
ἕκαστος δὲ βλεπέτωg
πῶς ἐποικοδομεῖ·h
11
θεμέλιονa
γὰρ ἄλλον οὐδεὶς δύναταιb
θεῖναιc
παρὰ τὸν κείμενον,d
ὅς ἐστινe
Ἰησοῦς Χριστός·
12
εἰ δέ τις ἐποικοδομεῖa
ἐπὶ τὸν ⸀θεμέλιονb
⸂χρυσόν,c
ἄργυρον⸃,d
λίθους τιμίους,e
ξύλα,f
χόρτον,g
καλάμην,h
13
ἑκάστου τὸ ἔργον φανερὸνa
γενήσεται,b
ἡ γὰρ ἡμέρα δηλώσει·c
ὅτι ἐν πυρὶ ἀποκαλύπτεται,d
καὶ ἑκάστου τὸ ἔργον ὁποῖόνe
ἐστινf
τὸ πῦρ ⸀αὐτὸ δοκιμάσει.g
14
εἴ τινος τὸ ἔργον μενεῖa
ὃ ἐποικοδόμησεν,b
μισθὸνc
λήμψεται·d
15
εἴ τινος τὸ ἔργον κατακαήσεται,a
ζημιωθήσεται,b
αὐτὸς δὲ σωθήσεται,c
οὕτως δὲ ὡς διὰ πυρός.
16
Οὐκ οἴδατεa
ὅτι ναὸς θεοῦ ἐστεb
καὶ τὸ πνεῦμα τοῦ θεοῦ ⸂οἰκεῖc
ἐν ὑμῖν⸃;
17
εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει,a
φθερεῖb
τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν,c
οἵτινές ἐστεd
ὑμεῖς.
18
Μηδεὶς ἑαυτὸν ἐξαπατάτω·a
εἴ τις δοκεῖb
σοφὸςc
εἶναιd
ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸςe
γενέσθω,f
ἵνα γένηταιg
σοφός,h
19
ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρίαa
παρὰ τῷ θεῷ ἐστιν·b
γέγραπταιc
γάρ· Ὁ δρασσόμενοςd
τοὺς σοφοὺςe
ἐν τῇ πανουργίᾳf
αὐτῶν·
20
καὶ πάλιν· Κύριος γινώσκειa
τοὺς διαλογισμοὺςb
τῶν σοφῶνc
ὅτι εἰσὶνd
μάταιοι.e
21
ὥστε μηδεὶς καυχάσθωa
ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,b
22
εἴτε Παῦλος εἴτε Ἀπολλῶςa
εἴτε Κηφᾶςb
εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶταc
εἴτε μέλλοντα,d
πάντα ⸀ὑμῶν,
23
ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.
4
Οὕτως ἡμᾶς λογιζέσθωa
ἄνθρωπος ὡς ὑπηρέταςb
Χριστοῦ καὶ οἰκονόμουςc
μυστηρίωνd
θεοῦ.
2
⸀ὧδε λοιπὸν ζητεῖταιa
ἐν τοῖς οἰκονόμοιςb
ἵνα πιστός τις εὑρεθῇ.c
3
ἐμοὶ δὲ εἰς ἐλάχιστόνa
ἐστιν,b
ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶc
ἢ ὑπὸ ἀνθρωπίνηςd
ἡμέρας· ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω·e
4
οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα,a
ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι,b
ὁ δὲ ἀνακρίνωνc
με κύριός ἐστιν.d
5
ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε,a
ἕως ἂν ἔλθῃb
ὁ κύριος, ὃς καὶ φωτίσειc
τὰ κρυπτὰd
τοῦ σκότους καὶ φανερώσειe
τὰς βουλὰςf
τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινοςg
γενήσεταιh
ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.
6
Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισαa
εἰς ἐμαυτὸν καὶ ⸀Ἀπολλῶνb
δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητεc
τό· Μὴ ὑπὲρ ⸀ἃ ⸀γέγραπται,d
ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθεe
κατὰ τοῦ ἑτέρου.
7
τίς γάρ σε διακρίνει;a
τί δὲ ἔχειςb
ὃ οὐκ ἔλαβες;c
εἰ δὲ καὶ ἔλαβες,d
τί καυχᾶσαιe
ὡς μὴ λαβών;f
8
Ἤδη κεκορεσμένοιa
ἐστέ,b
ἤδη ἐπλουτήσατε,c
χωρὶς ἡμῶν ἐβασιλεύσατε·d
καὶ ὄφελόνe
γεf
ἐβασιλεύσατε,g
ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.h
9
δοκῶa
⸀γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξενb
ὡς ἐπιθανατίους,c
ὅτι θέατρονd
ἐγενήθημενe
τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
10
ἡμεῖς μωροὶa
διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοιb
ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς,c
ὑμεῖς δὲ ἰσχυροί·d
ὑμεῖς ἔνδοξοι,e
ἡμεῖς δὲ ἄτιμοι.f
11
ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμενa
καὶ διψῶμενb
καὶ γυμνιτεύομενc
καὶ κολαφιζόμεθαd
καὶ ἀστατοῦμενe
12
καὶ κοπιῶμενa
ἐργαζόμενοιb
ταῖς ἰδίαις χερσίν· λοιδορούμενοιc
εὐλογοῦμεν,d
διωκόμενοιe
ἀνεχόμεθα,f
13
⸀δυσφημούμενοιa
παρακαλοῦμεν·b
ὡς περικαθάρματαc
τοῦ κόσμου ἐγενήθημεν,d
πάντων περίψημαe
ἕως ἄρτι.
14
Οὐκ ἐντρέπωνa
ὑμᾶς γράφωb
ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ ⸀νουθετῶν·c
15
ἐὰν γὰρ μυρίουςa
παιδαγωγοὺςb
ἔχητεc
ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.d
16
παρακαλῶa
οὖν ὑμᾶς, μιμηταίb
μου γίνεσθε.c
17
διὰ τοῦτο ἔπεμψαa
ὑμῖν Τιμόθεον,b
ὅς ἐστίνc
⸂μου τέκνον⸃ ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσειd
τὰς ὁδούς μου τὰς ἐν Χριστῷ ⸀Ἰησοῦ, καθὼς πανταχοῦe
ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.f
18
ὡς μὴ ἐρχομένουa
δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάνb
τινες·
19
ἐλεύσομαιa
δὲ ταχέωςb
πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ,c
καὶ γνώσομαιd
οὐ τὸν λόγον τῶν πεφυσιωμένωνe
ἀλλὰ τὴν δύναμιν,
20
οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ’ ἐν δυνάμει.
21
τί θέλετε;a
ἐν ῥάβδῳb
ἔλθωc
πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος;d
5
Ὅλωςa
ἀκούεταιb
ἐν ὑμῖν πορνεία,c
καὶ τοιαύτη πορνείαd
ἥτις οὐδὲ ἐν τοῖς ⸀ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.e
2
καὶ ὑμεῖς πεφυσιωμένοιa
ἐστέ,b
καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε,c
ἵνα ⸀ἀρθῇd
ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ⸀ποιήσας;e
3
Ἐγὼ μὲν γάρ, ⸀ἀπὼνa
τῷ σώματι παρὼνb
δὲ τῷ πνεύματι, ἤδη κέκρικαc
ὡς παρὼνd
τὸν οὕτως τοῦτο κατεργασάμενονe
4
ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ, συναχθέντωνa
ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ⸁Ἰησοῦ,
5
παραδοῦναιa
τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρονb
τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇc
ἐν τῇ ἡμέρᾳ τοῦ ⸀κυρίου.
6
Οὐ καλὸν τὸ καύχημαa
ὑμῶν. οὐκ οἴδατεb
ὅτι μικρὰ ζύμηc
ὅλον τὸ φύραμαd
ζυμοῖ;e
7
ἐκκαθάρατεa
τὴν παλαιὰνb
ζύμην,c
ἵνα ἦτεd
νέονe
φύραμα,f
καθώς ἐστεg
ἄζυμοι.h
καὶ γὰρ τὸ πάσχαi
⸀ἡμῶν ἐτύθηj
Χριστός·
8
ὥστε ἑορτάζωμεν,a
μὴ ἐν ζύμῃb
παλαιᾷc
μηδὲ ἐν ζύμῃd
κακίαςe
καὶ πονηρίας,f
ἀλλ’ ἐν ἀζύμοιςg
εἰλικρινείαςh
καὶ ἀληθείας.
9
Ἔγραψαa
ὑμῖν ἐν τῇ ἐπιστολῇb
μὴ συναναμίγνυσθαιc
πόρνοις,d
10
⸀οὐ πάντωςa
τοῖς πόρνοιςb
τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταιςc
⸀καὶ ἅρπαξινd
ἢ εἰδωλολάτραις,e
ἐπεὶf
⸀ὠφείλετεg
ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.h
11
νῦν δὲ ἔγραψαa
ὑμῖν μὴ συναναμίγνυσθαιb
ἐάν τις ἀδελφὸς ὀνομαζόμενοςc
ᾖd
πόρνοςe
ἢ πλεονέκτηςf
ἢ εἰδωλολάτρηςg
ἢ λοίδοροςh
ἢ μέθυσοςi
ἢ ἅρπαξ,j
τῷ τοιούτῳ μηδὲ συνεσθίειν.k
12
τί γάρ ⸀μοι τοὺς ἔξω κρίνειν;a
οὐχὶ τοὺς ἔσωb
ὑμεῖς κρίνετε,c
13
τοὺς δὲ ἔξω ὁ θεὸς ⸀κρίνει;a
⸀ἐξάρατεb
τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
6
Τολμᾷa
τις ὑμῶν πρᾶγμαb
ἔχωνc
πρὸς τὸν ἕτερον κρίνεσθαιd
ἐπὶ τῶν ἀδίκων,e
καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
2
⸀ἢ οὐκ οἴδατεa
ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν;b
καὶ εἰ ἐν ὑμῖν κρίνεταιc
ὁ κόσμος, ἀνάξιοίd
ἐστεe
κριτηρίωνf
ἐλαχίστων;g
3
οὐκ οἴδατεa
ὅτι ἀγγέλους κρινοῦμεν,b
μήτιγεc
βιωτικά;d
4
βιωτικὰa
μὲν οὖν κριτήριαb
ἐὰν ἔχητε,c
τοὺς ἐξουθενημένουςd
ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε;e
5
πρὸς ἐντροπὴνa
ὑμῖν λέγω.b
οὕτως οὐκ ἔνιc
ἐν ὑμῖν ⸂οὐδεὶς σοφὸς⸃d
ὃς δυνήσεταιe
διακρῖναιf
ἀνὰg
μέσον τοῦ ⸀ἀδελφοῦ αὐτοῦ,
6
ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται,a
καὶ τοῦτο ἐπὶ ἀπίστων;b
7
ἤδη μὲν ⸀οὖν ὅλωςa
ἥττημαb
ὑμῖν ἐστινc
ὅτι κρίματαd
ἔχετεe
μεθ’ ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε;f
διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;g
8
ἀλλὰ ὑμεῖς ἀδικεῖτεa
καὶ ἀποστερεῖτε,b
καὶ ⸀τοῦτο ἀδελφούς.
9
Ἢ οὐκ οἴδατεa
ὅτι ἄδικοιb
⸂θεοῦ βασιλείαν⸃ οὐ κληρονομήσουσιν;c
μὴ πλανᾶσθε·d
οὔτε πόρνοιe
οὔτε εἰδωλολάτραιf
οὔτε μοιχοὶg
οὔτε μαλακοὶh
οὔτε ἀρσενοκοῖταιi
10
οὔτε ⸂κλέπταιa
οὔτε πλεονέκται⸃,b
⸀οὐ μέθυσοι,c
οὐ λοίδοροι,d
οὐχ ἅρπαγεςe
βασιλείαν ⸀θεοῦ κληρονομήσουσιν.f
11
καὶ ταῦτά τινες ἦτε·a
ἀλλὰ ἀπελούσασθε,b
ἀλλὰ ἡγιάσθητε,c
ἀλλὰ ἐδικαιώθητεd
ἐν τῷ ὀνόματι τοῦ κυρίου ⸀Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.
12
Πάντα μοι ἔξεστιν·a
ἀλλ’ οὐ πάντα συμφέρει.b
πάντα μοι ἔξεστιν·c
ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαιd
ὑπό τινος.
13
τὰ βρώματαa
τῇ κοιλίᾳ,b
καὶ ἡ κοιλίαc
τοῖς βρώμασιν·d
ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει.e
τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳf
ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι·
14
ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρενa
καὶ ἡμᾶς ἐξεγερεῖb
διὰ τῆς δυνάμεως αὐτοῦ.
15
οὐκ οἴδατεa
ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;b
ἄραςc
οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσωd
πόρνηςe
μέλη; μὴ γένοιτο.f
16
⸀ἢ οὐκ οἴδατεa
ὅτι ὁ κολλώμενοςb
τῇ πόρνῃc
ἓν σῶμά ἐστιν;d
Ἔσονταιe
γάρ, φησίν,f
οἱ δύο εἰς σάρκα μίαν.
17
ὁ δὲ κολλώμενοςa
τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.b
18
φεύγετεa
τὴν πορνείαν·b
πᾶν ἁμάρτημαc
ὃ ἐὰν ποιήσῃd
ἄνθρωπος ἐκτὸςe
τοῦ σώματός ἐστιν,f
ὁ δὲ πορνεύωνg
εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.h
19
ἢ οὐκ οἴδατεa
ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν,b
οὗ ἔχετεc
ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲd
ἑαυτῶν,
20
ἠγοράσθητεa
γὰρ τιμῆς· δοξάσατεb
δὴc
τὸν θεὸν ἐν τῷ σώματι ⸀ὑμῶν.
7
Περὶ δὲ ὧν ⸀ἐγράψατε,a
καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·b
2
διὰ δὲ τὰς πορνείαςa
ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω,b
καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.c
3
τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ⸀ὀφειλὴνa
ἀποδιδότω,b
ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
4
ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζειa
ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζειb
ἀλλὰ ἡ γυνή.
5
μὴ ἀποστερεῖτεa
ἀλλήλους, εἰ μήτιb
ἂν ἐκ συμφώνουc
πρὸς καιρὸν ἵνα ⸀σχολάσητεd
⸀τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ⸀ἦτε,e
ἵνα μὴ πειράζῃf
ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίανg
ὑμῶν.
6
τοῦτο δὲ λέγωa
κατὰ συγγνώμην,b
οὐ κατ’ ἐπιταγήν.c
7
θέλωa
⸀δὲ πάντας ἀνθρώπους εἶναιb
ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ⸂ἔχειc
χάρισμα⸃d
ἐκ θεοῦ, ⸀ὁ μὲν οὕτως, ⸁ὁ δὲ οὕτως.
8
Λέγωa
δὲ τοῖς ἀγάμοιςb
καὶ ταῖς χήραις,c
καλὸν ⸀αὐτοῖς ἐὰν μείνωσινd
ὡς κἀγώ·
9
εἰ δὲ οὐκ ἐγκρατεύονται,a
γαμησάτωσαν,b
κρεῖττονc
γάρ ἐστινd
⸀γαμῆσαιe
ἢ πυροῦσθαι.f
10
Τοῖς δὲ γεγαμηκόσινa
παραγγέλλω,b
οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι—c
11
ἐὰν δὲ καὶ χωρισθῇ,a
μενέτωb
ἄγαμοςc
ἢ τῷ ἀνδρὶ καταλλαγήτω—d
καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.e
12
Τοῖς δὲ λοιποῖς ⸂λέγωa
ἐγώ⸃, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχειb
ἄπιστον,c
καὶ αὕτη συνευδοκεῖd
οἰκεῖνe
μετ’ αὐτοῦ, μὴ ἀφιέτωf
αὐτήν·
13
καὶ γυνὴ ⸂εἴ τις⸃ ἔχειa
ἄνδρα ἄπιστον,b
καὶ ⸀οὗτος συνευδοκεῖc
οἰκεῖνd
μετ’ αὐτῆς, μὴ ἀφιέτωe
⸂τὸν ἄνδρα⸃.
14
ἡγίασταιa
γὰρ ὁ ἀνὴρ ὁ ἄπιστοςb
ἐν τῇ γυναικί, καὶ ἡγίασταιc
ἡ γυνὴ ἡ ἄπιστοςd
ἐν τῷ ⸀ἀδελφῷ· ἐπεὶe
ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν,f
νῦν δὲ ἅγιά ἐστιν.g
15
εἰ δὲ ὁ ἄπιστοςa
χωρίζεται,b
χωριζέσθω·c
οὐ δεδούλωταιd
ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴe
ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκενf
⸀ἡμᾶς ὁ θεός.
16
τί γὰρ οἶδας,a
γύναι, εἰ τὸν ἄνδρα σώσεις;b
ἢ τί οἶδας,c
ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;d
17
Εἰ μὴ ἑκάστῳ ὡς ⸀ἐμέρισενa
ὁ ⸀κύριος, ἕκαστον ὡς κέκληκενb
ὁ ⸀θεός, οὕτως περιπατείτω·c
καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.d
18
περιτετμημένοςa
τις ἐκλήθη;b
μὴ ἐπισπάσθω·c
ἐν ἀκροβυστίᾳd
⸂κέκληταίe
τις⸃; μὴ περιτεμνέσθω.f
19
ἡ περιτομὴ οὐδέν ἐστιν,a
καὶ ἡ ἀκροβυστίαb
οὐδέν ἐστιν,c
ἀλλὰ τήρησιςd
ἐντολῶν θεοῦ.
20
ἕκαστος ἐν τῇ κλήσειa
ᾗ ἐκλήθηb
ἐν ταύτῃ μενέτω.c
21
Δοῦλος ἐκλήθης;a
μή σοι μελέτω·b
ἀλλ’ εἰ καὶ δύνασαιc
ἐλεύθεροςd
γενέσθαι,e
μᾶλλον χρῆσαι.f
22
ὁ γὰρ ἐν κυρίῳ κληθεὶςa
δοῦλος ἀπελεύθεροςb
κυρίου ἐστίν·c
⸀ὁμοίως ὁ ἐλεύθεροςd
κληθεὶςe
δοῦλός ἐστινf
Χριστοῦ.
23
τιμῆς ἠγοράσθητε·a
μὴ γίνεσθεb
δοῦλοι ἀνθρώπων.
24
ἕκαστος ἐν ᾧ ἐκλήθη,a
ἀδελφοί, ἐν τούτῳ μενέτωb
παρὰ θεῷ.
25
Περὶ δὲ τῶν παρθένωνa
ἐπιταγὴνb
κυρίου οὐκ ἔχω,c
γνώμηνd
δὲ δίδωμιe
ὡς ἠλεημένοςf
ὑπὸ κυρίου πιστὸς εἶναι.g
26
νομίζωa
οὖν τοῦτο καλὸν ὑπάρχεινb
διὰ τὴν ἐνεστῶσανc
ἀνάγκην,d
ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.e
27
δέδεσαιa
γυναικί; μὴ ζήτειb
λύσιν·c
λέλυσαιd
ἀπὸ γυναικός; μὴ ζήτειe
γυναῖκα·
28
ἐὰν δὲ καὶ ⸀γαμήσῃς,a
οὐχ ἥμαρτες.b
καὶ ἐὰν γήμῃc
ἡ παρθένος,d
οὐχ ἥμαρτεν.e
θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσινf
οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.g
29
τοῦτο δέ φημι,a
ἀδελφοί, ὁ καιρὸς συνεσταλμένοςb
⸂ἐστίν·c
τὸ λοιπὸν⸃ ἵνα καὶ οἱ ἔχοντεςd
γυναῖκας ὡς μὴ ἔχοντεςe
ὦσιν,f
30
καὶ οἱ κλαίοντεςa
ὡς μὴ κλαίοντες,b
καὶ οἱ χαίροντεςc
ὡς μὴ χαίροντες,d
καὶ οἱ ἀγοράζοντεςe
ὡς μὴ κατέχοντες,f
31
καὶ οἱ χρώμενοιa
⸂τὸν κόσμον⸃ ὡς μὴ καταχρώμενοι·b
παράγειc
γὰρ τὸ σχῆμαd
τοῦ κόσμου τούτου.
32
Θέλωa
δὲ ὑμᾶς ἀμερίμνουςb
εἶναι.c
ὁ ἄγαμοςd
μεριμνᾷe
τὰ τοῦ κυρίου, πῶς ⸀ἀρέσῃf
τῷ κυρίῳ·
33
ὁ δὲ γαμήσαςa
μεριμνᾷb
τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃc
τῇ γυναικί,
34
⸀καὶ μεμέρισται.a
καὶ ἡ γυνὴ ⸂ἡ ἄγαμος⸃b
καὶ ἡ ⸀παρθένοςc
μεριμνᾷd
τὰ τοῦ κυρίου, ἵνα ᾖe
ἁγία καὶ ⸀τῷ σώματι καὶ ⸁τῷ πνεύματι· ἡ δὲ γαμήσασαf
μεριμνᾷg
τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃh
τῷ ἀνδρί.
35
τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν ⸀σύμφορονa
λέγω,b
οὐχ ἵνα βρόχονc
ὑμῖν ἐπιβάλω,d
ἀλλὰ πρὸς τὸ εὔσχημονe
καὶ ⸀εὐπάρεδρονf
τῷ κυρίῳ ἀπερισπάστως.g
36
Εἰ δέ τις ἀσχημονεῖνa
ἐπὶ τὴν παρθένονb
αὐτοῦ νομίζειc
ἐὰν ᾖd
ὑπέρακμος,e
καὶ οὕτως ὀφείλειf
γίνεσθαι,g
ὃ θέλειh
ποιείτω·i
οὐχ ἁμαρτάνει·j
γαμείτωσαν.k
37
ὃς δὲ ἕστηκενa
⸂ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος⸃b
μὴ ἔχωνc
ἀνάγκην,d
ἐξουσίαν δὲ ἔχειe
περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικενf
ἐν τῇ ⸂ἰδίᾳ καρδίᾳ⸃, ⸀τηρεῖνg
τὴν ἑαυτοῦ παρθένον,h
καλῶς ⸀ποιήσει·i
38
ὥστε καὶ ὁ ⸀γαμίζωνa
⸂τὴν παρθένονb
ἑαυτοῦ⸃ καλῶς ποιεῖ,c
⸂καὶ ὁ⸃ μὴ ⸁γαμίζωνd
κρεῖσσονe
⸀ποιήσει.f
39
Γυνὴ ⸀δέδεταιa
ἐφ’ ὅσον χρόνον ζῇb
ὁ ἀνὴρ αὐτῆς· ἐὰν ⸀δὲ κοιμηθῇc
ὁ ἀνήρ, ἐλευθέραd
ἐστὶνe
ᾧ θέλειf
γαμηθῆναι,g
μόνον ἐν κυρίῳ·
40
μακαριωτέρα δέ ἐστινa
ἐὰν οὕτως μείνῃ,b
κατὰ τὴν ἐμὴν γνώμην,c
δοκῶd
⸀δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν.e
8
Περὶ δὲ τῶν εἰδωλοθύτων,a
οἴδαμενb
ὅτι πάντες γνῶσινc
ἔχομεν.d
ἡ γνῶσιςe
φυσιοῖ,f
ἡ δὲ ἀγάπη οἰκοδομεῖ.g
2
⸀εἴ τις δοκεῖa
⸀ἐγνωκέναιb
τι, ⸀οὔπωc
⸀ἔγνωd
καθὼς δεῖe
γνῶναι·f
3
εἰ δέ τις ἀγαπᾷa
τὸν θεόν, οὗτος ἔγνωσταιb
ὑπ’ αὐτοῦ.
4
Περὶ τῆς βρώσεωςa
οὖν τῶν εἰδωλοθύτωνb
οἴδαμενc
ὅτι οὐδὲν εἴδωλονd
ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς ⸀θεὸς εἰ μὴ εἷς.
5
καὶ γὰρ εἴπερa
εἰσὶνb
λεγόμενοιc
θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶνd
θεοὶ πολλοὶ καὶ κύριοι πολλοί,
6
ἀλλ’ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ.
7
Ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις·a
τινὲς δὲ τῇ ⸀συνηθείᾳb
⸂ἕως ἄρτι τοῦ εἰδώλου⸃c
ὡς εἰδωλόθυτονd
ἐσθίουσιν,e
καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴςf
οὖσαg
μολύνεται.h
8
βρῶμαa
δὲ ἡμᾶς οὐ ⸀παραστήσειb
τῷ θεῷ· οὔτε ⸂γὰρ ἐὰν φάγωμεν,c
περισσεύομεν,d
οὔτε ἐὰν μὴ φάγωμεν,e
ὑστερούμεθα⸃.f
9
βλέπετεa
δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμαb
γένηταιc
τοῖς ⸀ἀσθενέσιν.d
10
ἐὰν γάρ τις ἴδῃa
σὲ τὸν ἔχονταb
γνῶσινc
ἐν εἰδωλείῳd
κατακείμενον,e
οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦςf
ὄντοςg
οἰκοδομηθήσεταιh
εἰς τὸ τὰ εἰδωλόθυταi
ἐσθίειν;j
11
⸂ἀπόλλυταιa
γὰρ⸃ ὁ ἀσθενῶνb
⸀ἐν τῇ σῇc
γνώσει,d
⸂ὁ ἀδελφὸς⸃ δι’ ὃν Χριστὸς ἀπέθανεν.e
12
οὕτως δὲ ἁμαρτάνοντεςa
εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντεςb
αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσανc
εἰς Χριστὸν ἁμαρτάνετε.d
13
διόπερa
εἰ βρῶμαb
σκανδαλίζειc
τὸν ἀδελφόν μου, οὐ μὴ φάγωd
κρέαe
εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.f
9
Οὐκ εἰμὶa
⸂ἐλεύθερος;b
οὐκ εἰμὶc
ἀπόστολος⸃; οὐχὶ ⸀Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα;d
οὐ τὸ ἔργον μου ὑμεῖς ἐστεe
ἐν κυρίῳ;
2
εἰ ἄλλοις οὐκ εἰμὶa
ἀπόστολος, ἀλλά γεb
ὑμῖν εἰμι,c
ἡ γὰρ σφραγίςd
⸂μου τῆς⸃ ἀποστολῆςe
ὑμεῖς ἐστεf
ἐν κυρίῳ.
3
Ἡ ἐμὴ ἀπολογίαa
τοῖς ἐμὲ ἀνακρίνουσίνb
⸂ἐστινc
αὕτη⸃.
4
μὴ οὐκ ἔχομενa
ἐξουσίαν φαγεῖνb
καὶ ⸀πεῖν;c
5
μὴ οὐκ ἔχομενa
ἐξουσίαν ἀδελφὴνb
γυναῖκα περιάγειν,c
ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς;d
6
ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶςa
οὐκ ἔχομενb
ἐξουσίαν ⸀μὴ ἐργάζεσθαι;c
7
τίς στρατεύεταιa
ἰδίοις ὀψωνίοιςb
ποτέ; τίς φυτεύειc
ἀμπελῶναd
καὶ ⸂τὸν καρπὸν⸃ αὐτοῦ οὐκ ἐσθίει;e
⸀τίς ποιμαίνειf
ποίμνηνg
καὶ ἐκ τοῦ γάλακτοςh
τῆς ποίμνηςi
οὐκ ἐσθίει;j
8
Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶa
ἢ ⸂καὶ ὁ νόμος ταῦτα οὐ⸃ λέγει;b
9
ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται·a
Οὐ ⸀κημώσειςb
βοῦνc
ἀλοῶντα.d
μὴ τῶν βοῶνe
μέλειf
τῷ θεῷ,
10
ἢ δι’ ἡμᾶς πάντωςa
λέγει;b
δι’ ἡμᾶς γὰρ ἐγράφη,c
ὅτι ⸂ὀφείλειd
ἐπ’ ἐλπίδι⸃ ὁ ἀροτριῶνe
ἀροτριᾶν,f
καὶ ὁ ἀλοῶνg
⸂ἐπ’ ἐλπίδι τοῦ μετέχειν⸃.h
11
εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰa
ἐσπείραμεν,b
μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰc
θερίσομεν;d
12
εἰ ἄλλοι τῆς ⸂ὑμῶν ἐξουσίας⸃ μετέχουσιν,a
οὐ μᾶλλον ἡμεῖς; Ἀλλ’ οὐκ ἐχρησάμεθαb
τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομενc
ἵνα μή ⸂τινα ἐγκοπὴν⸃d
δῶμενe
τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
13
οὐκ οἴδατεa
ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοιb
⸀τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν,c
οἱ τῷ θυσιαστηρίῳd
⸀παρεδρεύοντεςe
τῷ θυσιαστηρίῳf
συμμερίζονται;g
14
οὕτως καὶ ὁ κύριος διέταξενa
τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσινb
ἐκ τοῦ εὐαγγελίου ζῆν.c
15
Ἐγὼ δὲ ⸂οὐ κέχρημαιa
οὐδενὶ⸃ τούτων. οὐκ ἔγραψαb
δὲ ταῦτα ἵνα οὕτως γένηταιc
ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖνd
ἤ— τὸ καύχημάe
μου ⸂οὐδεὶς κενώσει⸃.f
16
ἐὰν γὰρ εὐαγγελίζωμαι,a
οὐκ ἔστινb
μοι καύχημα,c
ἀνάγκηd
γάρ μοι ἐπίκειται·e
οὐαὶ ⸀γάρ μοί ἐστινf
ἐὰν μὴ ⸀εὐαγγελίσωμαι.g
17
εἰ γὰρ ἑκὼνa
τοῦτο πράσσω,b
μισθὸνc
ἔχω·d
εἰ δὲ ἄκων,e
οἰκονομίανf
πεπίστευμαι.g
18
τίς οὖν ⸀μού ἐστινa
ὁ μισθός;b
ἵνα εὐαγγελιζόμενοςc
ἀδάπανονd
θήσωe
τὸ ⸀εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαιf
τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
19
Ἐλεύθεροςa
γὰρ ὢνb
ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα,c
ἵνα τοὺς πλείονας κερδήσω·d
20
καὶ ἐγενόμηνa
τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω·b
τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ⸂μὴ ὢνc
αὐτὸς ὑπὸ νόμον⸃, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·d
21
τοῖς ἀνόμοιςa
ὡς ἄνομος,b
μὴ ὢνc
ἄνομοςd
⸀θεοῦ ἀλλ’ ἔννομοςe
⸀Χριστοῦ, ἵνα ⸀κερδάνωf
⸀τοὺς ἀνόμους·g
22
ἐγενόμηνa
τοῖς ⸀ἀσθενέσινb
ἀσθενής,c
ἵνα τοὺς ἀσθενεῖςd
κερδήσω·e
τοῖς πᾶσιν ⸀γέγοναf
πάντα, ἵνα πάντωςg
τινὰς σώσω.h
23
⸀πάντα δὲ ποιῶa
διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸςb
αὐτοῦ γένωμαι.c
24
Οὐκ οἴδατεa
ὅτι οἱ ἐν σταδίῳb
τρέχοντεςc
πάντες μὲν τρέχουσιν,d
εἷς δὲ λαμβάνειe
τὸ βραβεῖον;f
οὕτως τρέχετεg
ἵνα καταλάβητε.h
25
πᾶς δὲ ὁ ἀγωνιζόμενοςa
πάντα ἐγκρατεύεται,b
ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸνc
στέφανονd
λάβωσιν,e
ἡμεῖς δὲ ἄφθαρτον.f
26
ἐγὼ τοίνυνa
οὕτως τρέχωb
ὡς οὐκ ἀδήλως,c
οὕτως πυκτεύωd
ὡς οὐκ ἀέραe
δέρων·f
27
ἀλλὰ ὑπωπιάζωa
μου τὸ σῶμα καὶ δουλαγωγῶ,b
μή πως ἄλλοις κηρύξαςc
αὐτὸς ἀδόκιμοςd
γένωμαι.e
10
Οὐ θέλωa
⸀γὰρ ὑμᾶς ἀγνοεῖν,b
ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέληνc
ἦσανd
καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,e
2
καὶ πάντες εἰς τὸν Μωϋσῆν ⸀ἐβαπτίσαντοa
ἐν τῇ νεφέλῃb
καὶ ἐν τῇ θαλάσσῃ,
3
καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸνa
βρῶμα⸃b
ἔφαγονc
4
καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸνa
ἔπιονb
πόμα⸃,c
ἔπινονd
γὰρ ἐκ πνευματικῆςe
ἀκολουθούσηςf
πέτρας,g
ἡ ⸂πέτραh
δὲ⸃ ἦνi
ὁ Χριστός·
5
ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησενa
ὁ θεός, κατεστρώθησανb
γὰρ ἐν τῇ ἐρήμῳ.
6
Ταῦτα δὲ τύποιa
ἡμῶν ἐγενήθησαν,b
εἰς τὸ μὴ εἶναιc
ἡμᾶς ἐπιθυμητὰςd
κακῶν, καθὼς κἀκεῖνοιe
ἐπεθύμησαν.f
7
μηδὲ εἰδωλολάτραιa
γίνεσθε,b
καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται·c
Ἐκάθισενd
ὁ λαὸς φαγεῖνe
καὶ πεῖν,f
καὶ ἀνέστησανg
παίζειν.h
8
μηδὲ πορνεύωμεν,a
καθώς τινες αὐτῶν ἐπόρνευσαν,b
καὶ ἔπεσανc
μιᾷ ἡμέρᾳ εἴκοσιd
τρεῖς χιλιάδες.e
9
μηδὲ ἐκπειράζωμενa
τὸν ⸀Χριστόν, ⸀καθώς τινες αὐτῶν ἐπείρασαν,b
καὶ ὑπὸ τῶν ὄφεωνc
⸀ἀπώλλυντο.d
10
μηδὲ γογγύζετε,a
⸀καθάπερb
τινὲς αὐτῶν ἐγόγγυσαν,c
καὶ ἀπώλοντοd
ὑπὸ τοῦ ὀλοθρευτοῦ.e
11
ταῦτα ⸀δὲ ⸂τυπικῶςa
συνέβαινεν⸃b
ἐκείνοις, ἐγράφηc
δὲ πρὸς νουθεσίανd
ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων ⸀κατήντηκεν.e
12
ὥστε ὁ δοκῶνa
ἑστάναιb
βλεπέτωc
μὴ πέσῃ,d
13
πειρασμὸςa
ὑμᾶς οὐκ εἴληφενb
εἰ μὴ ἀνθρώπινος·c
πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσειd
ὑμᾶς πειρασθῆναιe
ὑπὲρ ὃ δύνασθε,f
ἀλλὰ ποιήσειg
σὺν τῷ πειρασμῷh
καὶ τὴν ἔκβασινi
τοῦ ⸀δύνασθαιj
ὑπενεγκεῖν.k
14
Διόπερ,a
ἀγαπητοί μου, φεύγετεb
ἀπὸ τῆς εἰδωλολατρίας.c
15
ὡς φρονίμοιςa
λέγω·b
κρίνατεc
ὑμεῖς ὅ φημι.d
16
τὸ ποτήριον τῆς εὐλογίαςa
ὃ εὐλογοῦμεν,b
οὐχὶ κοινωνίαc
⸂ἐστὶνd
τοῦ αἵματος τοῦ Χριστοῦ⸃; τὸν ἄρτον ὃν κλῶμεν,e
οὐχὶ κοινωνίαf
τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;g
17
ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν,a
οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.b
18
βλέπετεa
τὸν Ἰσραὴλ κατὰ σάρκα· ⸀οὐχ οἱ ἐσθίοντεςb
τὰς θυσίαςc
κοινωνοὶd
τοῦ θυσιαστηρίουe
εἰσίν;f
19
τί οὖν φημι;a
ὅτι ⸂εἰδωλόθυτόνb
τί ἐστιν,c
ἢ ὅτι εἴδωλόν⸃d
τί ἐστιν;e
20
ἀλλ’ ὅτι ἃ ⸀θύουσιν,a
δαιμονίοις ⸂καὶ οὐ θεῷ θύουσιν⸃,b
οὐ θέλωc
δὲ ὑμᾶς κοινωνοὺςd
τῶν δαιμονίων γίνεσθαι.e
21
οὐ δύνασθεa
ποτήριον κυρίου πίνεινb
καὶ ποτήριον δαιμονίων· οὐ δύνασθεc
τραπέζηςd
κυρίου μετέχεινe
καὶ τραπέζηςf
δαιμονίων.
22
ἢ παραζηλοῦμενa
τὸν κύριον; μὴ ἰσχυρότεροιb
αὐτοῦ ἐσμεν;c
23
⸀Πάντα ἔξεστιν·a
ἀλλ’ οὐ πάντα συμφέρει.b
⸁πάντα ἔξεστιν·c
ἀλλ’ οὐ πάντα οἰκοδομεῖ.d
24
μηδεὶς τὸ ἑαυτοῦ ζητείτωa
ἀλλὰ τὸ τοῦ ⸀ἑτέρου.
25
πᾶν τὸ ἐν μακέλλῳa
πωλούμενονb
ἐσθίετεc
μηδὲν ἀνακρίνοντεςd
διὰ τὴν συνείδησιν,
26
τοῦ ⸂κυρίου γὰρ⸃ ἡ γῆ καὶ τὸ πλήρωμαa
αὐτῆς.
27
⸀εἴ τις καλεῖa
ὑμᾶς τῶν ἀπίστωνb
καὶ θέλετεc
πορεύεσθαι,d
πᾶν τὸ παρατιθέμενονe
ὑμῖν ἐσθίετεf
μηδὲν ἀνακρίνοντεςg
διὰ τὴν συνείδησιν·
28
ἐὰν δέ τις ὑμῖν εἴπῃ·a
Τοῦτο ⸀ἱερόθυτόνb
ἐστιν,c
μὴ ἐσθίετεd
δι’ ἐκεῖνον τὸν μηνύσανταe
καὶ τὴν ⸀συνείδησιν·
29
συνείδησιν δὲ λέγωa
οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου· ἱνατίb
γὰρ ἡ ἐλευθερίαc
μου κρίνεταιd
ὑπὸ ἄλλης συνειδήσεως;
30
εἰ ἐγὼ χάριτι μετέχω,a
τί βλασφημοῦμαιb
ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;c
31
Εἴτε οὖν ἐσθίετεa
εἴτε πίνετεb
εἴτε τι ποιεῖτε,c
πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.d
32
ἀπρόσκοποιa
⸂καὶ Ἰουδαίοις γίνεσθε⸃b
καὶ Ἕλλησινc
καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ,
33
καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω,a
μὴ ζητῶνb
τὸ ἐμαυτοῦ ⸀σύμφορονc
ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.d
11
μιμηταίa
μου γίνεσθε,b
καθὼς κἀγὼ Χριστοῦ.
2
Ἐπαινῶa
δὲ ⸀ὑμᾶς ὅτι πάντα μου μέμνησθεb
καὶ καθὼς παρέδωκαc
ὑμῖν τὰς παραδόσειςd
κατέχετε.e
3
θέλωa
δὲ ὑμᾶς εἰδέναιb
ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν,c
κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ ⸀τοῦ Χριστοῦ ὁ θεός.
4
πᾶς ἀνὴρ προσευχόμενοςa
ἢ προφητεύωνb
κατὰ κεφαλῆς ἔχωνc
καταισχύνειd
τὴν κεφαλὴν αὐτοῦ·
5
πᾶσα δὲ γυνὴ προσευχομένηa
ἢ προφητεύουσαb
ἀκατακαλύπτῳc
τῇ κεφαλῇ καταισχύνειd
τὴν κεφαλὴν ⸀αὐτῆς, ἓν γάρ ἐστινe
καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.f
6
εἰ γὰρ οὐ κατακαλύπτεταιa
γυνή, καὶ κειράσθω·b
εἰ δὲ αἰσχρὸνc
γυναικὶ τὸ κείρασθαιd
ἢ ξυρᾶσθαι,e
κατακαλυπτέσθω.f
7
ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλειa
κατακαλύπτεσθαιb
τὴν κεφαλήν, εἰκὼνc
καὶ δόξα θεοῦ ὑπάρχων·d
⸀ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.e
8
οὐ γάρ ἐστινa
ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός·
9
καὶ γὰρ οὐκ ἐκτίσθηa
ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.
10
διὰ τοῦτο ὀφείλειa
ἡ γυνὴ ἐξουσίαν ἔχεινb
ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.
11
πλὴν οὔτε ⸂γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς⸃ ἐν κυρίῳ·
12
ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ.
13
ἐν ὑμῖν αὐτοῖς κρίνατε·a
πρέπονb
ἐστὶνc
γυναῖκα ἀκατακάλυπτονd
τῷ θεῷ προσεύχεσθαι;e
14
⸀οὐδὲ ⸂ἡ φύσιςa
αὐτὴ⸃ διδάσκειb
ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ,c
ἀτιμίαd
αὐτῷ ἐστιν,e
15
γυνὴ δὲ ἐὰν κομᾷ,a
δόξα αὐτῇ ἐστιν;b
ὅτι ἡ κόμηc
ἀντὶd
περιβολαίουe
⸀δέδοται.f
16
εἰ δέ τις δοκεῖa
φιλόνεικοςb
εἶναι,c
ἡμεῖς τοιαύτην συνήθειανd
οὐκ ἔχομεν,e
οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.
17
Τοῦτο δὲ ⸂παραγγέλλωνa
οὐκ ἐπαινῶ⸃b
ὅτι οὐκ εἰς τὸ κρεῖσσονc
ἀλλὰ εἰς τὸ ἧσσονd
συνέρχεσθε.e
18
πρῶτον μὲν γὰρ συνερχομένωνa
ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούωb
σχίσματαc
ἐν ὑμῖν ὑπάρχειν,d
καὶ μέρος τι πιστεύω.e
19
δεῖa
γὰρ καὶ αἱρέσειςb
ἐν ὑμῖν εἶναι,c
ἵνα ⸀καὶ οἱ δόκιμοιd
φανεροὶe
γένωνταιf
ἐν ὑμῖν.
20
συνερχομένωνa
οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστινb
κυριακὸνc
δεῖπνονd
φαγεῖν,e
21
ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνονa
προλαμβάνειb
ἐν τῷ φαγεῖν,c
καὶ ὃς μὲν πεινᾷ,d
ὃς δὲ μεθύει.e
22
μὴ γὰρ οἰκίας οὐκ ἔχετεa
εἰς τὸ ἐσθίεινb
καὶ πίνειν;c
ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε,d
καὶ καταισχύνετεe
τοὺς μὴ ἔχοντας;f
τί ⸂εἴπωg
ὑμῖν⸃; ἐπαινέσωh
ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.i
23
Ἐγὼ γὰρ παρέλαβονa
ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκαb
ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ ⸀παρεδίδετοc
ἔλαβενd
ἄρτον
24
καὶ εὐχαριστήσαςa
ἔκλασενb
καὶ ⸀εἶπεν·c
Τοῦτό μού ἐστινd
τὸ σῶμα τὸ ὑπὲρ ⸀ὑμῶν· τοῦτο ποιεῖτεe
εἰς τὴν ἐμὴν ἀνάμνησιν.f
25
ὡσαύτωςa
καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι,b
λέγων·c
Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶνd
ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε,e
ὁσάκιςf
⸀ἐὰν πίνητε,g
εἰς τὴν ἐμὴν ἀνάμνησιν.h
26
ὁσάκιςa
γὰρ ⸀ἐὰν ἐσθίητεb
τὸν ἄρτον τοῦτον καὶ τὸ ⸀ποτήριον πίνητε,c
τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε,d
ἄχρι ⸀οὗ ἔλθῃ.e
27
Ὥστε ὃς ἂν ἐσθίῃa
τὸν ⸀ἄρτον ἢ πίνῃb
τὸ ποτήριον τοῦ κυρίου ⸀ἀναξίως,c
ἔνοχοςd
ἔσταιe
τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
28
δοκιμαζέτωa
δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτωb
καὶ ἐκ τοῦ ποτηρίου πινέτω·c
29
ὁ γὰρ ἐσθίωνa
καὶ ⸀πίνωνb
κρίμαc
ἑαυτῷ ἐσθίειd
καὶ πίνειe
μὴ διακρίνωνf
τὸ ⸀σῶμα.
30
διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖςa
καὶ ἄρρωστοιb
καὶ κοιμῶνταιc
ἱκανοί.
31
εἰ ⸀δὲ ἑαυτοὺς διεκρίνομεν,a
οὐκ ἂν ἐκρινόμεθα·b
32
κρινόμενοιa
δὲ ⸀ὑπὸ κυρίου παιδευόμεθα,b
ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.c
33
Ὥστε, ἀδελφοί μου, συνερχόμενοιa
εἰς τὸ φαγεῖνb
ἀλλήλους ἐκδέχεσθε.c
34
⸀εἴ τις πεινᾷ,a
ἐν οἴκῳ ἐσθιέτω,b
ἵνα μὴ εἰς κρίμαc
συνέρχησθε.d
Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθωe
διατάξομαι.f
12
Περὶ δὲ τῶν πνευματικῶν,a
ἀδελφοί, οὐ θέλωb
ὑμᾶς ἀγνοεῖν.c
2
οἴδατεa
ὅτι ὅτε ἔθνη ἦτεb
πρὸς τὰ εἴδωλαc
τὰ ἄφωναd
ὡς ἂν ἤγεσθεe
ἀπαγόμενοι.f
3
διὸ γνωρίζωa
ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶνb
λέγει·c
Ἀνάθεμαd
⸀Ἰησοῦς, καὶ οὐδεὶς δύναταιe
εἰπεῖν·f
⸂Κύριος Ἰησοῦς⸃ εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
4
Διαιρέσειςa
δὲ χαρισμάτωνb
εἰσίν,c
τὸ δὲ αὐτὸ πνεῦμα·
5
καὶ διαιρέσειςa
διακονιῶν εἰσιν,b
καὶ ὁ αὐτὸς κύριος·
6
καὶ διαιρέσειςa
ἐνεργημάτωνb
εἰσίν,c
⸂ὁ δὲ⸃ ⸀αὐτὸς θεός, ὁ ἐνεργῶνd
τὰ πάντα ἐν πᾶσιν.
7
ἑκάστῳ δὲ δίδοταιa
ἡ φανέρωσιςb
τοῦ πνεύματος πρὸς τὸ συμφέρον.c
8
ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοταιa
λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεωςb
κατὰ τὸ αὐτὸ πνεῦμα,
9
⸀ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ⸀ἄλλῳ χαρίσματαa
ἰαμάτωνb
ἐν τῷ ⸀ἑνὶ πνεύματι,
10
⸀ἄλλῳ ἐνεργήματαa
δυνάμεων, ⸁ἄλλῳ προφητεία,b
⸀1ἄλλῳ διακρίσειςc
πνευμάτων, ⸀ἑτέρῳ γένηd
γλωσσῶν, ⸀2ἄλλῳ ἑρμηνείαe
γλωσσῶν·
11
πάντα δὲ ταῦτα ἐνεργεῖa
τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦνb
ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.c
12
Καθάπερa
γὰρ τὸ σῶμα ἕν ἐστινb
καὶ μέλη ⸂πολλὰ ἔχει⸃,c
πάντα δὲ τὰ μέλη τοῦ ⸀σώματος πολλὰ ὄνταd
ἕν ἐστινe
σῶμα, οὕτως καὶ ὁ Χριστός·
13
καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν,a
εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες,b
εἴτε δοῦλοι εἴτε ἐλεύθεροι,c
καὶ ⸀πάντες ἓν πνεῦμα ἐποτίσθημεν.d
14
Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστινa
ἓν μέλος ἀλλὰ πολλά.
15
ἐὰν εἴπῃa
ὁ πούς· Ὅτι οὐκ εἰμὶb
χείρ, οὐκ εἰμὶc
ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστινd
ἐκ τοῦ σώματος;
16
καὶ ἐὰν εἴπῃa
τὸ οὖς· Ὅτι οὐκ εἰμὶb
ὀφθαλμός, οὐκ εἰμὶc
ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστινd
ἐκ τοῦ σώματος·
17
εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή;a
εἰ ὅλον ἀκοή,b
ποῦ ἡ ὄσφρησις;c
18
⸀νυνὶa
δὲ ὁ θεὸς ἔθετοb
τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν.c
19
εἰ δὲ ἦνa
τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
20
νῦν δὲ πολλὰ ⸀μὲν μέλη, ἓν δὲ σῶμα.
21
οὐ δύναταιa
δὲ ὁ ὀφθαλμὸς εἰπεῖνb
τῇ χειρί· Χρείαν σου οὐκ ἔχω,c
ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω·d
22
ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦνταa
μέλη τοῦ σώματος ἀσθενέστεραb
ὑπάρχεινc
ἀναγκαῖάd
ἐστιν,e
23
καὶ ἃ δοκοῦμενa
ἀτιμότεραb
εἶναιc
τοῦ σώματος, τούτοις τιμὴν περισσοτέρανd
περιτίθεμεν,e
καὶ τὰ ἀσχήμοναf
ἡμῶν εὐσχημοσύνηνg
περισσοτέρανh
ἔχει,i
24
τὰ δὲ εὐσχήμοναa
ἡμῶν οὐ χρείαν ⸀ἔχει.b
ἀλλὰ ὁ θεὸς συνεκέρασενc
τὸ σῶμα, τῷ ⸀ὑστεροῦντιd
περισσοτέρανe
δοὺςf
τιμήν,
25
ἵνα μὴ ᾖa
⸀σχίσμαb
ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιc
τὰ μέλη.
26
καὶ ⸀εἴτε πάσχειa
ἓν μέλος, συμπάσχειb
πάντα τὰ μέλη· εἴτε δοξάζεταιc
⸀μέλος, συγχαίρειd
πάντα τὰ μέλη.
27
Ὑμεῖς δέ ἐστεa
σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
28
καὶ οὓς μὲν ἔθετοa
ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειταb
δυνάμεις, ⸀ἔπειταc
χαρίσματαd
ἰαμάτων,e
ἀντιλήμψεις,f
κυβερνήσεις,g
γένηh
γλωσσῶν.
29
μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
30
μὴ πάντες χαρίσματαa
ἔχουσινb
ἰαμάτων;c
μὴ πάντες γλώσσαις λαλοῦσιν;d
μὴ πάντες διερμηνεύουσιν;e
31
ζηλοῦτεa
δὲ τὰ χαρίσματαb
τὰ ⸀μείζονα. καὶ ἔτι καθ’ ὑπερβολὴνc
ὁδὸν ὑμῖν δείκνυμι.d
13
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶa
καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω,b
γέγοναc
χαλκὸςd
ἠχῶνe
ἢ κύμβαλονf
ἀλαλάζον.g
2
⸂καὶ ἐὰν⸃ ἔχωa
προφητείανb
καὶ εἰδῶc
τὰ μυστήριαd
πάντα καὶ πᾶσαν τὴν γνῶσιν,e
⸄καὶ ἐὰν⸅ ἔχωf
πᾶσαν τὴν πίστιν ὥστε ὄρη ⸀μεθιστάναι,g
ἀγάπην δὲ μὴ ἔχω,h
οὐθέν εἰμι.i
3
⸂καὶ ἐὰν⸃ ψωμίσωa
πάντα τὰ ὑπάρχοντάb
μου, ⸄καὶ ἐὰν⸃ παραδῶc
τὸ σῶμά μου, ἵνα ⸀καυθήσομαι,d
ἀγάπην δὲ μὴ ἔχω,e
οὐδὲν ὠφελοῦμαι.f
4
Ἡ ἀγάπη μακροθυμεῖ,a
χρηστεύεταιb
ἡ ἀγάπη, οὐ ζηλοῖc
⸂ἡ ἀγάπη⸃, οὐ περπερεύεται,d
οὐ φυσιοῦται,e
5
οὐκ ἀσχημονεῖ,a
οὐ ζητεῖb
τὰ ἑαυτῆς, οὐ παροξύνεται,c
οὐ λογίζεταιd
τὸ κακόν,
6
οὐ χαίρειa
ἐπὶ τῇ ἀδικίᾳ,b
συγχαίρειc
δὲ τῇ ἀληθείᾳ·
7
πάντα στέγει,a
πάντα πιστεύει,b
πάντα ἐλπίζει,c
πάντα ὑπομένει.d
8
Ἡ ἀγάπη οὐδέποτεa
⸀πίπτει.b
εἴτε δὲ προφητεῖαι,c
καταργηθήσονται·d
εἴτε γλῶσσαι, παύσονται·e
εἴτε γνῶσις,f
καταργηθήσεται.g
9
ἐκ μέρους ⸀γὰρ γινώσκομενa
καὶ ἐκ μέρους προφητεύομεν·b
10
ὅταν δὲ ἔλθῃa
τὸ τέλειον,b
⸀τὸ ἐκ μέρους καταργηθήσεται.c
11
ὅτε ἤμηνa
νήπιος,b
⸂ἐλάλουνc
ὡς νήπιος,d
ἐφρόνουνe
ὡς νήπιος,f
ἐλογιζόμηνg
ὡς νήπιος⸃·h
⸀ὅτε γέγοναi
ἀνήρ, κατήργηκαj
τὰ τοῦ νηπίου.k
12
βλέπομενa
γὰρ ἄρτι δι’ ἐσόπτρουb
ἐν αἰνίγματι,c
τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκωd
ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαιe
καθὼς καὶ ἐπεγνώσθην.f
13
νυνὶa
δὲ μένειb
πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.
14
Διώκετεa
τὴν ἀγάπην, ζηλοῦτεb
δὲ τὰ πνευματικά,c
μᾶλλον δὲ ἵνα προφητεύητε.d
2
ὁ γὰρ λαλῶνa
γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖb
⸀ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει,c
πνεύματι δὲ λαλεῖd
μυστήρια·e
3
ὁ δὲ προφητεύωνa
ἀνθρώποις λαλεῖb
οἰκοδομὴνc
καὶ παράκλησινd
καὶ παραμυθίαν.e
4
ὁ λαλῶνa
γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ·b
ὁ δὲ προφητεύωνc
ἐκκλησίαν οἰκοδομεῖ.d
5
θέλωa
δὲ πάντας ὑμᾶς λαλεῖνb
γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε·c
μείζων ⸀δὲ ὁ προφητεύωνd
ἢ ὁ λαλῶνe
γλώσσαις, ἐκτὸςf
εἰ μὴ ⸀διερμηνεύῃ,g
ἵνα ἡ ἐκκλησία οἰκοδομὴνh
λάβῃ.i
6
⸀Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθωa
πρὸς ὑμᾶς γλώσσαις λαλῶν,b
τί ὑμᾶς ὠφελήσω,c
ἐὰν μὴ ὑμῖν λαλήσωd
ἢ ἐν ἀποκαλύψειe
ἢ ἐν γνώσειf
ἢ ἐν προφητείᾳg
ἢ ἐν διδαχῇ;
7
ὅμωςa
τὰ ἄψυχαb
φωνὴν διδόντα,c
εἴτε αὐλὸςd
εἴτε κιθάρα,e
ἐὰν διαστολὴνf
τοῖς φθόγγοιςg
μὴ ⸀δῷ,h
πῶς γνωσθήσεταιi
τὸ αὐλούμενονj
ἢ τὸ κιθαριζόμενον;k
8
καὶ γὰρ ἐὰν ἄδηλονa
⸂φωνὴν σάλπιγξ⸃b
δῷ,c
τίς παρασκευάσεταιd
εἰς πόλεμον;e
9
οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημονa
λόγον δῶτε,b
πῶς γνωσθήσεταιc
τὸ λαλούμενον;d
ἔσεσθεe
γὰρ εἰς ἀέραf
λαλοῦντες.g
10
τοσαῦταa
εἰ τύχοιb
γένηc
φωνῶν ⸀εἰσινd
ἐν κόσμῳ, καὶ ⸀οὐδὲν ἄφωνον·e
11
ἐὰν οὖν μὴ εἰδῶa
τὴν δύναμιν τῆς φωνῆς, ἔσομαιb
τῷ λαλοῦντιc
βάρβαροςd
καὶ ὁ λαλῶνe
ἐν ἐμοὶ βάρβαρος.f
12
οὕτως καὶ ὑμεῖς, ἐπεὶa
ζηλωταίb
ἐστεc
πνευμάτων, πρὸς τὴν οἰκοδομὴνd
τῆς ἐκκλησίας ζητεῖτεe
ἵνα περισσεύητε.f
13
⸀Διὸ ὁ λαλῶνa
γλώσσῃ προσευχέσθωb
ἵνα διερμηνεύῃ.c
14
ἐὰν γὰρ προσεύχωμαιa
γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται,b
ὁ δὲ νοῦςc
μου ἄκαρπόςd
ἐστιν.e
15
τί οὖν ἐστιν;a
προσεύξομαιb
τῷ πνεύματι, προσεύξομαιc
δὲ καὶ τῷ νοΐ·d
ψαλῶe
τῷ πνεύματι, ψαλῶf
δὲ καὶ τῷ νοΐ·g
16
ἐπεὶa
ἐὰν ⸀εὐλογῇςb
⸀πνεύματι, ὁ ἀναπληρῶνc
τὸν τόπον τοῦ ἰδιώτουd
πῶς ἐρεῖe
τὸ Ἀμήν ἐπὶ τῇ σῇf
εὐχαριστίᾳ;g
ἐπειδὴh
τί λέγειςi
οὐκ οἶδεν·j
17
σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς,a
ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.b
18
εὐχαριστῶa
τῷ ⸀θεῷ, πάντων ὑμῶν μᾶλλον ⸀γλώσσαις ⸀λαλῶ·b
19
ἀλλὰ ἐν ἐκκλησίᾳ θέλωa
πέντε λόγους ⸂τῷ νοΐ⸃b
μου λαλῆσαι,c
ἵνα καὶ ἄλλους κατηχήσω,d
ἢ μυρίουςe
λόγους ἐν γλώσσῃ.
20
Ἀδελφοί, μὴ παιδία γίνεσθεa
ταῖς φρεσίν,b
ἀλλὰ τῇ κακίᾳc
νηπιάζετε,d
ταῖς δὲ φρεσὶνe
τέλειοιf
γίνεσθε.g
21
ἐν τῷ νόμῳ γέγραπταιa
ὅτι Ἐν ἑτερογλώσσοιςb
καὶ ἐν χείλεσινc
⸀ἑτέρων λαλήσωd
τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως εἰσακούσονταίe
μου, λέγειf
κύριος.
22
ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσινa
οὐ τοῖς πιστεύουσινb
ἀλλὰ τοῖς ἀπίστοις,c
ἡ δὲ προφητείαd
οὐ τοῖς ἀπίστοιςe
ἀλλὰ τοῖς πιστεύουσιν.f
23
ἐὰν οὖν συνέλθῃa
ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσινb
γλώσσαις⸃, εἰσέλθωσινc
δὲ ἰδιῶταιd
ἢ ἄπιστοι,e
οὐκ ἐροῦσινf
ὅτι μαίνεσθε;g
24
ἐὰν δὲ πάντες προφητεύωσιν,a
εἰσέλθῃb
δέ τις ἄπιστοςc
ἢ ἰδιώτης,d
ἐλέγχεταιe
ὑπὸ πάντων, ἀνακρίνεταιf
ὑπὸ πάντων,
25
⸀τὰ κρυπτὰa
τῆς καρδίας αὐτοῦ φανερὰb
γίνεται,c
καὶ οὕτως πεσὼνd
ἐπὶ πρόσωπον προσκυνήσειe
τῷ θεῷ, ἀπαγγέλλωνf
ὅτι ⸂Ὄντωςg
ὁ θεὸς⸃ ἐν ὑμῖν ἐστιν.h
26
Τί οὖν ἐστιν,a
ἀδελφοί; ὅταν συνέρχησθε,b
⸀ἕκαστος ψαλμὸνc
ἔχει,d
διδαχὴν ἔχει,e
⸂ἀποκάλυψινf
ἔχει,g
γλῶσσαν⸃ ἔχει,h
ἑρμηνείανi
ἔχει·j
πάντα πρὸς οἰκοδομὴνk
γινέσθω.l
27
εἴτε γλώσσῃ τις λαλεῖ,a
κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰb
μέρος, καὶ εἷς διερμηνευέτω·c
28
ἐὰν δὲ μὴ ᾖa
⸀διερμηνευτής,b
σιγάτωc
ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτωd
καὶ τῷ θεῷ.
29
προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν,a
καὶ οἱ ἄλλοι διακρινέτωσαν·b
30
ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇa
καθημένῳ,b
ὁ πρῶτος σιγάτω.c
31
δύνασθεa
γὰρ καθ’ ἕνα πάντες προφητεύειν,b
ἵνα πάντες μανθάνωσινc
καὶ πάντες παρακαλῶνταιd
32
(καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται,a
33
οὐ γάρ ἐστινa
ἀκαταστασίαςb
ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34
Αἱ ⸀γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν,a
οὐ γὰρ ⸀ἐπιτρέπεταιb
αὐταῖς λαλεῖν·c
ἀλλὰ ⸀ὑποτασσέσθωσαν,d
καθὼς καὶ ὁ νόμος λέγει.e
35
εἰ δέ τι ⸀μαθεῖνa
θέλουσιν,b
ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν,c
αἰσχρὸνd
γάρ ἐστινe
γυναικὶ ⸂λαλεῖνf
ἐν ἐκκλησίᾳ⸃.
36
ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν,a
ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;b
37
Εἴ τις δοκεῖa
προφήτης εἶναιb
ἢ πνευματικός,c
ἐπιγινωσκέτωd
ἃ γράφωe
ὑμῖν ὅτι κυρίου ⸀ἐστὶν·f
38
εἰ δέ τις ἀγνοεῖ,a
⸀ἀγνοεῖται.b
39
ὥστε, ἀδελφοί ⸀μου, ζηλοῦτεa
τὸ προφητεύειν,b
καὶ τὸ λαλεῖνc
⸂μὴ κωλύετεd
γλώσσαις⸃·
40
πάντα ⸀δὲ εὐσχημόνωςa
καὶ κατὰ τάξινb
γινέσθω.c
15
Γνωρίζωa
δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμηνb
ὑμῖν, ὃ καὶ παρελάβετε,c
ἐν ᾧ καὶ ἑστήκατε,d
2
δι’ οὗ καὶ σῴζεσθε,a
τίνι λόγῳ εὐηγγελισάμηνb
ὑμῖν, εἰ κατέχετε,c
ἐκτὸςd
εἰ μὴ εἰκῇe
ἐπιστεύσατε.f
3
Παρέδωκαa
γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον,b
ὅτι Χριστὸς ἀπέθανενc
ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς,
4
καὶ ὅτι ἐτάφη,a
καὶ ὅτι ἐγήγερταιb
τῇ ⸂ἡμέρᾳ τῇ τρίτῃ⸃ κατὰ τὰς γραφάς,
5
καὶ ὅτι ὤφθηa
Κηφᾷ,b
εἶταc
τοῖς δώδεκα·
6
ἔπειταa
ὤφθηb
ἐπάνωc
πεντακοσίοιςd
ἀδελφοῖς ἐφάπαξ,e
ἐξ ὧν οἱ ⸀πλείονες μένουσινf
ἕως ἄρτι, τινὲς ⸀δὲ ἐκοιμήθησαν·g
7
ἔπειταa
ὤφθηb
Ἰακώβῳ, εἶταc
τοῖς ἀποστόλοις πᾶσιν·
8
ἔσχατον δὲ πάντων ὡσπερεὶa
τῷ ἐκτρώματιb
ὤφθηc
κἀμοί.
9
ἐγὼ γάρ εἰμιa
ὁ ἐλάχιστοςb
τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶc
ἱκανὸς καλεῖσθαιd
ἀπόστολος, διότιe
ἐδίωξαf
τὴν ἐκκλησίαν τοῦ θεοῦ·
10
χάριτι δὲ θεοῦ εἰμιa
ὅ εἰμι,b
καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴc
ἐγενήθη,d
ἀλλὰ περισσότερονe
αὐτῶν πάντων ἐκοπίασα,f
οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ ⸀ἡ σὺν ἐμοί.
11
εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομενa
καὶ οὕτως ἐπιστεύσατε.b
12
Εἰ δὲ Χριστὸς κηρύσσεταιa
ὅτι ἐκ νεκρῶν ἐγήγερται,b
πῶς λέγουσινc
⸂ἐν ὑμῖν τινες⸃ ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;d
13
εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν,a
οὐδὲ Χριστὸς ἐγήγερται·b
14
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται,a
κενὸνb
⸀ἄρα τὸ κήρυγμαc
ἡμῶν, ⸀κενὴd
καὶ ἡ πίστις ⸀ὑμῶν,
15
εὑρισκόμεθαa
δὲ καὶ ψευδομάρτυρεςb
τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμενc
κατὰ τοῦ θεοῦ ὅτι ἤγειρενd
τὸν Χριστόν, ὃν οὐκ ἤγειρενe
εἴπερf
ἄρα νεκροὶ οὐκ ἐγείρονται.g
16
εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται,a
οὐδὲ Χριστὸς ἐγήγερται·b
17
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται,a
ματαίαb
ἡ πίστις ⸀ὑμῶν, ἔτι ἐστὲc
ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
18
ἄρα καὶ οἱ κοιμηθέντεςa
ἐν Χριστῷ ἀπώλοντο.b
19
εἰ ἐν τῇ ζωῇ ταύτῃ ⸂ἐν Χριστῷ ἠλπικότεςa
ἐσμὲν⸃b
μόνον, ἐλεεινότεροιc
πάντων ἀνθρώπων ἐσμέν.d
20
Νυνὶa
δὲ Χριστὸς ἐγήγερταιb
ἐκ νεκρῶν, ἀπαρχὴc
τῶν ⸀κεκοιμημένων.d
21
ἐπειδὴa
γὰρ δι’ ἀνθρώπου ⸀θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν·
22
ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμa
πάντες ἀποθνῄσκουσιν,b
οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.c
23
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι·a
ἀπαρχὴb
Χριστός, ἔπειταc
οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳd
αὐτοῦ·
24
εἶταa
τὸ τέλος, ὅταν ⸀παραδιδῷb
τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃc
πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν,
25
δεῖa
γὰρ αὐτὸν βασιλεύεινb
ἄχρι ⸀οὗ θῇc
πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
26
ἔσχατος ἐχθρὸς καταργεῖταιa
ὁ θάνατος,
27
πάντα γὰρ ὑπέταξενa
ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃb
ὅτι πάντα ὑποτέτακται,c
δῆλονd
ὅτι ἐκτὸςe
τοῦ ὑποτάξαντοςf
αὐτῷ τὰ πάντα.
28
ὅταν δὲ ὑποταγῇa
αὐτῷ τὰ πάντα, ⸀τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεταιb
τῷ ὑποτάξαντιc
αὐτῷ τὰ πάντα, ἵνα ᾖd
ὁ θεὸς ⸀πάντα ἐν πᾶσιν.
29
Ἐπεὶa
τί ποιήσουσινb
οἱ βαπτιζόμενοιc
ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλωςd
νεκροὶ οὐκ ἐγείρονται,e
τί καὶ βαπτίζονταιf
ὑπὲρ ⸀αὐτῶν;
30
τί καὶ ἡμεῖς κινδυνεύομενa
πᾶσαν ὥραν;
31
καθ’ ἡμέραν ἀποθνῄσκω,a
νὴb
τὴν ὑμετέρανc
⸀καύχησιν,d
ἣν ἔχωe
ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
32
εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησαa
ἐν Ἐφέσῳ,b
τί μοι τὸ ὄφελος;c
εἰ νεκροὶ οὐκ ἐγείρονται,d
Φάγωμενe
καὶ πίωμεν,f
αὔριονg
γὰρ ἀποθνῄσκομεν.h
33
μὴ πλανᾶσθε·a
φθείρουσινb
ἤθηc
χρηστὰd
ὁμιλίαιe
κακαί.
34
ἐκνήψατεa
δικαίωςb
καὶ μὴ ἁμαρτάνετε,c
ἀγνωσίανd
γὰρ θεοῦ τινες ἔχουσιν·e
πρὸς ἐντροπὴνf
ὑμῖν ⸀λαλῶ.g
35
Ἀλλὰ ἐρεῖa
τις· Πῶς ἐγείρονταιb
οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται;c
36
⸀ἄφρων,a
σὺ ὃ σπείρεις,b
οὐ ζῳοποιεῖταιc
ἐὰν μὴ ἀποθάνῃ·d
37
καὶ ὃ σπείρεις,a
οὐ τὸ σῶμα τὸ γενησόμενονb
σπείρειςc
ἀλλὰ γυμνὸνd
κόκκονe
εἰ τύχοιf
σίτουg
ἤ τινος τῶν λοιπῶν·
38
ὁ δὲ θεὸς ⸂δίδωσινa
αὐτῷ⸃ σῶμα καθὼς ἠθέλησεν,b
καὶ ἑκάστῳ τῶν σπερμάτων ⸀ἴδιον σῶμα.
39
οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν,a
ἄλλη δὲ ⸂σὰρξ πτηνῶν⸃,b
ἄλλη δὲ ⸀ἰχθύων.c
40
καὶ σώματα ἐπουράνια,a
καὶ σώματα ἐπίγεια·b
ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίωνc
δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.d
41
ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης,a
καὶ ἄλλη δόξα ἀστέρων,b
ἀστὴρc
γὰρ ἀστέροςd
διαφέρειe
ἐν δόξῃ.
42
Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεταιa
ἐν φθορᾷ,b
ἐγείρεταιc
ἐν ἀφθαρσίᾳ·d
43
σπείρεταιa
ἐν ἀτιμίᾳ,b
ἐγείρεταιc
ἐν δόξῃ· σπείρεταιd
ἐν ἀσθενείᾳ,e
ἐγείρεταιf
ἐν δυνάμει·
44
σπείρεταιa
σῶμα ψυχικόν,b
ἐγείρεταιc
σῶμα πνευματικόν.d
⸀Εἰ ἔστινe
σῶμα ψυχικόν,f
⸂ἔστινg
καὶ⸃ πνευματικόν.h
45
οὕτως καὶ γέγραπται·a
Ἐγένετοb
ὁ πρῶτος ἄνθρωπος Ἀδὰμc
εἰς ψυχὴν ζῶσαν·d
ὁ ἔσχατος Ἀδὰμe
εἰς πνεῦμα ζῳοποιοῦν.f
46
ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸνa
ἀλλὰ τὸ ψυχικόν,b
ἔπειταc
τὸ πνευματικόν.d
47
ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός,a
ὁ δεύτερος ⸀ἄνθρωπος ἐξ οὐρανοῦ.
48
οἷοςa
ὁ χοϊκός,b
τοιοῦτοι καὶ οἱ χοϊκοί,c
καὶ οἷοςd
ὁ ἐπουράνιος,e
τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·f
49
καὶ καθὼς ἐφορέσαμενa
τὴν εἰκόναb
τοῦ χοϊκοῦ,c
⸀φορέσομενd
καὶ τὴν εἰκόναe
τοῦ ἐπουρανίου.f
50
Τοῦτο δέ φημι,a
ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαιb
οὐ ⸀δύναται,c
οὐδὲ ἡ φθορὰd
τὴν ἀφθαρσίανe
κληρονομεῖ.f
51
ἰδοὺ μυστήριονa
ὑμῖν λέγω·b
⸀πάντες οὐ κοιμηθησόμεθαc
πάντες δὲ ἀλλαγησόμεθα,d
52
ἐν ἀτόμῳ,a
ἐν ῥιπῇb
ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι·c
σαλπίσειd
γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονταιe
ἄφθαρτοι,f
καὶ ἡμεῖς ἀλλαγησόμεθα.g
53
δεῖa
γὰρ τὸ φθαρτὸνb
τοῦτο ἐνδύσασθαιc
ἀφθαρσίανd
καὶ τὸ θνητὸνe
τοῦτο ἐνδύσασθαιf
ἀθανασίαν.g
54
ὅταν δὲ τὸ ⸂φθαρτὸνa
τοῦτο ἐνδύσηταιb
ἀφθαρσίανc
καὶ τὸ⸃ θνητὸνd
τοῦτο ἐνδύσηταιe
⸀ἀθανασίαν,f
τότε γενήσεταιg
ὁ λόγος ὁ γεγραμμένος·h
Κατεπόθηi
ὁ θάνατος εἰς νῖκος.j
55
ποῦ σου, θάνατε, τὸ ⸂νῖκος;a
ποῦ σου, θάνατε, τὸ κέντρον⸃;b
56
τὸ δὲ κέντρονa
τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος·
57
τῷ δὲ θεῷ χάρις τῷ διδόντιa
ἡμῖν τὸ νῖκοςb
διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
58
Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοιa
γίνεσθε,b
ἀμετακίνητοι,c
περισσεύοντεςd
ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότεςe
ὅτι ὁ κόποςf
ὑμῶν οὐκ ἔστινg
κενὸςh
ἐν κυρίῳ.
16
Περὶ δὲ τῆς λογείαςa
τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξαb
ταῖς ἐκκλησίαις τῆς Γαλατίας,c
οὕτως καὶ ὑμεῖς ποιήσατε.d
2
κατὰ μίαν ⸀σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτωa
θησαυρίζωνb
ὅ τι ⸀ἐὰν εὐοδῶται,c
ἵνα μὴ ὅταν ἔλθωd
τότε λογεῖαιe
γίνωνται.f
3
ὅταν δὲ παραγένωμαι,a
οὓς ⸀ἐὰν δοκιμάσητεb
δι’ ἐπιστολῶν,c
τούτους πέμψωd
ἀπενεγκεῖνe
τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
4
ἐὰν δὲ ⸂ἄξιον ᾖ⸃a
τοῦ κἀμὲ πορεύεσθαι,b
σὺν ἐμοὶ πορεύσονται.c
5
Ἐλεύσομαιa
δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίανb
διέλθω,c
Μακεδονίανd
γὰρ διέρχομαι,e
6
πρὸς ὑμᾶς δὲ τυχὸνa
⸀παραμενῶb
ἢ ⸀καὶ παραχειμάσω,c
ἵνα ὑμεῖς με προπέμψητεd
οὗ ἐὰν πορεύωμαι.e
7
οὐ θέλωa
γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳb
ἰδεῖν,c
ἐλπίζωd
⸀γὰρ χρόνον τινὰ ἐπιμεῖναιe
πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ⸀ἐπιτρέψῃ.f
8
⸀ἐπιμενῶa
δὲ ἐν Ἐφέσῳb
ἕως τῆς πεντηκοστῆς·c
9
θύρα γάρ μοι ἀνέῳγενa
μεγάλη καὶ ἐνεργής,b
καὶ ἀντικείμενοιc
πολλοί.
10
Ἐὰν δὲ ἔλθῃa
Τιμόθεος,b
βλέπετεc
ἵνα ἀφόβωςd
γένηταιe
πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεταιf
ὡς ⸀κἀγώ·
11
μή τις οὖν αὐτὸν ἐξουθενήσῃ.a
προπέμψατεb
δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃc
πρός ⸀με, ἐκδέχομαιd
γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
12
Περὶ δὲ Ἀπολλῶa
τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσαb
αὐτὸν ἵνα ἔλθῃc
πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντωςd
οὐκ ἦνe
θέλημα ἵνα νῦν ἔλθῃ,f
ἐλεύσεταιg
δὲ ὅταν εὐκαιρήσῃ.h
13
Γρηγορεῖτε,a
στήκετεb
ἐν τῇ πίστει, ἀνδρίζεσθε,c
κραταιοῦσθε.d
14
πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.a
15
Παρακαλῶa
δὲ ὑμᾶς, ἀδελφοί· οἴδατεb
τὴν οἰκίαν Στεφανᾶ,c
ὅτι ἐστὶνd
ἀπαρχὴe
τῆς Ἀχαΐαςf
καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξανg
ἑαυτούς·
16
ἵνα καὶ ὑμεῖς ὑποτάσσησθεa
τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντιb
καὶ κοπιῶντι.c
17
χαίρωa
δὲ ἐπὶ τῇ παρουσίᾳb
Στεφανᾶc
καὶ Φορτουνάτουd
καὶ Ἀχαϊκοῦ,e
ὅτι τὸ ⸀ὑμέτερονf
ὑστέρημαg
οὗτοι ἀνεπλήρωσαν,h
18
ἀνέπαυσανa
γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετεb
οὖν τοὺς τοιούτους.
19
Ἀσπάζονταιa
ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας.b
⸀ἀσπάζεταιc
ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλαςd
καὶ ⸀Πρίσκαe
σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.
20
ἀσπάζονταιa
ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθεb
ἀλλήλους ἐν φιλήματιc
ἁγίῳ.
21
Ὁ ἀσπασμὸςa
τῇ ἐμῇ χειρὶ Παύλου.
22
εἴ τις οὐ φιλεῖa
τὸν ⸀κύριον, ἤτωb
ἀνάθεμα.c
⸂Μαράναd
θά⸃.e
23
ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μεθ’ ὑμῶν.
24
ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ⸀Ἰησοῦ.