9
Οὐκ εἰμὶa
⸂ἐλεύθερος;b
οὐκ εἰμὶc
ἀπόστολος⸃; οὐχὶ ⸀Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα;d
οὐ τὸ ἔργον μου ὑμεῖς ἐστεe
ἐν κυρίῳ;
2
εἰ ἄλλοις οὐκ εἰμὶa
ἀπόστολος, ἀλλά γεb
ὑμῖν εἰμι,c
ἡ γὰρ σφραγίςd
⸂μου τῆς⸃ ἀποστολῆςe
ὑμεῖς ἐστεf
ἐν κυρίῳ.
3
Ἡ ἐμὴ ἀπολογίαa
τοῖς ἐμὲ ἀνακρίνουσίνb
⸂ἐστινc
αὕτη⸃.
4
μὴ οὐκ ἔχομενa
ἐξουσίαν φαγεῖνb
καὶ ⸀πεῖν;c
5
μὴ οὐκ ἔχομενa
ἐξουσίαν ἀδελφὴνb
γυναῖκα περιάγειν,c
ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς;d
6
ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶςa
οὐκ ἔχομενb
ἐξουσίαν ⸀μὴ ἐργάζεσθαι;c
7
τίς στρατεύεταιa
ἰδίοις ὀψωνίοιςb
ποτέ; τίς φυτεύειc
ἀμπελῶναd
καὶ ⸂τὸν καρπὸν⸃ αὐτοῦ οὐκ ἐσθίει;e
⸀τίς ποιμαίνειf
ποίμνηνg
καὶ ἐκ τοῦ γάλακτοςh
τῆς ποίμνηςi
οὐκ ἐσθίει;j
8
Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶa
ἢ ⸂καὶ ὁ νόμος ταῦτα οὐ⸃ λέγει;b
9
ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται·a
Οὐ ⸀κημώσειςb
βοῦνc
ἀλοῶντα.d
μὴ τῶν βοῶνe
μέλειf
τῷ θεῷ,
10
ἢ δι’ ἡμᾶς πάντωςa
λέγει;b
δι’ ἡμᾶς γὰρ ἐγράφη,c
ὅτι ⸂ὀφείλειd
ἐπ’ ἐλπίδι⸃ ὁ ἀροτριῶνe
ἀροτριᾶν,f
καὶ ὁ ἀλοῶνg
⸂ἐπ’ ἐλπίδι τοῦ μετέχειν⸃.h
11
εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰa
ἐσπείραμεν,b
μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰc
θερίσομεν;d
12
εἰ ἄλλοι τῆς ⸂ὑμῶν ἐξουσίας⸃ μετέχουσιν,a
οὐ μᾶλλον ἡμεῖς; Ἀλλ’ οὐκ ἐχρησάμεθαb
τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομενc
ἵνα μή ⸂τινα ἐγκοπὴν⸃d
δῶμενe
τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
13
οὐκ οἴδατεa
ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοιb
⸀τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν,c
οἱ τῷ θυσιαστηρίῳd
⸀παρεδρεύοντεςe
τῷ θυσιαστηρίῳf
συμμερίζονται;g
14
οὕτως καὶ ὁ κύριος διέταξενa
τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσινb
ἐκ τοῦ εὐαγγελίου ζῆν.c
15
Ἐγὼ δὲ ⸂οὐ κέχρημαιa
οὐδενὶ⸃ τούτων. οὐκ ἔγραψαb
δὲ ταῦτα ἵνα οὕτως γένηταιc
ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖνd
ἤ— τὸ καύχημάe
μου ⸂οὐδεὶς κενώσει⸃.f
16
ἐὰν γὰρ εὐαγγελίζωμαι,a
οὐκ ἔστινb
μοι καύχημα,c
ἀνάγκηd
γάρ μοι ἐπίκειται·e
οὐαὶ ⸀γάρ μοί ἐστινf
ἐὰν μὴ ⸀εὐαγγελίσωμαι.g
17
εἰ γὰρ ἑκὼνa
τοῦτο πράσσω,b
μισθὸνc
ἔχω·d
εἰ δὲ ἄκων,e
οἰκονομίανf
πεπίστευμαι.g
18
τίς οὖν ⸀μού ἐστινa
ὁ μισθός;b
ἵνα εὐαγγελιζόμενοςc
ἀδάπανονd
θήσωe
τὸ ⸀εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαιf
τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
19
Ἐλεύθεροςa
γὰρ ὢνb
ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα,c
ἵνα τοὺς πλείονας κερδήσω·d
20
καὶ ἐγενόμηνa
τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω·b
τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ⸂μὴ ὢνc
αὐτὸς ὑπὸ νόμον⸃, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·d
21
τοῖς ἀνόμοιςa
ὡς ἄνομος,b
μὴ ὢνc
ἄνομοςd
⸀θεοῦ ἀλλ’ ἔννομοςe
⸀Χριστοῦ, ἵνα ⸀κερδάνωf
⸀τοὺς ἀνόμους·g
22
ἐγενόμηνa
τοῖς ⸀ἀσθενέσινb
ἀσθενής,c
ἵνα τοὺς ἀσθενεῖςd
κερδήσω·e
τοῖς πᾶσιν ⸀γέγοναf
πάντα, ἵνα πάντωςg
τινὰς σώσω.h
23
⸀πάντα δὲ ποιῶa
διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸςb
αὐτοῦ γένωμαι.c
24
Οὐκ οἴδατεa
ὅτι οἱ ἐν σταδίῳb
τρέχοντεςc
πάντες μὲν τρέχουσιν,d
εἷς δὲ λαμβάνειe
τὸ βραβεῖον;f
οὕτως τρέχετεg
ἵνα καταλάβητε.h
25
πᾶς δὲ ὁ ἀγωνιζόμενοςa
πάντα ἐγκρατεύεται,b
ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸνc
στέφανονd
λάβωσιν,e
ἡμεῖς δὲ ἄφθαρτον.f
26
ἐγὼ τοίνυνa
οὕτως τρέχωb
ὡς οὐκ ἀδήλως,c
οὕτως πυκτεύωd
ὡς οὐκ ἀέραe
δέρων·f
27
ἀλλὰ ὑπωπιάζωa
μου τὸ σῶμα καὶ δουλαγωγῶ,b
μή πως ἄλλοις κηρύξαςc
αὐτὸς ἀδόκιμοςd
γένωμαι.e